Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)
Page 254
ἐῶ τἆλλα, ἀλλ᾽ ὑπὲρ αὐτοῦ σοῦ καὶ τῆς σῆς θεοβλαβείας τίνας οὐκ ἐποιήσαντο δεήσεις ἁπάντων κοινῇ τε καὶ καθ᾽ ἕκαστον τῶν δημοτικῶν παραιτούμενοί σε τῆς τιμωρίας; ἔπειτα τοῖς μὲν ὑπάτοις καὶ τῇ βουλῇ τοσαύτην πόλιν ἐπιτροπευούσῃ καλῶς εἶχεν, ὦ Μάρκιε, δικαστὴν τὸν δῆμον ὑπὲρ ὧν ἐνεκαλοῦντο ὑπομένειν, σοὶ δ᾽ ἆρ᾽ οὐχὶ καλῶς ἔχει; [2] καὶ δεῖσθαί γε τῶν δημοτῶν ὑπὲρ ἀφέσεως τῆς σῆς οὗτοι μὲν ἅπαντες οὐδὲν αἰσχρὸν εἶναι νομίζουσι, σὺ δὲ δι᾽ αἰσχύνης λαμβάνεις τὸ αὐτὸ τοῦτο; καὶ οὐκ ἀπόχρη σοι ταῦτ᾽, ὦ γενναῖε, ἀλλ᾽ ὥσπερ τι καλὸν ἐξειργασμένος ὑψαυχενῶν καὶ μεγαληγορῶν περιέρχῃ καὶ μηδὲν ὑφεῖναι τοῦ φρονήματος ἀπομαχόμενος: ἐῶ γάρ, ὅτι καὶ λοιδορούμενος τῷ δήμῳ καὶ προσεγκαλῶν καὶ ἀπειλῶν. [3] ἔπειτ᾽ οὐ νεμεσᾶτε αὐτῷ τῆς ὑπερηφανίας, ὦ πατέρες, εἰ τηλικούτων αὑτὸν ἀξιοῖ μόνος, ἡλίκων οὐδ᾽ ἅπαντες ὑμεῖς ἑαυτούς; ὃν ἐχρῆν, εἰ καὶ πάντες ὑμεῖς ἀνεδέχεσθε τὸν ὑπὲρ αὐτοῦ πόλεμον ψηφίσασθαι, τὸ μὲν εὔνουν καὶ πρόθυμον ὑμῶν ἀγαπᾶν, μὴ δέχεσθαι δὲ χάριν ἰδίαν ἐπὶ κοινῇ βλάβῃ, ἀλλ᾽ ὑπομένειν ἀπολογούμενον καὶ δίκην ὑπέχοντα εἰ δέοι καὶ πάντα [p. 70] [4] πάσχοντα. ταῦτα γὰρ ἦν ἔργα ἀγαθοῦ πολίτου καὶ τὸ καλὸν ἔργοις ἀσκοῦντος, οὐ λόγοις. ἃ δὲ νῦν οὗτος βιάζεται, τίνος ἐστὶ σημεῖα βίου; ποίων μηνύματα προαιρέσεων, ὅρκους παραβαίνειν, δεξιὰς παρασπονδεῖν, ὁμολογίας ἀναιρεῖν, δήμῳ πολεμεῖν, εἰς ἀρχόντων σώματα ὑβρίζειν, καὶ μηδ᾽ ἐφ᾽ ἑνὶ τούτων τὸ σῶμα ὑπεύθυνον ποιεῖν, ἀλλ᾽ ἄκριτον ἀναπολόγητον μηδενὸς δεηθέντα μηθένα φοβηθέντα μηθενὶ τῶν τοσούτων πολιτῶν ἴσον γενόμενον ἀδεῶς περινοστεῖν; ἆρ᾽ οὐ τυραννικοῦ [5] τρόπου σημεῖα ταῦτ᾽ ἐστίν; ἔμοιγε δοκεῖ. καὶ τοῦτον ὅμως εἰσί τινες οἱ παραψύχοντες καὶ παρακροτοῦντες ἐξ ὑμῶν αὐτῶν, οἷς ἐντέτηκε τὸ πρὸς τοὺς δημοτικοὺς μῖσος ἀδιάλλακτον, καὶ οὐ δύνανται συνιδεῖν, ὅτι οὐθὲν μᾶλλον κατὰ τοῦ ταπεινοτέρου μέρους τῶν ἐν τῇ πόλει φύεται τουτὶ τὸ κακὸν ὡς καὶ κατὰ τοῦ σεμνοτέρου: ἀλλ᾽ οἴονται τοῦ διαφόρου φύσει καταδουλωθέντος καὶ δὴ τὸ καθ᾽ ἑαυτοὺς ἕξειν ἀσφαλῶς. [6] οὐχ οὕτως ἔχει τἀληθές, ὦ γνώμης ἁμαρτάνοντες τῆς ἀρίστης: διδάσκαλον δὲ τὴν πεῖραν ἣν ὁ Μάρκιος παρέχεται καὶ τὸν χρόνον λαβόντες, ὀθνείοις θ᾽ ἅμα καὶ οἰκείοις σωφρονισθέντες παραδείγμασι γνοίητ᾽ ἄν, ὅτι μοσχευομένη κατὰ τοὺ δήμου τυραννὶς καθ᾽ ὅλης τῆς πόλεως μοσχεύεται, καὶ νῦν μὲν ἀφ᾽ ἡμῶν ἄρχεται, κρατήσασα δ᾽ οὐδ᾽ ὑμῶν φείσεται.
τοιαῦτα διεξιόντος τοῦ Δεκίου καὶ τῶν [p. 71] ἄλλων δημάρχων ἃ παραλιπεῖν αὐτοῖς ἐκεῖνος ἐδόκει συναγορευσάντων, ἐπειδὴ γνώμας ἔδει τοὺς συνέδρους ἀποφαίνεσθαι, πρῶτοι μὲν οἱ πρεσβύτατοι τῶν ὑπατικῶν καλούμενοι κατὰ τὸν εἰωθότα κόσμον ὑπὸ τῶν ὑπάτων ἀνίσταντο, ἔπειθ᾽ οἱ τούτων ὑποδεέστεροι κατ᾽ ἄμφω ταῦτα, τελευταῖοι δ᾽ οἱ νεώτατοι λόγον μὲν οὐθένα λέγοντες: ἔτι γὰρ ἦν δι᾽ αἰσχύνης τότε Ῥωμαίοις τοῦτο, καὶ νέος οὐδεὶς ἠξίου ἑαυτὸν σοφώτερον εἶναι πρεσβύτου: ἐπεκύρουν δὲ τὰς κειμένας ὑπὸ τῶν ὑπατικῶν γνώμας. [2] ἅπασι δὲ προσετάττετο παριοῦσι καθάπερ ἐν δικαστηρίῳ μεθ᾽ ὅρκου τὴν ψῆφον ἐπιφέρειν. Ἄππιος μὲν οὖν Κλαύδιος, ὑπὲρ οὗ καὶ πρότερον ἔφην, ὅτι μισοδημότατος ἦν τῶν πατρικίων καὶ οὐδέποτε ταῖς πρὸς τὸ δημοτικὸν ἠρέσκετο διαλλαγαῖς, οὐκ εἴα γενέσθαι τὸ προβούλευμα τοιούτοις λόγοις χρώμενος.
