ἡ μὲν δὴ ταῦτ᾽ εἰποῦσα καὶ πολλὰ προεμένη δάκρυα ἐσίγησεν: ὀδυρομένων δὲ καὶ τῶν ἄλλων γυναικῶν καὶ πολλὰς δεήσεις ποιουμένων μικρὸν ἐπισχοῦσα ἡ Οὐετουρία καὶ δακρύσασα εἶπεν: εἰς ἀσθενῆ [p. 185] καὶ λεπτὴν ἐλπίδα καταπεφεύγατε, ὦ Οὐαλερία, τὴν ἐξ ἡμῶν τῶν ἀθλίων γυναικῶν βοήθειαν, αἷς ἡ μὲν εὔνοια ἡ πρὸς τὴν πατρίδα πάρεστι καὶ τὸ θέλειν σώζεσθαι τοὺς πολίτας, οἷοί ποτέ εἰσιν, ἡ δ᾽ ἰσχὺς καὶ [2] τὸ δύνασθαι ποιεῖν ἃ θέλομεν ἄπεστιν. ἀπέστραπται γὰρ ἡμᾶς, ὦ Οὐαλερία, Μάρκιος, ἐξ οὗ τὴν πικρὰν ἐκείνην ὁ δῆμος αὐτοῦ κατέγνω δίκην, καὶ μεμίσηκε τὴν οἰκίαν ὅλην ἅμα τῇ πατρίδι: τοῦτο δ᾽ ὑμῖν οὐ παρ᾽ ἄλλου τινός, ἀλλὰ παρ᾽ αὐτοῦ Μαρκίου μαθοῦσαι λέγειν ἔχομεν. ὅτε γὰρ ἁλοὺς τὴν δίκην ἦλθεν εἰς τὴν οἰκίαν προπεμπόμενος ὑπὸ τῶν ἑταίρων, καταλαβὼν ἡμᾶς καθημένας ἐν πενθίμοις τρύχεσι, ταπεινάς, κρατούσας ἐν τοῖς γόνασι τὰ τέκνα αὐτοῦ στενούσας τε οἷα εἰκὸς καὶ ἀνακλαιομένας τὴν καθέξουσαν ἡμᾶς τύχην στερομένας ἐκείνου, στὰς μικρὸν ἄπωθεν ἡμῶν ἄδακρυς ὥσπερ λίθος καὶ ἀτενής: [3] οἴχεται, φησίν, ὑμῖν Μάρκιος, ὦ μῆτερ ἅμα καὶ σύ, ὦ Οὐολουμνία, κρατίστη γυναικῶν, ἐξελασθεὶς ὑπὸ τῶν πολιτῶν, ὅτι γενναῖος ἦν καὶ φιλόπολις καὶ πολλοὺς ὑπέμεινεν ὑπὲρ τῆς πατρίδος ἀγῶνας. ἀλλ᾽ ὡς πρέπει γυναιξὶν ἀγαθαῖς, οὕτω φέρετε τὰς συμφορὰς μηδὲν ἄσχημον ποιοῦσαι μηδὲ ἀγεννές, καὶ τὰ παιδία ταῦτα παραμύθια τῆς ἐμῆς ἐρημίας ἔχουσαι τρέφετε ἀξίως ὑμῶν τε καὶ τοῦ γένους: οἷς θεοὶ δοῖεν εἰς ἄνδρας ἐλθοῦσι τύχην μὲν κρείττονα τοῦ πατρός, ἀρετὴν δὲ μὴ χείρονα: καὶ χαίρετε. ἀπέρχομαι γὰρ ἤδη καταλιπὼν τὴν οὐκέτι [p. 186] χωροῦσαν ἄνδρας ἀγαθοὺς πόλιν. καὶ ὑμεῖς, ὦ θεοὶ κτήσιοι καὶ ἑστία πατρῴα καὶ δαίμονες οἱ κατέχοντες τοῦτον τὸν τόπον, χαίρετε. [4] ὡς δὲ ταῦτ᾽ εἶπεν, ἡμεῖς μὲν αἱ δυστυχεῖς ἃς τὸ πάθος ἀπῄτει φωνὰς ἀναβοῶσαι καὶ παίουσαι τὰ στήθη περιεχύθημεν αὐτῷ τοὺς ἐσχάτους ἀσπασμοὺς κομιούμεναι: τῶν δὲ παιδίων τούτων ἐγὼ μὲν τὸ πρεσβύτερον ἦγον, ἡ δὲ μήτηρ τὸ νεώτερον εἶχεν ἐπὶ τῆς ἀγκάλης: ὁ δ᾽ ἀποστραφεὶς καὶ παρωσάμενος ἡμᾶς εἶπεν: οὔτε σὸς υἱὸς ἔτι, μῆτερ, ἔσται τὸν ἀπὸ τοῦδε χρόνον Μάρκιος, ἀλλ᾽ ἀφῄρηταί σε τὸν γηροβοσκὸν ἡ πατρίς, οὔτε σὸς ἀνὴρ ἀπὸ ταύτης, ὦ Οὐολουμνία, τῆς ἡμέρας, ἀλλ᾽ εὐτυχοίης ἕτερον ἄνδρα λαβοῦσα εὐδαιμονέστερον ἐμοῦ, οὔθ᾽ ὑμῶν, ὦ τέκνα φίλτατα, πατήρ, ἀλλ᾽ ὀρφανοὶ καὶ ἔρημοι παρὰ [5] ταύταις, ἕως εἰς ἄνδρας ἔλθητε, τραφήσεσθε. ταῦτ᾽ εἰπὼν ἄλλ᾽ οὐθὲν οὔτε διοικησάμενος οὔτ᾽ ἐπιστείλας οὔθ᾽ ὅποι πορεύεται φράσας ἀπῆλθεν ἐκ τῆς οἰκίας μόνος, ὦ γυναῖκες, ἄδουλος, ἄπορος, οὐδὲ τὴν ἐφήμερον ὁ δύστηνος ἐκ τῶν ἑαυτοῦ χρημάτων τροφὴν ἐπαγόμενος. καὶ τέταρτον ἐνιαυτὸν ἤδη τοῦτον, ἐξ οὗ φεύγει τὴν πατρίδα, πάντας ἡμᾶς ἀλλοτρίους ἑαυτοῦ νενόμικεν, οὐ γράφων οὐθέν, οὐκ ἐπιστέλλων, οὐ [6] τὰ περὶ ἡμᾶς εἰδέναι βουλόμενος. πρὸς δὴ τοιαύτην ψυχὴν οὕτω σκληρὰν καὶ ἄτρωτον, ὦ Οὐαλερία, τίνα ἰσχὺν ἕξουσιν αἱ παρ᾽ ἡμῶν δεήσεις, αἷς οὔτ᾽ ἀσπασμῶν μετέδωκεν οὔτε φιλημάτων οὔτ᾽ ἄλλης φιλοφροσύνης [p. 187] οὐδεμιᾶς τὴν τελευταίαν πορευόμενος ἐκ τῆς οἰκίας ὁδόν;
ἀλλ᾽ εἰ καὶ τούτου δεῖσθε ὑμεῖς, ὦ γυναῖκες, καὶ πάντως θέλετε ἀσχημονούσας ἡμᾶς ἰδεῖν, ὑπολάβετε παρεῖναι πρὸς αὐτὸν κἀμὲ καὶ Οὐολουμνίαν ἀγούσας τὰ παιδία: τίνας ἐρῶ πρῶτον ἡ μήτηρ ἐγὼ πρὸς αὐτὸν λόγους, καὶ τίνα δέησιν ποιήσομαι τοῦ υἱοῦ; λέγετε καὶ διδάσκετέ με. φείσασθαι παρακαλῶ τῶν ἑαυτοῦ πολιτῶν, ὑφ᾽ ὧν ἐκ τῆς πατρίδος ἐξελήλαται καὶ μηθὲν ἀδικῶν; οἰκτίρμονα δὲ καὶ συμπαθῆ πρὸς τοὺς δημοτικοὺς γενέσθαι, παρ᾽ ὧν οὔτ᾽ ἐλέου μετέσχεν οὔτε