Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 265
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 265

by Dionysius of Halicarnassus


  ἀγαθὰ μὲν δὴ ταῦτα ὑπάρξει σοι διαλλαττομένῳ, μένοντι δ᾽ ἐπὶ τῆς ὀργῆς καὶ μὴ διαλυομένῳ τὸ μῖσος πρὸς ἡμᾶς πολλὰ καὶ χαλεπά, ἐξ ὧν ἐγὼ δύο τὰ μέγιστα νυνὶ καὶ φανερώτατα ἐρῶ. πρῶτον μὲν ὅτι δυσκόλου γενέσθαι, μᾶλλον δ᾽ ἀδυνάτου πράγματος πονηρὸν ἔρωτα ἔχεις, πόλεως τῆς Ῥωμαίων καθελεῖν τὴν ἰσχὺν καὶ ταῦτα τοῖς Οὐολούσκων ὅπλοις: ἔπειθ᾽ ὅτι σοι κατορθώσαντί τε καὶ δὴ τυχόντι πάντων ἀνθρώπων ὑπάρξει δυστυχεστάτῳ νομίζεσθαι. ἐξ ὧν δὲ ταῦτα παρίσταταί μοι περὶ σοῦ φρονεῖν, ἄκουσον, ὦ Μάρκιε, μηθὲν πρὸς τὴν ἐλευθερίαν μου τῶν λόγων τραχυνόμενος. σκόπει δὲ πρῶτον ὑπὲρ τοῦ ἀδυνάτου. [2] Ῥωμαίοις, ὡς οἶσθα καὶ σύ, πολλὴ μέν ἐστι νεότης ἐπιχώριος, ἧς εἰ τὸ στασιάζον ἐξαιρεθείη: γενήσεται δὲ τοῦτο κατὰ πολλὴν ἀνάγκην νυνὶ διὰ τόνδε τὸν πόλεμον, πάντα γὰρ ὑπὸ δέους κοινοῦ συνίστασθαι φιλεῖ τὰ διάφορα: οὐχ ὅτι Οὐολοῦσκοι κρατήσουσιν, ἀλλ᾽ οὐδὲ ἄλλο τῶν κατὰ τὴν Ἰταλίαν ἐθνῶν οὐθέν: πολλὴ [p. 161] δ᾽ ἡ Λατίνων καὶ τῶν ἄλλων συμμάχων τε καὶ ἀποίκων τῆς πόλεως ἰσχύς, ἣν ὀλίγου πᾶσαν ἐπίκουρον ἥξειν προσδέχου: στρατηγοί τε οἷος σὺ καὶ πρεσβύτεροι καὶ νέοι τοσοῦτοι τὸ πλῆθος, ὅσοι παρὰ πάσαις οὐκ εἰσὶ ταῖς ἄλλαις πόλεσι. [3] μεγίστη δὲ πασῶν βοήθεια καὶ τὰς ἐν τοῖς δεινοῖς ἐλπίδας οὐδέποθ᾽ ἡμῶν ψευσαμένη συμπάσης τ᾽ ἀμείνων ἀνθρωπίνης ἰσχύος, ἡ παρὰ τῶν θεῶν εὔνοια, δι᾽ οὓς οὐ μόνον ἐλευθέραν εἰς τόδε χρόνου τὴν πόλιν τήνδε οἰκοῦμεν ὀγδόην ἤδη τὴν νῦν γενεάν, ἀλλὰ καὶ εὐδαίμονα καὶ πολλῶν ἐθνῶν ἄρχουσαν. [4] μὴ δὲ Πεδανοῖς ἡμᾶς εἰκάσῃς μηδὲ Τολερίνοις μηδὲ τοῖς ἄλλοις μικροπολίταις, ὧν κατέσχες τὰ πολίχνια: καὶ γὰρ ἥττων ἄν τίς σου στρατηγὸς καὶ ἀπ᾽ ἐλάττονος ἢ τοσαύτης στρατιᾶς ὀλιγανθρωπίαν καὶ φαυλότητα ἐρυμάτων ἐβιάσατο: ἀλλ᾽ ἐνθυμοῦ τὸ μέγεθος τῆς πόλεως καὶ τὴν λαμπρότητα τῶν ἐν τοῖς πολέμοις πράξεων καὶ τὴν ἐκ τοῦ θείου παροῦσαν αὐτῇ τύχην, [5] δἰ ἣν ἐκ μικρᾶς τοσαύτη γέγονε. καὶ τὴν σεαυτοῦ δύναμιν, ἣν ἄγων ἔργῳ τοσῷδε ἐπιχειρεῖς, μὴ νόμιζε ἠλλάχθαι, ἀλλὰ μέμνησο ἀκριβῶς, ὅτι Οὐολούσκων τε καὶ Αἰκανῶν στρατιὰν ἐπάγῃ, οὓς ἡμεῖς οἵδε οἱ νῦν ὄντες ἐν πολλαῖς ἐνικῶμεν μάχαις, ὁσάκις ἡμῖν ἐτόλμησαν εἰς πόλεμον καταστῆναι: ὥστε σὺν τοῖς χείροσιν ἀγωνίζεσθαι μέλλων ἴσθι πρὸς τοὺς κρείττονας καὶ σὺν τοῖς ἡττωμένοις διὰ παντὸς πρὸς τοὺς νικῶντας ἀεί. [6] εἰ δὲ δὴ τἀναντία τούτων ἦν, ἐκεῖνό γέ τοι θαυμάζειν [p. 162] ἄξιον, πῶς λέληθέ σε πολεμικῶν ὄντα πραγμάτων ἔμπειρον, ὅτι τὸ παρὰ τὰ δεινὰ εὔτολμον οὐκ ἐξ ἴσου παραγίνεσθαι φιλεῖ τοῖς θ᾽ ὑπὲρ οἰκείων ἀγαθῶν ἀγωνιζομένοις καὶ τοῖς ἐπὶ τἀλλότρια πορευομένοις: οἱ μέν γ᾽ οὐδέν, ἐὰν μὴ κατορθώσωσι, βλάπτονται, τοῖς δ᾽ οὐδέν, ἐὰν πταίσωσι, καταλείπεται: καὶ τοῦ σφάλλεσθαι τὰς μεγάλας δυνάμεις ὑπὸ τῶν ἐλαττόνων καὶ τὰς κρείττους ὑπὸ τῶν φαυλοτέρων τοῦτ᾽ ἐν τοῖς μάλιστ᾽ αἴτιον ἦν. δεινὴ γὰρ ἡ ἀνάγκη, καὶ ὁ περὶ τῶν ἐσχάτων κίνδυνος ἱκανὸς θάρσος ἐνθεῖναί τινι καὶ μὴ προϋπάρχον φύσει. εἶχον ἔτι πλείω λέγειν ὑπὲρ τοῦ ἀδυνάτου, ἀλλὰ καὶ ταῦθ᾽ ἱκανά.

  εἷς ἔτι μοι καταλείπεται λόγος, ὃν εἰ μὴ μετ᾽ ὀργῆς, ἀλλ᾽ ἐκ λογισμοῦ κρινεῖς, ὀρθῶς τ᾽ εἰρῆσθαι δόξει καὶ παραστήσεταί σοι μεταμέλεια τῶν πραττομένων. τίς δ᾽ ἐστιν οὗτος ὁ λόγος; οὐδενὶ θνητῷ φύντι θεοὶ τῶν μελλόντων ἔσεσθαι βεβαίαν ἐπιστήμην ἔδωκαν ἔχειν, οὐδ᾽ ἂν εὕροις ἐκ τοῦ παντὸς αἰῶνος, ὅτῳ πάντα κατὰ νοῦν ἐχώρησε τὰ πράγματα μηδὲν ἐναντιωθείσης τῆς τύχης. [2] καὶ διὰ τοῦτο οἱ φρονήσει προὔχοντες ἑτέρων, ἣν ὁ μακρὸς βίος καὶ τὰ πολλὰ μαθήματα φέρει, πρὶν ἐγχειρεῖν ὁτῳδήποτε ἔργῳ, τὸ τέλος αὐτοῦ πρῶτον οἴονται δεῖν σκοπεῖν, οὐ θάτερον μόνον, ὃ βούλονται γενέσθαι σφίσιν, ἀλλὰ καὶ τὸ παρὰ [p. 163] γνώμην ἐκβησόμενον: μάλιστα