ἐβουλόμην μὲν ἂν ἔγωγε καὶ τοῖς θεοῖς ηὐξάμην πολλάκις ἐμαυτὸν μὲν ἁμαρτεῖν τῆς γνώμης, ἣν εἶχον ὑπὲρ τῶν πρὸς τὸν δῆμον διαλύσεων, ὡς οὔτε καλὴν καὶ δικαίαν οὔτε συμφέρουσαν ἡμῖν ὑπελάμβανον ἔσεσθαι τὴν τῶν φυγάδων κάθοδον καὶ διὰ παντός, ὁσάκις περὶ τούτου προὐτέθη σκοπεῖν, πρῶτός τε τῶν ἄλλων καὶ τελευτῶν μόνος, ἐπειδὴ οἱ λοιποὶ ἀπέστησαν, ἠναντιούμην: ὑμᾶς δ᾽, ὦ βουλή, τοὺς ἐπὶ τὰ κρείττω τὴν ἐλπίδα λαμβάνοντας καὶ πάντα [p. 72] τῷ δήμῳ δίκαιά τε καὶ ἄδικα προθύμως χαριζομένους ἄμεινον ἐμοῦ δόξαι φρονεῖν. [2] ἐπειδὴ δ᾽ οὐχ, ὡς ἐβουλόμην τε καὶ τοῖς θεοῖς ηὐχόμην, τὰ πράγματα ὑμῖν κεχώρηκεν, ἀλλ᾽ ὡς ᾤμην, καὶ περιεστήκασιν αἱ χάριτες ὑμῖν εἰς φθόνους καὶ μίση, τὸ μὲν ἐπιτιμᾶν τοῖς ἡμαρτημένοις ὑμῖν καὶ λυπεῖν ὑμᾶς διὰ κενῆς, ὃ ῥᾷστόν ἐστι καὶ πᾶσιν ὡς τὰ πολλὰ ποιεῖν σύνηθες, οὐκ ἐν καιρῷ νυνὶ γενησόμενον ὁρῶν ἐάσω. ἐξ ὧν δὲ τά τε παρελθόντα ἐπανορθωσόμεθα, ὅσα μὴ παντάπασιν ἀνιάτως ἔχει, καὶ περὶ τῶν παρόντων ἄμεινον φρονήσομεν, [3] ταῦτα πειράσομαι λέγειν. καίτοι με οὐ λέληθεν, ὅτι μαίνεσθαι καὶ θανατᾶν δόξω τισὶν ὑμῶν γνώμην περὶ τούτων ἐλευθέραν ἀποφαινόμενος ἐνθυμουμένοις, ἡλίκους ἔχει κινδύνους ὁ μετὰ παρρησίας λόγος, καὶ τὰς Μαρκίου συμφοράς, ὃς οὐ δι᾽ ἕτερόν τι νυνὶ τὸν ὑπὲρ τῆς ψυχῆς ἀγῶνα τρέχει, λογιζομένοις. [4] ἀλλ᾽ οὐκ οἴομαι δεῖν τῆς ἰδίας ἀσφαλείας πλείω ποιεῖσθαι πρόνοιαν ἢ τῆς κοινῆς ὠφελείας. δέδοται γὰρ ἤδη τοῖς ὑπὲρ ὑμῶν κινδύνοις τὸ σῶμα τοὐμόν, ὦ βουλή, καὶ καθωσίωται τοῖς ὑπὲρ τῆς πόλεως ἀγῶσιν, ὥστε ὅ τι ἂν τῷ δαίμονι δοκῇ, μετὰ πάντων τε καὶ σὺν ὀλίγοις, εἰ δ᾽ ἀνάγκη καὶ
μόνος εὐγενῶς πείσομαι: ἕως δ᾽ ἂν ἔχω τὴν ψυχήν, οὐδείς με ἀφέξει φόβος μὴ οὐχ ἃ φρονῶ λέγειν. [p. 73]