συμπαθείας; ἐγκαταλιπεῖν δ᾽ ἄρα καὶ προδοῦναι τοὺς ὑποδεξαμένους αὐτοῦ τὴν φυγήν, οἳ πολλὰ καὶ δεινὰ πεπονθότες ὑπ᾽ αὐτοῦ πρότερον, οὐ πολεμίων μῖσος, ἀλλὰ φίλων καὶ συγγενῶν εὔνοιαν εἰς αὐτὸν ἀπεδείξαντο; [2] τίνα ψυχὴν λαβοῦσα ἀξιώσω τὸν υἱὸν τὰ μὲν ἀπολέσαντα φιλεῖν, τὰ δὲ σώσαντα ἀδικεῖν; οὐκ εἰσὶν οὗτοι μητρὸς ὑγιαινούσης λόγοι πρὸς υἱὸν οὐδὲ γυναικὸς ἃ δεῖ λογιζομένης πρὸς ἄνδρα: μηδ᾽ ὑμεῖς βιάζεσθε, γυναῖκες, ἃ μήτε πρὸς ἀνθρώπους δίκαιά ἐστι μήτε πρὸς θεοὺς ὅσια, ταῦθ᾽ ἡμᾶς αἰτεῖσθαι παρ᾽ αὐτοῦ, ἀλλ᾽ ἄφετε τὰς ἐλεεινάς, ὡς πεπτώκαμεν ὑπὸ τῆς τύχης, κεῖσθαι ταπεινὰς μηθὲν ἔτι πλέον ἀσχημονούσας.
παυσαμένης δ᾽ αὐτῆς τοσοῦτος ὀδυρμὸς ἐκ τῶν παρουσῶν γυναικῶν ἐγένετο, καὶ τηλικαύτη [p. 188] κατέσχε τὸν οἶκον οἰμωγή, ὥστ᾽ ἐπὶ πολὺ μέρος ἐξακουσθῆναι τῆς πόλεως τὴν βοὴν καὶ μεστοὺς γενέσθαι τοὺς ἐγγὺς τῆς οἰκίας στενωποὺς ὄχλου. [2] ἔπειθ᾽ ἥ τε Οὐαλερία πάλιν ἑτέρας ἐξέτεινε μακρὰς καὶ συμπαθεῖς δεήσεις, αἵ τ᾽ ἄλλαι γυναῖκες αἱ κατὰ φιλίαν ἢ συγγένειαν ἑκατέρᾳ τῶν γυναικῶν προσήκουσαι, καὶ παρέμενον λιπαροῦσαί τε καὶ γονάτων ἁπτόμεναι, ὥστ᾽ οὐκ ἔχουσα, ὅ τι πάθῃ πρὸς τοὺς ὀδυρμοὺς αὐτῶν καὶ τὰς πολλὰς δεήσεις, εἶξεν ἡ Οὐετουρία καὶ τελέσειν τὴν πρεσβείαν ὑπὲρ τῆς πατρίδος ὑπέσχετο τήν τε γυναῖκα τοῦ Μαρκίου παραλαβοῦσα καὶ
τὰ τέκνα καὶ τῶν ἄλλων πολιτίδων τὰς βουλομένας. [3] αἱ μὲν δὴ περιχαρεῖς γενόμεναι καὶ τοὺς θεοὺς ἐπικαλεσάμεναι συλλαβέσθαι σφίσι τῆς ἐλπίδος ἀπῄεσαν ἐκ τῆς οἰκίας καὶ προσήγγειλαν τὰ γενόμενα τοῖς ὑπάτοις: οἱ δὲ τὴν προθυμίαν αὐτῶν ἐπαινέσαντες συνεκάλουν τὴν βουλὴν καὶ περὶ τῆς ἐξόδου τῶν γυναικῶν, εἰ συγχωρητέον αὐταῖς, γνωμηδὸν ἐπυνθάνοντο. πολλοὶ μὲν οὖν ἐλέχθησαν καὶ παρὰ πολλῶν λόγοι, καὶ μέχρι τῆς ἑσπέρας διετέλεσαν ὅ τι