οὓς συνεργοὺς καὶ συναγωνιστὰς λαβὼν καὶ ἃ δεήσει πράττειν ἑκάστοις ὑποθέμενος τοῖς τ᾽ αἰχμαλώτοις, οὓς ἐπήγετο, προῖκα δοὺς τὴν ἐλευθερίαν, ἵνα καὶ τὴν ἐκείνων εὔνοιαν προσλάβῃ, κατέπλει κεκοσμημέναις ταῖς ναυσὶν εἰς τοὺς τῶν Κυμαίων λιμένας. οἱ δὲ τῶν στρατευομένων πατέρες τε καὶ μητέρες καὶ πᾶσα ἡ ἄλλη συγγένεια, παιδία τε καὶ γαμεταὶ γυναῖκες, ὑπήντων ἐξιοῦσιν αὐτοῖς μετὰ δακρύων περιπλεκόμενοι καὶ καταφιλοῦντες καὶ ταῖς ἡδίσταις ἕκαστον ἀνακαλούμενοι προσηγορίαις. [2] καὶ ἡ ἄλλη δὲ πληθὺς ἡ κατὰ τὴν πόλιν ἅπασα χαρᾷ καὶ κρότῳ δεξιουμένη τὸν ἡγεμόνα προὔπεμπεν εἰς οἶκον ἀπιόντα. ἐφ᾽ οἷς οἱ προεστηκότες τῆς πόλεως ἀνιώμενοι, μάλιστα δ᾽ οἱ τὴν στρατηγίαν αὐτῷ παραδόντες καὶ τἆλλα τὰ πρὸς τὸν ὄλεθρον μηχανησάμενοι, πονηροὺς ὑπὲρ τοῦ μέλλοντος εἶχον διαλογισμούς. [3] ὁ δὲ διαλιπὼν ὀλίγας τινὰς ἡμέρας, ἐν αἷς τὰς εὐχὰς ἀπεδίδου τοῖς θεοῖς καὶ τὰς ὑστεριζούσας ὁλκάδας ἀνεδέχετο, ἐπειδὴ καιρὸς ἦν, ἔφη βούλεσθαι τὰ πραχθέντα κατὰ τὸν ἀγῶνα πρὸς τὴν βουλὴν ἀπαγγεῖλαι καὶ τὰ ἐκ τοῦ πολέμου λάφυρα ἀποδεῖξαι. συνελθόντων δὲ τῶν ἐν τέλει κατὰ πλῆθος εἰς τὸ βουλευτήριον ὁ μὲν ἐδημηγόρει παρελθὼν καὶ πάντα τὰ γενόμενα κατὰ τὴν μάχην διεξῄει, οἱ δὲ παρασκευασθέντες ὑπ᾽ αὐτοῦ συνεργοὶ τῆς ἐπιθέσεως ἔχοντες ὑπὸ [p. 12] τοῖς ἱματίοις ξίφη κατὰ πλῆθος εἰσδραμόντες εἰς τὸ βουλευτήριον ἀποσφάττουσιν ἅπαντας τοὺς ἀριστοκρατικούς. [4] φυγὴ δ᾽ ἐγένετο μετὰ τοῦτο τῶν κατ᾽ ἀγορὰν καὶ δρόμος, τῶν μὲν ἐπὶ τὰς οἰκίας, τῶν δ᾽ ἔξω τῆς πόλεως, πλὴν τῶν συνειδότων τὴν ἐπίθεσιν: οὗτοι δὲ τὴν ἄκραν καὶ τὰ νεώρια καὶ τοὺς ἐρυμνοὺς τόπους τῆς πόλεως κατελάμβανον. τῇ δ᾽ ἐπιούσῃ νυκτὶ λύσας ἐκ τῶν δεσμωτηρίων τοὺς ἐπιθανατίους πολλοὺς ὄντας καὶ καθοπλίσας ἅμα τοῖς ἄλλοις φίλοις, ἐν οἷς ἦσαν καὶ οἱ τῶν Τυρρηνῶν αἰχμάλωτοι, φυλακὴν ἐκ τούτων καθίσταται περὶ τὸ σῶμα. [5] ἡμέρας δὲ γενομένης συγκαλέσας τὸν δῆμον εἰς ἐκκλησίαν καὶ πολλὴν κατηγορίαν διαθέμενος τῶν φονευθέντων ὑπ᾽ αὐτοῦ πολιτῶν, ἐκείνους μὲν ἔφη τετιμωρῆσθαι σὺν δίκῃ πολλάκις ἐπιβουλευθεὶς ὑπ᾽ αὐτῶν, τοῖς δ᾽ ἄλλοις πολίταις ἐλευθερίαν φέρων παρεῖναι καὶ ἰσηγορίαν καὶ ἄλλα πολλὰ ἀγαθά.