πρῶτον μὲν οὖν τοῦθ᾽ ὑμᾶς ἤδη ποτὲ ἀξιῶ βεβαίως μαθεῖν, ὅτι δυσμενῆ καὶ πολέμιον ἔχετε τῇ καθεστώσῃ πολιτείᾳ τὸν δημοτικὸν ὄχλον, καὶ πάνθ᾽ ὅσα μαλακισθέντες αὐτῷ συνεχωρήσατε μάτην θ᾽ ὑμῖν ἀνήλωται καὶ καταφρονήσεως αἴτια γέγονεν, ὡς διὰ τὴν ἀνάγκην συγχωρηθέντα ὑφ᾽ ὑμῶν, ἀλλ᾽ [2] οὐκ ἀπ᾽ εὐνοίας οὐδὲ κατὰ κρίσιν. σκοπεῖτε γὰρ οὕτως. ὅτ᾽ ἀπέστη λαβὼν τὰ ὅπλα ὁ δῆμος ἀφ᾽ ὑμῶν καὶ πολέμιος ὑμῖν ἐτόλμησεν ἐκ τοῦ φανεροῦ γενέσθαι, ἀδικηθεὶς μὲν οὐδέν, τὸ μὴ δύνασθαι δὲ τὰ χρέα τοῖς συμβεβληκόσι διαλῦσαι σκηπτόμενος, καὶ εἰ ψηφίσαισθε ὑμεῖς χρεῶν τ᾽ ἀποκοπὰς καὶ ἄδειαν ὧν ἥμαρτε κατὰ τὴν ἀπόστασιν οὐθενὸς ἔτι δεήσεσθαι ἔφησεν, ἔγνωσαν οἱ πλείους ὑμῶν, οὐ γὰρ δὴ πάντες γε, παρακρουσθέντες ὑπὸ τῶν συμβούλων, ὡς μή ποτε ὤφελον, ἀκυρῶσαι τοὺς ἐπὶ τῇ πίστει τεθέντας νόμους καὶ μηθενὸς τῶν τότε γεγενημένων μνησικακεῖν ἀδικημάτων. [3] οὐκ ἠγάπησε ταύτης τυχὼν τῆς χάριτος, ἧς μόνης μεμνημένος ἔφη πεποιῆσθαι τὴν ἀπόστασιν, ἀλλ᾽ εὐθὺς ἑτέραν ἔτι ταύτης ᾔτει μείζω καὶ παρανομωτέραν δωρεάν, ἐξουσίαν αὐτῷ δοθῆναι δημάρχους ἐξ αὐτοῦ καθ᾽ ἕκαστον ἔτος ἀποδεικνύναι, πρόφασιν μὲν ποιούμενος τὴν ἡμετέραν ἰσχύν, ἵνα δὴ τοῖς ἀδικουμένοις καὶ κατισχυομένοις [p. 74] τῶν πενήτων ἐπικουρία τις ὑπάρχῃ καὶ καταφυγή: ὡς δὲ τἀληθὲς εἶχεν, ἐπιβουλεύων τῷ κόσμῳ τῆς πολιτείας καὶ εἰς δημοκρατίαν περιστῆσαι τὰ πράγματα [4] βουλόμενος. καὶ τοῦτ᾽ ἔπεισαν ἡμᾶς οἱ σύμβουλοι τὸ ἀρχεῖον ἐᾶσαι παρελθεῖν εἰς τὴν πόλιν ἐπὶ τῷ κοινῷ παραγινόμενον κακῷ, καὶ μάλιστ᾽ ἐπὶ τῷ κατὰ τῆς βουλῆς φθόνῳ, πολλά, εἴπερ ἄρα μέμνησθε, κεκραγότος ἐμοῦ καὶ μαρτυρομένου θεούς τε καὶ ἀνθρώπους ὅτι πόλεμον ἐμφύλιον ἄπαυστον εἰς τὴν πόλιν εἰσάξετε, καὶ πάνθ᾽ ὅσα ὑμῖν προβέβηκε λέγοντος.