χρὴ ποιεῖν βουλευόμενοι. [4] οἱ μὲν γὰρ οὐ μικρὸν ἀπέφαινον εἶναι τῇ πόλει κινδύνευμα γυναῖκας ἅμα τέκνοις εἰς πολεμίων στρατόπεδον πορευομένας ἐᾶσαι: εἰ γὰρ αὐτοῖς ὑπεριδοῦσι τῶν νενομισμένων ὁσίων περί τε πρεσβείας καὶ ἱκεσίας δόξειε [p. 189] μηκέτι προίεσθαι τὰς γυναῖκας, ἀμαχητὶ σφῶν ἁλώσεσθαι τὴν πόλιν: ἠξίουν τ᾽ αὐτὰς μόνον ἐᾶσαι τὰς προσηκούσας τῷ Μαρκίῳ γυναῖκας ἅμα τοῖς τέκνοις αὐτοῦ πορευομένας. ἕτεροι δ᾽ οὐδὲ ταύταις ᾤοντο δεῖν ἐπιτρέπειν τὴν ἔξοδον, ἐπιμελῶς δὲ καὶ ταύτας παρῄνουν φυλάττειν, ὅμηρα νομίσαντας ἔχειν παρὰ τῶν πολεμίων ἐχέγγυα τοῦ μηδὲν τὴν πόλιν ἀνήκεστον ὑπ᾽ [5] αὐτῶν παθεῖν. οἱ δὲ πάσαις συνεβούλευον συγχωρῆσαι ταῖς βουλομέναις γυναιξὶ τὴν ἔξοδον, ἵνα σὺν μείζονι ἀξιώματι αἱ τῷ Μαρκίῳ προσήκουσαι ποιήσωνται τὴν ὑπὲρ τῆς πατρίδος δέησιν. τοῦ δὲ μηθὲν αὐταῖς συμβήσεσθαι δεινὸν ἐγγυητὰς ἀπέφαινον ἐσομένους θεοὺς μὲν πρῶτον, οἷς καθοσιωθεῖσαι τὰς ἱκεσίας ποιήσονται: ἔπειτα τὸν ἄνδρα αὐτόν, πρὸς ὃν ἔμελλον πορεύεσθαι, [6] πάσης ἀδίκου τε καὶ ἀνοσίου πράξεως καθαρὸν καὶ ἀμίαντον ἐσχηκότα τὸν βίον. ἐνίκα δ᾽ ὅμως ἡ συγχωροῦσα γνώμη ταῖς γυναιξὶ τὴν ἔξοδον μέγιστον ἀμφοῖν ἐγκώμιον ἔχουσα, τῆς μὲν βουλῆς τοῦ φρονίμου, ὅτι τὰ κράτιστα καὶ γενησόμενα προείδετο οὐδὲν ὑπὸ τοῦ κινδύνου τηλικοῦδε ὄντος ἐπιταραχθεῖσα: τοῦ δὲ Μαρκίου τῆς εὐσεβείας, ὅτι πολέμιος ὤν ἐπιστεύετο μηδὲν ἀσεβήσειν εἰς τὸ ἀσθενέστατον τῆς πόλεως μέρος κύριος αὐτοῦ καταστάς. [7] ὡς δὲ τὸ προβούλευμα ἐγράφη, προελθόντες οἱ ὕπατοι εἰς τὴν ἀγορὰν καὶ συναγαγόντες ἐκκλησίαν σκότους ὄντος ἤδη τὰ δόξαντα τῷ συνεδρίῳ διεσάφησαν καὶ προεῖπον ἥκειν ἅπαντας [p. 190] ἕωθεν ἐπὶ τὰς πύλας προπέμψοντας ἐξιούσας τὰς γυναῖκας: αὐτοὶ δὲ τῶν κατεπειγόντων ἔλεγον ἐπιμελήσεσθαι.