ταῦτ᾽ εἰπὼν καὶ θαυμαστῶν ἅπαντας ἐμπλήσας ἐλπίδων τοὺς δημοτικοὺς δύο τὰ κάκιστα τῶν ἐν ἀνθρώποις καθίσταται πολιτευμάτων, οἷς ἅπασα χρῆται προοιμίοις τυραννίς, γῆς ἀναδασμὸν καὶ χρεῶν ἄφεσιν: τούτων δὲ τὴν ἐπιμέλειαν αὐτὸς ἀμφοτέρων ὑπισχνεῖται ποιήσεσθαι στρατηγὸς ἀποδειχθεὶς αὐτοκράτωρ, ἕως ἐν ἀσφαλεῖ τὰ κοινὰ γένηται καὶ δημοκρατικὴν [p. 13] [2] καταστήσωνται πολιτείαν. ἀσμένως δὲ τοῦ δημοτικοῦ καὶ πονηροῦ πλήθους τὴν ἁρπαγὴν τῶν ἀλλοτρίων δεξαμένου λαβὼν τὴν αὐτοκράτορα ἀρχὴν αὐτὸς παρ᾽ ἑαυτοῦ ἕτερον ἐπιφέρει βούλευμα, δι᾽ οὗ παρακρουσάμενος αὐτοὺς ἁπάντων ἀφείλετο τὴν ἐλευθερίαν. σκηψάμενος γὰρ ὑποπτεύειν ταραχὰς καὶ ἐπαναστάσεις ἐκ τῶν πλουσίων εἰς τοὺς δημοτικοὺς διὰ τὸν ἀναδασμὸν τῆς γῆς καὶ τὰς τῶν δανείων ἀφέσεις, ἵνα μὴ γένοιτο πόλεμος ἐμφύλιος μηδὲ φόνοι πολιτικοί, μίαν εὑρίσκειν ἔφη πρὶν εἰς τὰ δεινὰ ἐλθεῖν φυλακήν, εἰ τὰ ὅπλα προενέγκαντες ἐκ τῶν οἰκιῶν ἅπαντες τοῖς θεοῖς καθιερώσειαν, ἵνα κατὰ τῶν ἔξωθεν ἐπιόντων πολεμίων ἔχοιεν αὐτοῖς, ὅταν ἀνάγκη τις καταλάβῃ, χρῆσθαι καὶ μὴ καθ᾽ ἑαυτῶν, κεῖσθαι δ᾽ αὐτὰ τέως παρὰ τοῖς θεοῖς ἐν καλῷ. [3] ὡς δὲ καὶ τοῦτ᾽ ἐπείσθησαν, αὐθημερὸν ἁπάντων παρελόμενος Κυμαίων τὰ ὅπλα ταῖς ἑξῆς ἡμέραις ἔρευναν ἐποιεῖτο τῶν οἰκιῶν, ἐν αἷς πολλοὺς καὶ ἀγαθοὺς ἀποκτείνας τῶν πολιτῶν, ὡς οὐχ ἅπαντα τοῖς θεοῖς ἀποδείξαντας τὰ ὅπλα, μετὰ ταῦτα φυλακαῖς τρισὶ κρατύνεται τὴν τυραννίδα: ὧν ἦν μία μὲν ἐκ τῶν ῥυπαρωτάτων τε καὶ πονηροτάτων πολιτῶν, μεθ᾽ ὧν κατέλυσε τὴν ἀριστοκρατικὴν πολιτείαν, ἑτέρα δ᾽ ἐκ τῶν ἀνοσιωτάτων δούλων, οὓς αὐτὸς ἠλευθέρωσεν ἀποκτείναντας τοὺς αὑτῶν δεσπότας, τρίτη δὲ μισθοφόρος ἐκ τῶν ἀγριωτάτων βαρβάρων: οὗτοι δισχιλίων οὐκ ἐλάττους ἦσαν καὶ τὰ πολέμια μακρῷ τῶν [p. 14] [4] ἄλλων ἀμείνους. ὧν δ᾽ ἀπέκτεινεν ἀνδρῶν τὰς εἰκόνας ἀνελὼν ἐκ παντὸς ἱεροῦ καὶ βεβήλου τόπου, φέρων εἰς τοὺς αὐτοὺς τόπους τὰς ἰδίας ἀντ᾽ ἐκείνων ἀνέστησεν: οἰκίας δ᾽ αὐτῶν καὶ κλήρους καὶ τὴν λοιπὴν ὕπαρξιν ἀναλαβών, ἐξελόμενος χρυσὸν καὶ ἄργυρον καὶ εἴ τι ἄλλο τυραννίδος ἦν ἄξιον κτῆμα, τὰ λοιπὰ τοῖς συγκατασκευάσασι τὴν ἀρχὴν ἐχαρίσατο, πλείστας δὲ καὶ μεγίστας δωρεὰς τοῖς ἀποκτείνασι τοὺς ἑαυτῶν δεσπότας ἐδίδου: οἱ δ᾽ ἠξίουν ἔτι καὶ γυναιξὶ τῶν δεσποτῶν καὶ θυγατράσι συνοικεῖν.
γενεὰν δὲ τῶν πεφονευμένων τὴν ἄρρενα κατ᾽ ἀρχὰς ἐν οὐθενὶ λόγῳ ποιησάμενος, ὕστερον εἴτ᾽ ἐκ θεοπροπίου τινὸς εἴτε καὶ κατὰ τὸν εἰκότα λογισμὸν οὐ μικρὸν αὐτῷ δέος ὑποτρέφεσθαι νομίσας ἐπεχείρησε [2] μὲν ἐν ἡμέρᾳ μιᾷ πᾶσαν ἀπολέσαι: δεήσει δὲ πολλῇ χρησαμένων ἁπάντων, παρ᾽ οἷς ἔτυχον αἵ τε μητέρες αὐτῶν οὖσαι καὶ οἱ παῖδες τρεφόμενοι, χαρίσασθαι βουλόμενος αὐτοῖς καὶ
ταύτην τὴν δωρεὰν θανάτου μὲν ἀπολύει παρὰ γνώμην, φυλακὴν δὲ ποιούμενος αὐτῶν, μή τι συστάντες μετ᾽ ἀλλήλων βουλεύσωσι κατὰ τῆς τυραννίδος, ἀπιέναι πάντας ἐκέλευσεν ἐκ τῆς πόλεως ἄλλον ἄλλῃ καὶ δίαιταν ἔχειν ἐν τοῖς ἀγροῖς μηθενὸς τῶν προσηκόντων ἐλευθέροις παισὶ μήτ᾽ ἐπιτηδεύματος μήτε μαθήματος μεταλαμβάνοντας, ἀλλὰ ποιμαίνοντάς τε καὶ τἆλλα τὰ κατὰ τοὺς ἀγροὺς ἔργα πράττοντας, θάνατον ἀπειλήσας, εἴ τις ἐξ αὐτῶν εὑρεθείη [p. 15] [3] παρελθὼν εἰς τὴν πόλιν. οἱ δὲ καταλιπόντες τὰς πατρῴας ἑστίας ἐν τοῖς ἀγροῖς ὥσπερ δοῦλοι διετρέφοντο τοῖς ἀποκτείνασι τοὺς πατέρας αὐτῶν λατρεύοντες. ἵνα δὲ μηδὲ τῶν ἄλλων πολιτῶν ἐν μηθενὶ γένηται μήτε γενναῖον μήτ᾽ ἀνδρῶδες φρόνημα, πᾶσαν ἐκθηλῦναι ταῖς ἀγωγαῖς τὴν ἐπιτρεφομένην νεότητα τῆς πόλεως ἐπεβάλετο ἀνελὼν μὲν τὰ γυμνάσια καὶ τὰς ἐνοπλίους μελἔτας, ἀλλάξας δὲ τὴν δίαιταν, ᾗ πρότερον οἱ παῖδες