τί οὖν ἐποίησεν ὁ χρηστὸς ἡμῖν δῆμος, ἐπειδὴ καὶ ταύτην αὐτῷ συνεχωρήσατε τὴν ἀρχήν; οὐκ ἐταμιεύσατο τὴν τοσαύτην χάριν οὐδ᾽ ἔλαβεν αἰσχυνομένως αὐτὴν καὶ σωφρόνως, ἀλλ᾽ ὡς δεδοικόσι τὴν ἰσχὺν αὐτοῦ καὶ κατεπτηχόσιν ἡμῖν ... ἔπειτα ἱερὰν καὶ ἄσυλον ἔφη δεῖν ἀποδειχθῆναι τὴν ἀρχὴν ὅρκοις ἐμπεδωθεῖσαν, κρείττω τιμὴν αἰτούμενος ἧς δεδώκατε ὑμεῖς τοῖς ὑπάτοις. ὑπεμείνατε καὶ τοῦτο καὶ στάντες ἐπὶ τῶν τομίων κατ᾽ ἐξωλείας ἑαυτῶν τε καὶ τῶν ἀπογόνων ὠμόσατε. [2] τί οὖν ἐποίησε καὶ τούτου τυχών; ἀντὶ τοῦ χάριτας ὑμῖν εἰδέναι καὶ σώζειν τὸν πάτριον κόσμον τῆς πολιτείας, ἀρξάμενος ἀπὸ τούτων τῶν πλεονεξιῶν καὶ ταύταις ταῖς παρανομίαις ἀφορμαῖς τῶν [p. 75] ὕστερον χρησάμενος νόμους τ᾽ ἀπροβουλεύτους εἰσφέρει, καὶ τούτους ἐπιψηφίζει δίχα τῆς ὑμετέρας γνώμης, καὶ οἷς ἂν ὑμεῖς ἐκφέρητε δόγμασιν οὐ προσέχει τὸν νοῦν, καὶ τῶν ὑπάτων ὡς οὐκ ὀρθῶς τὴν πόλιν ἐπιτροπευόντων κατηγόρει, καὶ τοῖς ἐκβαίνουσι παρὰ τὰς ὑμετέρας συνθήκας: πολλὰ δ᾽ ἐστίν, ὧν οὐ δύναται στοχάσασθαι λογισμὸς ἀνθρώπινος: οὐ τὴν τύχην, ὥσπερ ἐχρῆν, ἀλλὰ τὴν ὑμετέραν ἐπιγράφει διάνοιαν, ἐπιβουλεύεσθαί θ᾽ ὑφ᾽ ὑμῶν σκηπτόμενος καὶ δεδιέναι, μὴ τὴν ἐλευθερίαν ἀφέλησθε ἢ τῆς πατρίδος ἐκβάλητε, αὐτὸς ἐφ᾽ ὑμῖν ταῦτα μηχανώμενος διατελεῖ, καὶ τὸ μὴ παθεῖν ὃ δεδοικέναι φησίν, οὐκ ἄλλῳ τινὶ φυλαττόμενος δῆλός ἐστιν, ἢ τῷ δρᾶσαι φθάσας. [3] ἐδήλωσε δὲ τοῦτο πολλάκις μὲν καὶ πρότερον καὶ ἐπὶ πολλῶν ὧν ἐξείργομαι μεμνῆσθαι κατὰ τὸ παρόν, μάλιστα δὲ Μάρκιον τουτονὶ τὸν φιλόπολιν ἄνδρα, οὔτε προγόνων ἀφανῶν ὄντα οὔτ᾽ αὐτὸν ἀρετῇ λειπόμενον οὐθενὸς ἡμῶν, αἰτιασάμενος ἐπιβουλεύειν αὐτῷ καὶ πονηρὰς ἐνθάδε γνώμας λέγειν, ἄκριτον ἐπεχείρησεν ἀποκτεῖναι. [4] καὶ εἰ μὴ δεινὸν