Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 255
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 255

by Dionysius of Halicarnassus


  ὡς δὲ καὶ τοῦτο, περὶ οὗ νυνὶ πρόκειται σκοπεῖν ὅμοιόν ἐστι τοῖς ἄλλοις ἐγχειρήμασιν αὐτοῦ τοῖς ἀδίκοις καὶ παρανόμοις, καὶ οὐχ, οἷον ὁ δήμαρχος ἐξαπατῶν ὑμᾶς ἐπειρᾶτο ἀποφαίνειν, δίκαιον καὶ μέτριον, μάθετε οἱ μήπω σαφῶς εἰδότες. ὁ μὲν οὖν νόμος ὁ περὶ τῶν δικαστηρίων τῶν δημοτικῶν, ᾧ Δέκιος ἐκρατύνατο μάλιστα, οὐ καθ᾽ ὑμῶν ἐγράφη τῶν πατρικίων, ἀλλ᾽ ὑπὲρ ἀσφαλείας τῶν κατισχυομένων δημοτικῶν, ὡς αὐτός τε δηλοῖ γραφὰς ἔχων οὐκ ἀμφιβόλους, καὶ [2] ὑμεῖς τοῦτο πάντες ἀεὶ λέγετε καλῶς ἐπιστάμενοι. μέγα δὲ τούτου σημεῖόν ἐστιν, ὃ καὶ παντὸς ἀμφισβητουμένου δικαίου κριτήριον εἶναι δοκεῖ κράτιστον, ὁ χρόνος ἐννεακαιδεκέτης ἤδη γεγονώς, ἐξ οὗ ὁ νόμος οὗτος ἐτέθη: ἐν ᾧ παντὶ Δέκιος οὐκ ἂν ἔχοι δεῖξαι δίκην οὐδεμίαν οὔτε δημοσίαν κατ᾽ οὐδενὸς τῶν πατρικίων ἐν τῷ νόμῳ δεδικασμένην, οὔτ᾽ ἰδίαν: εἰ δὲ φήσει, [p. 79] [3] δειξάτω καὶ μηθὲν ἔτι δεόμεθα λόγου. αἱ δ᾽ ὁμολογίαι, καθ᾽ ἃς διελύσασθε πρὸς τοὺς δημότας αἱ νεωστὶ γενόμεναι: χρὴ γὰρ καὶ περὶ τούτων ὑμᾶς μαθεῖν, ἐπειδὴ πονηρὸς ἐξηγητὴς ὁ δήμαρχος αὐτῶν ἐγένετο: δύο ταῦτα συγχωρήματα περιέχουσιν: ἀφεῖσθαι τοὺς δημοτικοὺς τῶν χρεῶν, καὶ τὴν ἀρχὴν τήνδε ἀποδείκνυσθαι καθ᾽ ἕκαστον ἐνιαυτὸν ἐπικουρίας ἕνεκα τῶν κατισχυομένων καὶ κωλύσεως, ἄλλο δὲ παρὰ ταῦτ᾽ οὐδέν. [4] μέγιστον δ᾽ ὑμῖν γενέσθω τεκμήριον, ὅτι οὔθ᾽ ὁ νόμος οὔθ᾽ αἱ συνθῆκαι κατ᾽ ἀνδρὸς πατρικίου δικάζειν τῷ δήμῳ δεδώκασιν ἐξουσίαν, ὃ ποιεῖ νῦν αὐτὸς ὁ δῆμος. αἰτεῖται γὰρ αὐτὸ παρ᾽ ὑμῶν τήμερον, ὡς πρότερόν γ᾽ οὐκ ἔχων: οὐδεὶς δ᾽ ἂν ἀξιώσειέ τι παρ᾽ ἄλλων λαμβάνειν, [5] ὧν ἐστι νόμῳ κύριος. δίκαιον δὲ φύσεως ἀνομοθέτητον, ὦ βουλή, πῶς ἂν εἴη τοῦτο: καὶ γὰρ τοῦτο Δέκιος ὑμᾶς ᾤετο δεῖν σκοπεῖν: τοῖς μὲν δημόταις, ἅς τ᾽ ἂν φύγωσι δίκας ὑπὸ τῶν πατρικίων καὶ ἃς ἂν ἐκείνους διώκωσι, τὸν δῆμον δικάζειν, τοῖς δὲ πατρικίοις μήθ᾽ ὅταν ἐπάγωσί τινα τῶν δημοτικῶν δίκην μήθ᾽ ὅταν αὐτοὶ κινδυνεύσωσι τοὺς πατρικίους τὰ νείκη διαιτᾶν, ἀλλὰ τούτοις μὲν ἀμφότερα ἐξεῖναι πλεονεκτεῖν, [6] ἡμῖν δ᾽ οὐδετέρου τῶν δικαίων μετέχειν; εἰ [p. 80] δέ τι Μάρκιος ἀδικεῖ τὸν δῆμον, ἢ καὶ ἄλλος τῶν πατρικίων ὁστισοῦν καὶ δίκαιός ἐστιν ἀποθανεῖν ἢ τῆς πόλεως ἐκπεσεῖν, μὴ παρ᾽ αὐτοῖς, ἀλλ᾽ ἐνθάδε κριθεὶς διδότω δίκας, ὥσπερ ἐστὶ νόμιμον. εἰ μὴ ἄρα, ὦ Δέκιε, ὁ μὲν δῆμος ἴσος ἔσται δικαστὴς καὶ οὐθὲν ἂν χαρίσαιτο αὑτῷ πρὸς ἀνδρὸς ἐχθροῦ τὴν ψῆφον ἐπιφέρων: οὗτοι δ᾽ εἰ γένοιντο τῆς ψήφου κύριοι τὸν ἀδικοῦντα περὶ πλείονος ποιήσονται τῆς ἀδικουμένης ὑπ᾽ αὐτοῦ πόλεως, μέλλοντες ἀρὰν καὶ ἐπιορκίαν καὶ μῖσος μὲν παρ᾽ ἀνθρώπων, χόλον δὲ παρὰ θεῶν ἐκ τῆς δίκης ἀποίσεσθαι καὶ μετὰ πονηρῶν ἐλπίδων ζῆν. [7] οὐκ ἀξιῶ ταῦτα περὶ τῆς βουλῆς ὑμᾶς, ὦ δημόται, σκοπεῖν, ᾗ τιμὰς καὶ ἀρχὰς καὶ τὰ κράτιστα τῶν ἐν τῇ πόλει παραχωρεῖν ὁμολογεῖτε δι᾽ ἀρετήν, καὶ πολλὰς χάριτας εἰδέναι φατὲ τῆς προθυμίας, ἣν ἀπεδείξατο περὶ τὴν κάθοδον ὑμῶν. μάχεται ταῦτ᾽ ἀλλήλοις: καὶ οὐκ ἔχει λόγον, οὓς ἐπαινεῖτε, τούτους φοβεῖσθαι καὶ ἅμα τοῖς αὐτοῖς περὶ μὲν τῶν μειζόνων ἐπιτρέπειν, περὶ δὲ [8] τῶν ἄλλων ἀπιστεῖν. τί δ᾽ οὐχὶ μιᾷ χρώμενοι γνώμῃ ἢ πάντα πιστεύετε αὐτοῖς ἢ περὶ πάντων ἀπιστεῖτε; ἀλλὰ προβουλεῦσαι μὲν αὐτοὺς τὰ δίκαια ἱκανοὺς εἶναι νομίζετε, δικάσαι δὲ περὶ αὐτῶν τούτων ὧν προβουλεύουσιν οὐχ ἱκανούς. πολλὰ καὶ ἄλλα περὶ τῶν δικαίων εἶχον, ὦ βουλή, λέγειν, ἀλλὰ καὶ ταῦθ᾽ ἱκανά.