ἐχρῶντο. [4] κομᾶν τε γὰρ τοὺς ἄρρενας ὥσπερ τὰς παρθένους ἐκέλευσεν ἐξανθιζομένους καὶ βοστρυχιζομένους καὶ κεκρυφάλοις τὰς πλοκαμίδας ἀναδοῦντας ἐνδύεσθαί τε ποικίλους καὶ ποδήρεις χιτωνίσκους, καὶ χλανιδίοις ἀμπέχεσθαι λεπτοῖς καὶ μαλακοῖς, καὶ δίαιταν ἔχειν ὑπὸ σκιαῖς: ἠκολούθουν τ᾽ αὐτοῖς εἰς τὰ διδασκαλεῖα τῶν ὀρχηστῶν καὶ αὐλητῶν καὶ τῶν παραπλησίων τούτοις μουσοκολάκων παραπορευόμεναι παιδαγωγοὶ γυναῖκες σκιάδεια καὶ ῥιπίδας κομίζουσαι, καὶ ἔλουον αὐτοὺς αὗται κτένας εἰς τὰ βαλανεῖα φέρουσαι καὶ μύρων ἀλαβάστρους καὶ κάτοπτρα. [5] τοιαύτῃ διαφθείρων ἀγωγῇ τοὺς παῖδας, ἕως ἐκπληρώσωσιν εἰκοστὸν ἔτος, τὸν ἀπὸ τοῦδε χρόνον εἰς ἄνδρας εἴα τελεῖν. πολλὰ δὲ καὶ ἄλλα Κυμαίοις ἐνυβρίσας καὶ λωβησάμενος καὶ οὔτ᾽ ἀσελγείας οὔτ᾽ ὠμότητος οὐδεμιᾶς ἀποσχόμενος, ὅτ᾽ ἀσφαλῶς κατέχειν ὑπελάμβανε τὴν τυραννίδα, γηραιὸς ὢν ἤδη δίκας ἔτισεν οὐ μεμπτὰς θεοῖς τε καὶ ἀνθρώποις πρόρριζος ἀπολόμενος. [p. 16]
οἱ δ᾽ ἐπαναστάντες αὐτῷ καὶ τὴν πόλιν ἐλευθερώσαντες ἀπὸ τῆς τυραννίδος οἱ παῖδες τῶν πεφονευμένων ὑπ᾽ αὺτοῦ πολιτῶν ἦσαν, οὕς κατ᾽ ἀρχὰς ἅπαντας ἀποκτεῖναι ἐν ἡμέρᾳ μιᾷ προελόμενος ἐπέσχεν, ὥσπερ ἔφην, ὑπὸ τῶν σωματοφυλάκων, οἷς ἔδωκε τὰς μητέρας αὐτῶν, ἐκλιπαρηθείς, καὶ κατ᾽ ἀγροὺς κελεύσας διατρίβειν. [2] ὀλίγοις δ᾽ ἔτεσιν ὕστερον, ἐπειδὴ τὰς κώμας διεξιὼν πολλὴν καὶ ἀγαθὴν εἶδεν αὐτῶν νεότητα, δείσας, μὴ συμφρονήσαντες ἐπαναστῶσιν αὐτῷ, φθάσαι διαχειρισάμενος ἅπαντας ἐβούλετο, πρὶν αἰσθέσθαι τινά: καὶ παραλαβὼν τοὺς φίλους ἐσκόπει μετ᾽ αὐτῶν, δι᾽ οἵου τρόπου ῥᾷστά τε καὶ τάχιστα λαθόντες ἀναιρεθήσονται. [3] τοῦτο καταμαθόντες οἱ παῖδες, εἴτε μηνυθὲν ὑπὸ τῶν συνειδότων τινός, εἴτ᾽ αὐτοὶ κατὰ τὸν ἐκ τῶν εἰκότων λογισμὸν ὑποτοπήσαντες, φεύγουσιν εἰς τὰ ὄρη τὸν γεωργικὸν