ἡγησάμενοι τὸ πρᾶγμα οἵ θ᾽ ὕπατοι καὶ ὑμῶν οἱ τὰ κρείττω φρονοῦντες συνεστράφητε καὶ τὴν παρανομίαν ἐπέσχετε αὐτῶν, ἐν μιᾷ τῇ τότε ἡμέρᾳ πάντ᾽ ἂν ἀφῃρέθητε, ὅσα οἱ πατέρες θ᾽ ὑμῖν σὺν πολλοῖς κτησάμενοι πόνοις κατέλιπον καὶ αὐτοὶ ὑμεῖς οὐκ ἐλάττους ἀγῶνας ἐκείνων ὑποστάντες ἔχετε, τὸ ἀξίωμα, τὴν ἡγεμονίαν, τὴν ἐλευθερίαν: οἱ δὲ γενναιότεροι [p. 76] καὶ οὐκ ἀγαπήσαντες αὐτὸ τὸ ζῆν, εἰ μὴ μετὰ τούτων ἐμέλλετε τῶν ἀγαθῶν βιώσεσθαι, τὰς ψυχὰς ἂν πρότερον ἢ ταῦτ᾽ ἀφῃρέθητε, οἱ μὲν εὐθύς, οἱ δ᾽ οὐκ εἰς μακράν. [5] τί γὰρ ἂν τὸ κωλῦσον ἦν οὕτως αἰσχρῶς καὶ κακῶς Μαρκίου τοῦδε ἀναρπασθέντος ὥσπερ ἐν ἐρημίᾳ κἀμὲ μετὰ τοῦτον ἀπολωλέναι διασπασθέντα ὑπὸ τῶν ἐχθρῶν, καὶ πάντας, ὅσοι πώποτ᾽ ἠναντιώθησαν, καὶ τὸ λοιπὸν ἔμελλον ἐναντιώσεσθαι ταῖς παρανόμοις ἐπιθυμίαις τοῦ δήμου; οὐ γὰρ ἂν ἠρκέσθη τοὺς δύο μόνους ἡμᾶς ἐκποδὼν ποιησάμενος, οὐδὲ μέχρι δεῦρ᾽ ἐλθὼν ἀπέστη τῆς παρανομίας, εἰ δεῖ τὰ μέλλοντα τεκμαίρεσθαι τοῖς γεγονόσιν, ἀλλ᾽ ἀφ᾽ ἡμῶν ἀρξάμενος ἅπαν τὸ ἀντίπαλον καὶ μὴ εἶκον ὥσπερ χειμάρρους πολὺς ἐμπεσὼν παρέσυρεν ἂν καὶ κατήνεγκεν, οὔτ᾽ εὐγενείας φειδόμενος οὔτ᾽ ἀρετῆς οὔθ᾽ ἡλικίας.
ταύτας ὑμῖν ὁ δῆμος, ὦ βουλή, τὰς καλὰς ἀμοιβὰς ἀνθ᾽ ὧν ἔπαθεν ἀγαθῶν πολλῶν ὄντων κα
ὶ μεγάλων τὰς μὲν ἀπέδωκεν ἤδη, τὰς δ᾽ ἀποδώσειν ἔμελλεν, εἰ μὴ τὸ κωλῦσον παρ᾽ ὑμᾶς ἐγένετο. ἄγε δὴ νῦν κἀκεῖνα ἐνθυμήθητε πάλιν, ἃ μετὰ τοῦτο τὸ γενναῖον καὶ σῶφρον ὑμῶν ἔργον ἔδρασεν, ἵνα γνῶτε, [2] ὅντινα χρὴ τρόπον αὐτῷ προσφέρεσθαι. ἐκεῖνος τοίνυν ὡς ἔμαθεν ὑμᾶς οὐκέτι φέροντας αὐτοῦ τὴν ὕβριν, [p. 77] ἀλλ᾽ ὁμόσε χωρεῖν παρεσκευασμένους, ἔπτηξε καὶ μικρὸν ἀναλαβὼν ἑαυτὸν ὥσπερ ἐκ μέθης καὶ μανίας ἀπὸ μὲν τοῦ βιάζεσθαι κατέβη, ἐπὶ τὸ δικάζεσθαι δ᾽ ἐτράπετο: καὶ προειπὼν ἡμέραν ῥητὴν εἰς αὐτὴν ἐκάλει τὸν ἄνδρα ὡς δίκην ὑφέξοντα, ἧς αὐτὸς ἔμελλεν ἔσεσθαι κατήγορός τε καὶ μάρτυς καὶ δικαστὴς καὶ τοῦ [3] μεγέθους τῆς τιμωρίας κύριος. ἐπειδὴ δὲ καὶ πρὸς τοῦτ᾽ ἐνέστητε νομίσαντες οὐκ ἐπὶ δίκην, ἀλλ᾽ ἐπὶ τιμωρίαν καλεῖσθαι τὸν ἄνδρα, ὁρῶν ὡς οὐδενὸς αὐτοκράτωρ ἐστὶ πράγματος, ἀλλ᾽ ὅσ᾽ ἂν ὑμεῖς προβουλεύσητε, ταῦτ᾽ ἐπιψηφίσαι κύριος, τῆς τ᾽ αὐθαδείας, ἧς πολὺς ἔπνει τότε, ὑφεῖται νυνὶ καὶ δεησόμενος ὑμῶν ἥκει συγχωρῆσαι καὶ ταύτην αὐτῷ τὴν χάριν. [4] ἐνθυμούμενοι δὴ ταῦτ᾽ αἴσθεσθε ἤδη ποτὲ καὶ μάθετε, ὅτι πάνθ᾽, ὅσα μὲν εὐηθέστερα βουλευσάμενοι μᾶλλον ἢ φρονιμώτερα ἐχαρίσασθε, αὐτῷ συμφορὰς ὑμῖν ἐνήνοχε καὶ βλάβας, ὅσα δὲ μετὰ τοῦ γενναίου στάντες τοῖς παρανόμοις αὐτοῦ καὶ βιαίοις ἠναντιώθητε, ταῦθ᾽ ὑμῖν εἰς δέον ἐκβέβηκε. [5] τί οὖν ὑμῖν ἐπισταμένοις ταῦτα παραινῶ πράττειν καὶ τίνα γνώμην ὑπὲρ τῶν παρόντων ἀποφαίνομαι; ὅσα μὲν ἐχαρίσασθε καὶ συνεχωρήσατε τῷ δήμῳ τὴν ἔχθραν διαλλαττόμενοι ὁπωσδήποτε φυλάττειν κύρια, καὶ μὴ λύειν τῶν τότε συγχωρηθέντων μηθέν, οὐχ ὡς καλῶν καὶ τῆς πόλεως ἀξίων ὄντων: πόθεν γάρ; ἀλλ᾽ ὡς ἀναγκαίων καὶ μηκέτι δεχομένων διόρθωσιν: ὅσα δ᾽ ἂν ἔξω τούτου βιαζόμενος καὶ παρανομῶν ἀκόντων ὑμῶν ἐπιχειρῇ λαμβάνειν μήτε συγχωρεῖν [p. 78] αὐτῷ μήτ᾽ ἐπιτρέπειν, ἀλλ᾽ ἀντιπράττειν λόγοις τε καὶ ἔργοις καὶ ὁμοῦ πάντας καὶ ἕνα ἕκαστον ἰδίᾳ. [6] οὐ γάρ, ἂν ἅπαξ ἁμάρτῃ τις εἴτ᾽ ἀπατηθεὶς εἴτ᾽ ἀναγκασθείς, καὶ τὰ λοιπὰ ὅμοια δεῖ πράττειν, ἀλλ᾽ ἐκείνου μεμνημένους τἆλλα ὅπως μὴ τοιαῦτα γενήσεται σκοπεῖν. ταῦτα μὲν οὖν ἐστιν, ἃ κοινῇ πάντας ὑμᾶς οἴομαι δεῖν ἐγνωκότας εἶναι, καὶ παρεσκευάσθαι πρὸς τὰς ἀδίκους τοῦ δήμου πλεονεξίας παραινῶ.