ὅτε δ᾽ ἤδη περὶ τὸν ὄρθρον ἦν, αἱ μὲν γυναῖκες ἄγουσαι τὰ παιδία μετὰ λαμπάδων ἧκον ἐπὶ τὴν οἰκίαν καὶ παραλαβοῦσαι τὴν Οὐετουρίαν προῆγον ἐπὶ τὰς πύλας: οἱ δ᾽ ὕπατοι ζεύγη τε ὀρικὰ καὶ ἀμάξας καὶ τἆλλα φορεῖα ὡς πλεῖστα παρασκευασάμενοι καθεζομένας αὐτὰς προὔπεμπον ἄχρι πολλοῦ. παρηκολούθουν δ᾽ αὐταῖς οἵ τ᾽ ἐκ τοῦ συνεδρίου καὶ τῶν ἄλλων πολιτῶν συχνοὶ σὺν εὐχαῖς καὶ ἐπαίνοις καὶ δεήσεσι τὴν ἔξοδον ἐπιφανεστέραν αὐταῖς ποιοῦντες. [2] ὡς δ᾽ εὐσύνοπτοι πόρρωθεν ἔτι προσιοῦσαι τοῖς ἐκ τοῦ χάρακος αἱ γυναῖκες ἐγένοντο, πέμπει τῶν ἱππέων τινὰς ὁ Μάρκιος κελεύσας μαθεῖν, τίς ἐστιν ὁ προσιὼν ὄχλος ἐκ τῆς πόλεως, καὶ ἐπὶ τί παραγένοιντο. μαθὼν δὲ παρ᾽ αὐτῶν, ὅτι Ῥωμαίων αἱ γυναῖκες ἥκουσιν ἐπαγόμεναι παιδία, προηγεῖται δ᾽ αὐτῶν ἥ τε μήτηρ καὶ ἡ γυνὴ αὐτοῦ καὶ τὰ τέκνα, πρῶτον μὲν ἐθαύμασε τῆς τόλμης τὰς γυναῖκας, εἰ γνώμην ἔσχον εἰς χάρακα πολεμίων ἄτερ ἀνδρῶν φυλακῆς ἐλθεῖν ἄγουσαι τὰ τέκνα, οὔτ᾽ αἰδοῦς ἔτι τῆς ἁρμοττούσης γυναιξὶν ἐλευθέραις καὶ σώφροσι προνοούμεναι τὸ μὴ ἐν ἀνδράσιν ἀσυνήθεσιν ὁρᾶσθαι, οὔτε κινδύνων λαβοῦσαι δέος, οὓς ἀναρριπτεῖν ἔμελλον, εἰ τὰ συμφέροντα πρὸ τῶν δικαίων ἑλομένοις σφίσι, δόξειε κέρδος [p. 191] [3] αὐτὰς ποιήσασθαι καὶ ὠφέλειαν. ἐπεὶ δ᾽ ἀγχοῦ ἦσαν, ὑπαντᾶν τῇ μητρὶ προελθὼν ἐκ τοῦ χάρακος ἔγνω σὺν ὀλίγοις, τούς τε πελέκεις, οὓς προηγεῖσθαι τῶν στρατηγῶν ἔθος ἦν, ἀποθέσθαι κελεύσας τοῖς ὑπηρέταις, καὶ τὰς ῥάβδους, ὅταν ἐγγὺς τῆς μητρὸς γένηται, καταστεῖλαι. [4] ταῦτα δὲ Ῥωμαίοις ἐστὶ ποιεῖν ἔθος, ὅταν ὑπαντῶσι ταῖς μείζοσιν ἀρχαῖς οἱ τὰς ἐλάττους ἀρχὰς ἔχοντες, ὡς καὶ μέχρι τοῦ καθ᾽ ἡμᾶς χρόνου γίνεται: ἣν δὴ τότε συνήθειαν φυλάττων ὁ Μάρκιος, ὡς ἐξουσίᾳ μείζονι μέλλων. εἰς ταὐτὸν ἥξειν, πάντ᾽ ἀπέθετο τὰ τῆς ἰδίας παράσημα ἀρχῆς. τοσαύτη περὶ αὐτὸν ἦν αἰδὼς καὶ πρόνοια τῆς πρὸς τὸ γένος εὐσεβείας.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 268