ἁρπάσαντες σίδηρον. ἧκον δ᾽ αὐτοῖς ἐπίκουροι κατὰ τάχος ἐνδιατρίβοντες ἐν Καπύῃ Κυμαίων φυγάδες, ὧν ἦσαν ἐπιφανέστατοί τε καὶ πλείστους Καμπανῶν ἔχοντες ξένους οἱ Ἱππομέδοντος παῖδες τοῦ κατὰ τὸν Τυρρηνικὸν ἱππαρχήσαντος πόλεμον, αὐτοί θ᾽ ὡπλισμένοι κἀκείνοις κομίζοντες ὅπλα Καμπανῶν τε μισθοφόρων καὶ φίλων χεῖρα συγκροτήσαντες οὐκ ὀλίγην. [4] ἐπεὶ δὲ καθ᾽ ἓν ἅπαντες ἐγένοντο, τοὺς ἀγροὺς τῶν ἐχθρῶν καταθέοντες ἐφόδοις λῃστρικαῖς ἐλεηλάτουν καὶ τοὺς δούλους ἀφίστασαν ἀπὸ τῶν [p. 17] δεσποτῶν καὶ τοὺς ἐκ τῶν δεσμωτηρίων λύοντες καθώπλιζον, καὶ ὅσα μὴ δύναιντο φέρειν τε καὶ ἄγειν χρήματα ματα καὶ βοσκήματα τὰ μὲν ἐνεπίμπρασαν, τὰ δὲ κατέσφαττον. ἀπορουμένῳ δὲ τῷ τυράννῳ, τίνα χρὴ [5] τρόπον αὐτοῖς πολεμεῖν διὰ τὸ μήτ᾽ ἐκ τοῦ φανεροῦ τὰς ἐπιχειρήσεις αὐτοὺς ποιεῖσθαι μήτ᾽ ἐν τοῖς αὐτοῖς χρονίζειν τόποις, ἀλλὰ νυκτὶ μὲν εἰς ὄρθρον, ἡμέρᾳ δ᾽ εἰς νύκτα συμμετρεῖσθαι τὰς ἐφόδους, καὶ πολλάκις ἀποστείλαντι τοὺς στρατιώτας ἐπὶ τὴν βοήθειαν τῆς χώρας διὰ κενῆς, παραγίνεταί τις ἐξ αὐτῶν ᾐκισμένος τὸ σῶμα μάστιξιν ἀποσταλεὶς ὑπὸ τῶν φυγάδων ὡς αὐτόμολος, ὃς ἄδειαν αἰτησάμενος ὑπέσχετο τῷ τυράννῳ παραλαβὼν τὴν ἀποσταλησομένην σὺν αὐτῷ δύναμιν ἄξειν ἐπὶ τὸν τόπον, ἐν ᾧ τὴν ἐπιοῦσαν ἔμελλον αὐλίζεσθαι νύκτα οἱ φυγάδες. [6] ᾧ πιστεῦσαι προαχθεὶς ὁ τύραννος αἰτοῦντι οὐθὲν καὶ τὸ ἑαυτοῦ σῶμα ὅμηρον παρεχομένῳ πέμπει τοὺς πιστοτάτους τῶν ἡγεμόνων ἄγοντας ἱππεῖς τε πολλοὺς καὶ τὴν μισθοφόρον δύναμιν, οἷς ἐνετείλατο μάλιστα μὲν ἅπαντας τοὺς φυγάδας, εἰ δὲ μή γ᾽ ὡς πλείστους ἐξ αὐτῶν δήσαντας πρὸς αὐτὸν ἄγειν. ὁ μὲν οὖν κατασκευαστὸς αὐτόμολος κατά τ᾽ ἀτριβεῖς ὁδοὺς καὶ διὰ δρυμῶν ἐρήμων ἦγε τὴν στρατιὰν ταλαιπωροῦσαν δι᾽ ὅλης νυκτὸς ἐπὶ τὰ πλεῖστον ἀπέχοντα τῆς πόλεως μέρη.