δ᾽ οἱ τῶν πολέμων ἡγεμόνες, ὅσῳ μειζόνων τε γίνονται πραγμάτων κύριοι, καὶ τὰς αἰτίας τῶν κατορθωμάτων ἢ σφαλμάτων ἅπαντες ἐπὶ τούτους ἀναφέρουσιν. ἔπειτ᾽ ἂν μὲν εὕρωσι μηδεμίαν ἐνοῦσαν ἢ μικρὰς καὶ ὀλίγας ἐν τῷ μὴ κατορθῶσαι βλάβας, ἅπτονται τῶν ἔργων, ἐὰν δὲ πολλὰς καὶ μεγάλας, [3] ἀφίστανται. τοῦτο δὴ καὶ σὺ ποίησον καὶ σκόπει πρὸ τῶν ἔργων, ἐὰν σφαλῇς κατὰ τὸν πόλεμον καὶ μὴ πάντα ὑπάρξῃ, τί συμβήσεταί σοι παθεῖν. δι᾽ αἰτίας μὲν ἔσῃ παρὰ τοῖς ὑποδεξαμένοις, μέμψῃ δὲ καὶ αὐτὸς σεαυτόν, ὡς μείζοσιν ἐπιχειρήσας πράγμασιν ἢ δυνατοῖς: στρατιᾶς δ᾽ ἡμετέρας πάλιν ἐκεῖσε ἀφικομένης καὶ φθειρούσης τὴν ἐκείνων γῆν: οὐ γὰρ ἀνεξόμεθα μὴ ἀντιτιμωρούμενοι τοὺς ἄρξαντας ἡμᾶς κακῶς ποιεῖν: δυεῖν οὐκ ἂν ἁμάρτοις θατέρου, ἢ πρὸς αὐτῶν ἐκείνων, οἷς αἴτιος ἔσῃ συμφορῶν μεγάλων, αἰσχρῶς ἀναιρεθῆναι, ἢ πρὸς ἡμῶν, οὓς ἀποκτενῶν τε καὶ [4] δουλωσόμενος ἦλθες. τάχα δ᾽ ἂν ἐκεῖνοι, πρὶν ἐν τῷ παθεῖν τι κακὸν γενέσθαι, διαλύσεις ποιεῖσθαι πρὸς ἡμᾶς ἐπιχειροῦντες ἔκδοτον ἀξιώσειαν ἐπὶ τιμωρίᾳ σε παραδιδόναι: ὃ πολλοὶ βάρβαροί τε καὶ Ἕλληνες εἰς τοιαύτας καταστάντες τύχας ἠναγκάσθησαν ὑπομεῖναι. ἆρά γε μικρὰ καὶ οὐκ ἄξια λόγου ταῦτ᾽ εἶναί σοι δοκεῖ καὶ
δέον αὐτῶν ὑπεριδεῖν ἢ κακῶν συμπάντων τὰ ἔσχατα παθεῖν; [p. 164]

  φέρε, ἐὰν δὲ δὴ κατορθώσῃς, τί τὸ θαυμαστὸν ἔσται σοι καὶ περιμάχητον ἀγαθόν, ἢ τίνας ἐξοίσῃ δόξας; καὶ γὰρ τοῦτ᾽ ἐξέτασον. πρῶτον μὲν τῶν φιλτάτων τε καὶ ἀναγκαιοτάτων ὑπάρξει σοι στερέσθαι σωμάτων, μητρὸς ἀθλίας, ᾗ γενέσεως καὶ τροφῆς καὶ τῶν ἄλλων ὧν ἔσχεν ἐπὶ σοὶ πόνων οὐ καλὰς ἀμοιβὰς ἀποδίδως: ἔπειτα γαμετῆς σώφρονος, ἣ διὰ τὸν σὸν πόθον ἐν ἐρημίᾳ καὶ χηρείᾳ κάθηται πᾶσαν ἡμέραν καὶ νύκτα τὰς σὰς φυγὰς ὀδυρομένη: πρὸς δὲ τούτοις τέκνων δυεῖν, οὓς ἐχρῆν ἀγαθῶν προγόνων ὄντας ἀπογόνους καρποῦσθαι τὰς ἐκείνων τιμὰς εὐδοξοῦντας ἐν εὐτυχούσῃ τῇ πατρίδι. [2] ὧν ἁπάντων οἰκτρὰς καὶ ἀτυχεῖς ἀναγκασθήσῃ θεωρεῖν καταστροφάς, εἰ τολμήσεις προσάγειν τοῖς τείχεσι τὸν πόλεμον: οὐ γὰρ δὴ φείσονται τῶν σῶν οὐθενὸς οἱ περὶ τῶν σφετέρων κινδυνεύοντες καὶ εἰς τὰ ὅμοια κακῶς ὑπὸ σοῦ πάσχοντες, ἀλλ᾽ εἰς αἰκισμοὺς αὐτῶν δεινοὺς καὶ ὕβρεις ἀνηλεεῖς καὶ πᾶσαν ἄλλην ἰδέαν προπηλακισμοῦ χωρήσουσιν ὑπὸ τῶν συμφορῶν βιαζόμενοι: καὶ τούτων οὐχ οἱ δρῶντες, ἀλλ᾽ ὁ τὴν ἀνάγκην αὐτοῖς ἐπιτιθεὶς αἴτιος ἔσῃ: [3] ἡδονὰς μὲν δὴ τοιαύτας καρπώσῃ κατὰ γνώμην χωρήσαντός σοι τοῦδε τοῦ ἔργου, ἔπαινον δὲ καὶ ζῆλον καὶ τιμάς, ὧν ὀρέγεσθαι χρὴ τοὺς ἀγαθοὺς ἄνδρας, σκόπει ποίας τινάς: μητροκτόνος κεκλήσῃ καὶ παιδοφόνος καὶ γυναικὸς ἀλιτήριος καὶ πατρίδος ἀλάστωρ, καὶ οὔτε θυσιῶν οὔτε σπονδῶν οὔθ᾽ ἑστίας, ὅποι ποτ᾽ [p. 165] ἂν ἀφίκῃ, κοινωνεῖν ἐθελήσει σοι τῶν εὐσεβῶν καὶ δικαίων οὐθείς, αὐτοῖς τ᾽ οὐκ ἔσῃ τίμιος, οἷς εὔνοιαν ἐνδεικνύμενος ταῦτα δρᾷς, ἀλλὰ καρπωσάμενοί τινα ἕκαστος τούτων ἐκ τῶν σῶν ἀσεβημάτων ὠφέλειαν μισήσουσι τὴν αὐθάδειαν τοῦ τρόπου. [4] ἐῶ γὰρ λέγειν, ὅτι χωρὶς τοῦ μίσους, ὃ παρὰ τῶν ἐπιεικεστάτων ἕξεις, καὶ φθόνος ἀπαντήσεται πολὺς ἐκ τῶν ἴσων καὶ φόβος ἐκ τῶν ἡσσόνων καὶ δι᾽ ἄμφω ταῦτ᾽ ἐπιβουλαὶ καὶ ἄλλα πολλὰ καὶ χαλεπά, ὅσα εἰκὸς συμπεσεῖν ἀνδρὶ ἐρήμῳ φίλων καὶ ἐν ξένῃ ὄντι γῇ. τὰς γὰρ δὴ παρὰ θεῶν τε καὶ δαιμόνων ἐπιπεμπομένας τοῖς ἀνόσια καὶ δεινὰ διαπραξαμένοις ἐρινύας ἐῶ, ὑφ᾽ ὧν αἰκιζόμενοι ψυχάς τε καὶ σώματα κακοὺς μὲν διαντλοῦσι βίους, [5] οἰκτρὰς δ᾽ ὑπομένουσι τελευτάς. ταῦτ᾽ ἐνθυμηθείς, ὦ Μάρκιε, μετάγνωθι καὶ παῦσαι μνησικακῶν τῇ σεαυτοῦ πατρίδι: τύχην τε πάντων αἰτίαν ἡγησάμενος ὧν πέπονθας πρὸς ἡμῶν ἢ δέδρακας ἡμᾶς κακῶν, ἄπιθι χαίρων ἐπὶ τὰ οἰκεῖα, καὶ κόμισαι μητρός τε περιβολὰς προσηνεστάτας καὶ γυναικὸς τε φιλοφροσύνας ἡδίστας καὶ τέκνων ἀσπασμοὺς γλυκυτάτους, καὶ σεαυτὸν ἀπόδος ὀφείλημα κάλλιστον τῇ γειναμένῃ σε καὶ τηλικοῦτον ἄνδρα παιδευσαμένῃ πατρίδι.

  τοιαῦτα διεξελθόντος τοῦ Μηνυκίου μικρὸν ἐπισχὼν ὁ Μάρκιος εἶπε: σοὶ μέν, ὦ Μηνύκιε, καὶ ὑμῖν τοῖς ἅμα τούτῳ πεμφθεῖσιν ὑπὸ τῆς βουλῆς φίλος εἰμὶ καὶ πρόθυμος, εἴ τι δύναμαι, ποιεῖν [p. 166] ἀγαθόν, ὅτι μοι καὶ πρότερον, ὅτε πολίτης ὑμέτερος ἦν καὶ τὰ κοινὰ ἔπραττον, ἐν πολλοῖς καὶ ἀναγκαίοις ἐγένεσθε καιροῖς χρήσιμοι, καὶ μετὰ τὴν φυγὴν οὐκ ἀπεστράφητέ με καταφρονήσει τῆς τότε τύχης, ὡς οὔτε φίλους εὖ ποιεῖν δυνάμενον ἔτι οὔτ᾽ ἐχθροὺς κακῶς, ἀλλὰ χρηστοὶ καὶ βέβαιοι διεμείνατε φίλοι μητρός τε τῆς ἐμῆς κηδόμενοι καὶ γυναικὸς καὶ τέκνων, καὶ τὰς συμφορὰς αὐτοῖς κουφοτέρας ποιοῦντες ταῖς ἰδίαις ἐπιμελείαις. [2] τοῖς δ᾽ ἄλλοις Ῥωμαίοις ἀπέχθομαί τ᾽ ὡς δύναμαι μάλιστα καὶ πολεμῶ καὶ οὐδέποτε μισῶν αὐτοὺς παύσομαι: οἵ με ἀντὶ πολλῶν καὶ καλῶν ἔργων, ἐφ᾽ οἱς τιμᾶσθαι προσῆκεν, ὡς τὰ μέγιστα ἐξημαρτηκότα περὶ τὸ κοινὸν αἰσχρῶς ἐξήλασαν ἐκ τῆς πατρίδος, οὔτε μητέρα αἰδεσθέντες τὴν ἐμὴν οὔτε παιδία ἐλεήσαντες οὔτ᾽ ἄλλο πάθος ἥμερον οὐδὲν ἐπὶ ταῖς ἐμαῖς λαβόντες τύχαις. [3] μαθόντες δὲ τοῦτο, εἰ μὲν αὐτοὶ δεῖσθέ του παρ᾽ ἡμῶν, λέγετε μηθὲν ὀκνοῦντες, ὡς οὐθενὸς ἀτυχήσοντες τῶν δυνατῶν, περὶ δὲ φιλίας καὶ διαλλαγῶν, ἃς ἀξιοῦτέ με ποιήσασθαι πρὸς τὸν δῆμον ἐπὶ ταῖς ἐλπίσι τῆς καθόδου, παύσασθε διαλεγόμενοι. πάνυ γὰρ ἀγαπητῶς δεξαίμην ἂν εἰς τοιαύτην κατελθεῖν πόλιν, ἐν ᾗ τὰ μὲν τῆς ἀρετῆς ἆθλα ἡ κακία φέρεται, τὰς δὲ τῶν κακούργων τιμωρίας οἱ μηδὲν ἡμαρτηκότες ὑπομένουσιν. [4] ἐπεί, φέρε, πρὸς θεῶν εἴπατέ μοι, τίνος ἀδικήματος αἰτίᾳ ταύτης ἐγὼ πεπείραμαι τῆς τύχης, ἢ ποῖον ἐπιτηδεύσας ἔργον ἀνάξιον τῶν ἐμαυτοῦ προγόνων; πρώτην ἐστρατευσάμην [p. 167] ἔξοδον κομιδῇ νέος ὤν, ὅτε πρὸς τοὺς βασιλεῖς βίᾳ κατιόντας ἠγωνιζόμεθα. ἐκ ταύτης τῆς μάχης ἀριστείοις ἀνεδούμην ὑπὸ τοῦ στρατηγοῦ στεφάνοις πολίτην ὑπερασπίσας καὶ πολέμιον ἀποκτείνας. [5] ἔπειθ᾽ ὅσας ἄλλας ἱππικὰς καὶ πεζικὰς ἠγωνισάμην μάχας, ἐπιφανὴς ἐν ἁπάσαις ἐγενόμην καὶ τἀριστεῖα ἐξ ἁπασῶν ἔλαβον: καὶ οὔτε πόλις ἐκ τειχομαχίας ἑάλω τις, ἧς οὐκ ἐγὼ πρῶτος ἐπέβην ἢ μόνος ἢ σὺν ὀλίγοις, οὔτε φυγὴ πολεμίων ἐκ παρατάξεως ἐγένετο, ἧς οὐκ ἐμὲ αἰτιώτατον γενέσθαι πάντες οἱ παρόντες ὡμολόγουν, οὔτ᾽ ἄλλο τῶν λαμπρῶν ἢ γενναίων ἐν πολέμοις ἔργων οὐθὲν ἄνευ τῆς ἐμῆς �
�ἴτ᾽ εὐτολμίας εἴτ᾽ εὐτυχίας ἐπράχθη.

 

‹ Prev