  ἐπειδὴ δὲ καὶ περὶ τοῦ συμφέροντος ἐπειρᾶτο λέγειν Δέκιος, ὡς ἀγαθὸν μὲν ὁμόνοια, δεινὸν [p. 81] δὲ στάσις, καὶ θεραπεύοντες μὲν τὸν δῆμον ἐν ὁμονοίᾳ πολιτευσόμεθα, κωλύσαντες δ᾽ οὓς βούλονται τῶν πατρικίων ἀνδρηλατεῖν ἢ μιαιφονεῖν εἰς πόλεμον ἐμφύλιον καταστησόμεθα, πολλὰ λέγειν ἔχων ὀλίγοις πάνυ χρήσομαι. [2] πρῶτον μὲν οὖν θαυμάσαι ἔχω Δέκιον τῆς εἰρωνείας: οὐ γὰρ ἠλιθιότητός γε: εἰ κρεῖττον οἴεται τὰ συμφέροντα τῷ κοινῷ φρονεῖν ἑαυτόν, ὃς ἄρτι παρελήλυθεν εἰς πολιτικὰς πράξεις, ἡμῶν τῶν καταγεγηρακότων ἐν αὐταῖς καὶ μεγάλην ἐκ μικρᾶς πεποιηκότων τὴν πόλιν. ἔπειτ᾽ εἰ πείσειν ὑπέλαβεν ὑμᾶς, ὡς χρὴ παραδοῦναί τινα ἔκδοτον ἐπὶ τιμωρίᾳ τοῖς ἐχθροῖς καὶ ταῦτα πολίτην ὑμέτερον καὶ οὐχὶ τῶν ἀφανῶν τινα πολιτῶν ἢ φαύλων, ἀλλ᾽ ὃν αὐτοὶ καὶ τὰ πολέμια λαμπρότατον ἡγεῖσθε εἶναι καὶ τὸν βίον σωφρονέστατον τά τε πολιτικὰ πράττειν οὐθενὸς χείρονα. [3] καὶ ταῦτ᾽ ἐτόλμησεν εἰπεῖν εἰδὼς ὑμᾶς πλείστην αἰδῶ ποιουμένους ἱκετῶν, καὶ μηδὲ πολεμίων τοὺς καταφεύγοντας ἐνθάδε ταύτης ἀποκλείοντας τῆς φιλανθρωπίας. εἰ δὲ τἀναντία ἡμᾶς ἐγίγνωσκες ἐπιτηδεύοντας, ὦ Δέκιε, ἀνόσια μὲν φρονοῦντας περὶ θεούς, ἄδικα δὲ πράττοντας πρὸς ἀνθρώπους, τί ἂν ἡμῖν τούτου συνεβούλευες ἔργον ὑπομεῖναι δεινότερον, ἀφ᾽ οὗ πρόρριζοι καὶ πανώλεις, μισηθέντες θεοῖς τε καὶ ἀνθρώποις, διαφθαρησόμεθα; [4] οὐ δεόμεθά σου συμβούλου, Δέκιε, οὔτε περὶ πολιτῶν ἐκδόσεως οὔτε περὶ ἄλλου χρήματος ὧν ἡμῖν πρακτέον οὐδενός: οὐδὲ ὀθνείᾳ φρονήσει νέων ἀνδρῶν τὰ οἰκε
ῖα συμφέροντα κρίνειν οἰόμεθα δεῖν οἱ [p. 82] μέχρι τῆσδε τῆς ἡλικίας διὰ πολλῆς πείρας κακῶν τε καὶ ἀγαθῶν ἐληλυθότες. πολέμου δ᾽ ἀπειλάς, αἷς χρώμενοι φοβεῖτε ἡμᾶς, οὐ νῦν πρῶτον ἐπαγομένας ὑφ᾽ ὑμῶν, ἀλλὰ πολλάκις ἤδη καὶ ὑπὸ πολλῶν ἐπανασεισθείσας τῇ συνήθει πρᾳότητι παραδόντες ἀκαταπλήκτως οἴσομεν. [5] καὶ εἰ δήπερ δράσετε τὰ ὅμοια οἷς λέγετε, ἀμυνούμεθα θεούς τε συναγωνιστὰς ἔχοντες, οἳ νεμεσῶσι τοῖς ἄρχουσι