οἱ δ᾽ ἀποστάται τε καὶ φυγάδες ἐν τῷ περὶ τὸν Ἄορνον ὄρει πλησίον ὄντι τῆς πόλεως λοχῶντες, [p. 18] ὡς ἔμαθον ἐξεληλυθυῖαν ἐκ τῆς πόλεως τὴν τοῦ τυράννου στρατιὰν συνθήμασι μηνυθεῖσαν ὑπὸ τῶν σκοπῶν, πέμπουσιν ἐξ αὐτῶν περὶ ἑξήκοντα μάλιστα τοὺς εὐτολμοτάτους διφθέρας ἔχοντας καὶ φακέλλους φρυγάνων κομίζοντας. [2] οὗτοι περὶ λύχνων ἁφὰς ἄλλοι κατ᾽ ἄλλας πύλας ὡς χερν�
��ται παρεισπεσόντες ἔλαθον: ὡς δ᾽ ἔνδον ἐγένοντο τοῦ τείχους ἐξελκύσαντες ἐκ τῶν φακέλλων ἃ κατέκρυπτον ξίφη, καὶ συνελθόντες εἰς τὸν αὐτὸν ἅπαντες τόπον ἔπειτ᾽ ἐκεῖθεν ὁρμήσαντες ἀθρόοι πρὸς τὰς ἐπὶ τὸν Ἄορνον φερούσας πύλας τούς τε φύλακας αὐτῶν ἀποκτείνουσι κοιμωμένους καὶ τοὺς σφετέρους ἅπαντας ἤδη τοῦ τείχους πλησίον ὄντας ἀναπεπταμέναις ταῖς πύλαις ὑποδέχονται, καὶ τοῦτο πράξαντες ἔλαθον. [3] ἔτυχε γὰρ ἐκείνῃ τῇ νυκτὶ ἑορτή τις οὖσα δημοτελής, καὶ δι᾽ αὐτὴν ἅπας ὁ κατὰ πόλιν ὄχλος ἐν πότοις ὢν καὶ ταῖς ἄλλαις εὐπαθείαις. τοῦτο παρέσχεν αὐτοῖς κατὰ πολλὴν ἄδειαν ἁπάσας διελθεῖν τὰς ἐπὶ τὴν τυραννικὴν οἰκίαν φερούσας ὁδούς: καὶ οὐδὲ παρὰ ταῖς θύραις πολλήν τινα καὶ ἐγρηγορυῖαν εὗρον φυλακήν, ἀλλὰ κἀνταῦθα τοὺς μὲν ἤδη καθεύδοντας, τοὺς δὲ μεθύοντας ἀποσφάξαντες δίχα πόνου καὶ κατὰ πλῆθος εἰς τὴν οἰκίαν ὠσάμενοι, τοὺς μὲν ἄλλους ἅπαντας οὔτε τῶν σωμάτων ἔτι κρατοῦντας οὔτε τῶν φρενῶν διὰ τὸν οἶνον προβάτων δίκην κατέσφαξαν: τὸν δ᾽ [p. 19] Ἀριστόδημον καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὴν ἄλλην συγγένειαν συλλαβόντες ἄχρι πολλῆς νυκτὸς αἰκιζόμενοί τε καὶ στρεβλοῦντες καὶ πᾶσιν ὡς εἰπεῖν λυμαινόμενοι κακοῖς ἀπέκτειναν. [4] ἀνελόντες δὲ τὴν τυραννικὴν οἰκίαν πρόρριζον, ὡς μήτε παιδία μήτε γυναῖκας μήτε συγγένειαν μηθενὸς αὐτῶν καταλιπεῖν καὶ δι᾽ ὅλης νυκτὸς ἅπαντας ἐξερευνησάμενοι τοὺς συνεργοὺς τῆς τυραννίδος ἡμέρας γενομένης προῆλθον εἰς τὴν ἀγοράν. ἔπειτα συγκαλέσαντες τὸν δῆμον εἰς ἐκκλησίαν ἀποτίθενται τὰ ὅπλα καὶ τὴν πάτριον καθίστανται πολιτείαν.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 247