πολέμου ἀδίκου, καὶ ἀνθρώπων ἕξοντες χεῖρα οὐκ ὀλίγην σύμμαχον. Λατῖνοί τε γὰρ ἅπαντες, οἷς νεωστὶ τὴν ἰσοπολιτείαν δεδώκαμεν, σὺν ἡμῖν στήσονται, ὡς περὶ πατρίδος ἤδη τῆς πόλεως τῆσδε ἀγωνιζόμενοι, αἵ τ᾽ ἐνθένδε ἀποικισθεῖσαι πόλεις πολλαὶ καὶ ἀγαθαὶ περὶ παντὸς ποιούμεναι σώζεσθαι τὴν μητρόπολιν ἀμυνοῦσιν αὐτῇ. [6] εἰ δ᾽ εἰς ἀνάγκην ἡμᾶς κατακλείσετε τῆς πανταχόθεν ἐπικουρίας περιέχεσθαι, ὑπομενοῦμεν, ὦ Δέκιε, καὶ θεράποντας εἰς ἐλευθερίαν προκαλούμενοι καὶ πολεμίους εἰς φιλίαν καὶ πάντας ἀνθρώπους εἰς κοινωνίαν τῶν ἐκ τῆς νίκης ἐλπίδων ὁμόσε χωρεῖν ὑμῖν. μηθενὸς δὲ τούτων δεήσειεν, ὦ Ζεῦ καὶ θεοὶ πάντες οἱ πόλιν τὴν Ῥωμαίων κατέχοντες, ἀλλ᾽ εἴη μέχρι λόγων τὰ φοβερὰ ταῦτ᾽ ἐλθεῖν, ἔργον δὲ μηθὲν ἐξ αὐτῶν γένοιτ᾽ ἄχαρι.

  ταῦτα μὲν Ἄππιος εἶπεν. Μάνιος δὲ Οὐαλέριος ὁ δημοτικώτατος τῶν ἐκ τοῦ συνεδρίου καὶ περὶ [p. 83] τὰς διαλλαγὰς πλείστην ἀποδειξάμενος προθυμίαν φανερῶς καὶ τότε τῷ δήμῳ συνελάμβανε καὶ λόγον διεξῆλθε μετὰ πολλῆς συγκείμενον φροντίδος, ἐπιτιμῶν μὲν τοῖς οὐκ ἐῶσι μίαν εἶναι τὴν πόλιν, ἀλλὰ διαιροῦσι τὸ δημοτικὸν ἀπὸ τῶν πατρικίων καὶ διὰ μικρὰς προφάσεις πολέμους ἀναζωπυροῦσιν ἐμφυλίους: ἐπαινῶν δὲ τοὺς ἓν τὸ συμφέρον καὶ κοινὸν ἡγουμένους καὶ πάντ᾽ ἐλάττω τῆς ὁμονοίας τιθεμένους, διδάσκων, ὡς, εἰ γένοιτο τῆς δίκης ὁ δῆμος, ὥσπερ ἀξιοῖ, κύριος, καὶ ταύτην παρὰ τοῦ συνεδρίου τὴν χάριν ἑκόντος λάβοι, τάχα μὲν οὐδ᾽ ἐπέξεισιν ἄχρι τέλους, ἀλλ᾽ ἀρκεσθεὶς αὐτῷ τῷ κεκρατηκέναι τοῦ σώματος ἐπιεικέστερον μᾶλλον ἢ χαλεπώτερον αὐτῷ χρήσεται. [2] εἰ δ᾽ ἄρα ἐκ παντὸς οἰομένων τρόπου τῶν δημάρχων τέλος ἐπιθεῖναι δεῖν νόμιμον τῇ δίκῃ τῆς ψήφου γενήσεται κύριος, ἀπολύσει τὸν ἄνδρα τῆς αἰτίας αἰδούμενος μὲν αὐτὸ τὸ κινδυνεῦον σῶμα, οὗ πολλὰ καὶ καλὰ ἔργα ἔχει μεμνῆσθαι, ἀνταποδιδοὺς δὲ ταύτην τὴν χάριν τῇ παρασχούσῃ τὴν ἐξουσίαν αὐτῷ βουλῇ καὶ πρὸς μηδὲν ἐναντιωθείσῃ [3] τῶν μετρίων. παρεῖναι μέντοι τῇ δίκῃ συνεβούλευε καὶ συναπολογεῖσθαι τῷ ἀνδρὶ καὶ τὸν δῆμον ἀξιοῦν μηθὲν διαγνῶναι περὶ αὐτοῦ χαλεπὸν τούς θ᾽ ὑπάτους καὶ τοὺς ἐκ τοῦ συνεδρίου πάντας καὶ τοὺς ἄλλους πατρικίους κατὰ πλῆθος ἀφικομένους: συνοίσειν [p. 84] γὰρ οὐ μικρὰ τῷ κινδυνεύοντι καὶ τούτους εἰς σωτηρίας ῥοπήν: καὶ μὴ μόνον αὐτοὺς οὕτως ἔχειν ταῖς γνώμαις, ἀλλὰ καὶ πελάτας ἕκαστον τοὺς αὑτοῦ παρακαλεῖν καὶ φίλους συνάγειν, καὶ εἴ τινας οἰκείως ἔχειν σφίσι τῶν δημοτικῶν δι᾽ εὐεργεσίας ὑπολαμβάνουσι, καὶ τούτους νυνὶ τὴν πρότερον ὀφειλομένην χάριν ἐπὶ [4] τῆς ψηφοφορίας ἀπαιτεῖν. τό τε φιλόχρηστον καὶ μισοπόνηρον οὐκ ὀλίγον ἀπέφηνεν ἐκ τοῦ δήμου μέρος ἐσόμενον, καὶ ἔτι πλεῖον τούτου, ὃ πρὸς τὰς τύχας πάσχειν τι τὰς ἀνθρωπίνας καὶ ἐλεεῖν οἶδε τοὺς ἐν τοῖς ἀξιώμασιν, ὅταν εἰς ταπεινὰ πέσωσιν αὐτῶν αἱ [5] τύχαι. ὁ δὲ πλείων λόγος ἐγίνετο αὐτῷ πρὸς τὸν Μάρκιον παράκλησιν ἔχων νουθετήσει μεμιγμένην καὶ δέησιν ἀνάγκῃ. ἠξίου γὰρ αὐτόν, ἐπεὶ διιστάναι τὸν δῆμον ἀπὸ τῆς βουλῆς αἰτίαν ἔχει καὶ τυραννικὸς εἶναι διαβάλλεται διὰ τὴν αὐθάδειαν τοῦ τρόπου, δέος τε παρέστηκεν ἅπασι, μὴ δι᾽ αὐτὸν ἀρχὴ γένηται στάσεως καὶ κακῶν ἀνηκέστων, ἃ φέρουσιν ἐμφύλιοι πόλεμοι, μὴ ποιεῖν ἀληθεῖς καὶ κυρίας τὰς κατ᾽ αὐτοῦ διαβολὰς μένοντα ἐν τῷ φθονουμένῳ τοῦ βίου, ἀλλὰ σχῆμα ταπεινὸν μεταλαβεῖν καὶ τοῖς ἀδικεῖσθαι λέγουσι τὴν ἐξουσίαν τοῦ σώματος παρασχεῖν, καὶ μὴ φεύγειν ἄδικον ἔγκλημα λόγῳ μετὰ δίκης ἀπολυόμενον. [6] ταῦτα γὰρ αὐτῷ πρός τε σωτηρίαν ἀσφαλέστατα εἶναι καὶ πρὸς εὐδοξίαν, ἧς ὀρέγεται, λαμπρότατα καὶ τοῖς προυπηργμένοις [p. 85] ἔργοις ἀκόλουθα. εἰ δ᾽ αὐθαδέστερος ἔσται μᾶλλον ἢ μετριώτερος, καὶ τὴν βουλὴν ἀξιώσει πάντα κίνδυνον δι᾽ ἑαυτὸν ὑπομένειν, κακὴν μὲν ἧτταν, αἰσχρὰν δὲ νίκην τοῖς πεισθεῖσι προσάψειν αὐτὸν ἀπέφαινεν: ἦν τ᾽ ἐνταῦθα πολὺς ὀλοφυρόμενος καὶ τῶν καταλαμβανόντων κακῶν τὰς πόλεις ἐν ταῖς διχοστασίαις τὰ μέγιστα καὶ φανερώτατα ἐπιλεγόμενος.

 

‹ Prev