Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 273
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 273

by Dionysius of Halicarnassus


  τῇ δ᾽ ἐπιούσῃ νυκτὶ ψόφος τ᾽ ἠκούετο πολὺς ἐκ τοῦ χάρακος τῶν Ἑρνίκων καὶ βοή, καὶ πολλὰ ἐφαίνετο σέλα λαμπάδων. ἀπογνόντες γὰρ ἔτι ἀνθέξειν ἑτέρᾳ μάχῃ καταλιπεῖν τὸν χάρακα ἔγνωσαν αὐτοκέλευστοι: καὶ τὸ ποιῆσαν αὐτῶν τὴν ἀταξίαν καὶ βοὴν τοῦτ᾽ ἦν. ὡς γὰρ ἕκαστοι δυνάμεως εἶχον καὶ τάχους, ἔφευγον ἐπιβοῶντές τ᾽ ἀλλήλους καὶ ἐπιβοώμενοι, τῶν δ᾽ ὑπολειπομένων διὰ τραύματα ἢ νόσους [p. 224] [2] οἰμωγὰς καὶ λιτανείας ἐν οὐδενὶ λόγῳ τιθέμενοι. τοῦτ ἀγνοοῦντες οἱ Ῥωμαῖοι, πεπυσμένοι δὲ παρὰ τῶν αἰχμαλώτων πρότερον, ὅτι δύναμις Ἑρνίκων ἑτέρα μέλλοι βοηθὸς ἥξειν τοῖς σφετέροις, καὶ τὴν βοήν τε καὶ ταραχὴν ἐπὶ τῇ ἐκείνων ἀφίξει γεγονέναι νομίζοντες, τά τ᾽ ὅπλα ἀνέλαβον καὶ τὸν χάρακα περιστεφανώσαντες, μή τις ἔφοδος αὐτοῖς γένοιτο νύκτωρ, τοτὲ μὲν ὅπλων κτύπον ἐποίουν ἀθρόοι, τοτὲ δ᾽ ὥσπερ εἰς μάχην ὁρμώμενοι θαμινὰ ἐπηλάλαζον. τοῖς δ᾽ Ἕρνιξι καὶ ταῦτα δέος μέγα παρεῖχε, καὶ ὡς διωκόμενοι πρὸς τῶν πολεμίων σποράδες ἄλλοι κατ᾽ ἄλλας ὁδοὺς ἔθεον. [3] ἡμέρας δὲ γενομένης, ἐπειδὴ ἀπήγγειλαν αὐτοῖς οἱ πεμφθέντες ἐπὶ τὴν κατασκοπὴν ἱππεῖς, ὡς οὔτε δύναμις ἑτέρα παρῄει σύμμαχος τοῖς πολεμίοις, οἵ τε τῇ προτέρᾳ παραταξάμενοι μάχῃ πεφεύγασιν, ἐξαγαγὼν τὴν δύναμιν ὁ Ἀκύλλιος τόν τε χάρακα τῶν πολεμίων αἱρεῖ μεστὸν ὄντα ὑποζυγίων τε καὶ ἀγορᾶς καὶ ὅπλων, καὶ τοὺς τραυματίας αὐτῶν οὐκ ἐλάττους ὄντας τῶν πεφευγότων λαμβάνει, τήν τε ἵππον ἐκπέμψας ἐπὶ τοὺς ἐσκεδασμένους ἀνὰ τὰς ὁδούς τε καὶ τὰς ὕλας πολλῶν γίνεται σωμάτων ἐγκρατής: καὶ τὸ λοιπὸν ἤδη τὴν Ἑρνίκων γῆν ἐπῄει λεηλατῶν ἀδεῶς, οὐδενὸς ἔτι ὑπομένοντος εἰς χεῖρας ἰέναι. ταῦτα μὲν Ἀκύλλιος ἔδρασεν.

  ὁ δ᾽ ἕτερος τῶν ὑπάτων Τῖτος Σίκκιος, ὁ πεμφθεὶς ἐπὶ Οὐολούσκους, ὅσον ἦν κράτιστον τῆς δυνάμεως μέρος ἀναλαβὼν εἰς τὴν Οὐελιτρανῶν χώραν [p. 225] εἰσέβαλεν. ἐνταῦθα γὰρ ἦν Τύλλος Ἄττιος ὁ τῶν Οὐολούσκων ἡγεμὼν τὴν ἀκμαιοτάτην συσκευασάμενος στρατιάν, γνώμην ἔχων τὰ συμμαχικὰ Ῥωμαίων κακῶσαι πρῶτον, ὥσπερ ὁ Μάρκιος ἔδρασεν, ὅτ᾽ ἤρχετο τοῦ πολέμου, δόξας ἐν τῷ αὐτῷ φόβῳ Ῥωμαίους ἔτι διαμένειν καὶ μηδεμίαν τοῖς ὑπὲρ αὐτῶν κινδυνεύουσι πέμψειν ἐπικουρίαν. ὡς δ᾽ ὤφθησάν τε καὶ εἶδον ἀλλήλας αἱ δυνάμεις, οὐδὲν ἔτι ἀναβαλόμεναι συνῄεσαν εἰς ταὐτόν. [2] ἦν δ᾽ ὁ χῶρος ὁ μεταξὺ τῶν στρατοπέδων, ἐν ᾧ τὴν μάχην ἔδει γενέσθαι, λόφος πετρώδης πολλαχῇ περικατεαγώς, ἔνθα οὐδετέροις ἡ ἵππος ἔμελλεν ἔσεσθαι χρησίμη. μαθόντες δὲ τοῦθ᾽ οἱ τῶν Ῥωμαίων ἱππεῖς καὶ ἐν αἰσχύνῃ θέμενοι, εἰ παρόντες τῷ ἀγῶνι μηδὲν προσωφελήσουσιν, ἐδέοντο τοῦ ὑπάτου προσελθόντες ἀθρόοι, ἐᾶσαι σφᾶς καταβάντας ἀπὸ τῶν ἵππων μάχεσθαι πεζούς, εἰ τοῦτ᾽ αὐτῷ δοκεῖ κράτιστον εἶναι. [3] κἀκεῖνος πολλὰ ἐπαινέσας αὐτοὺς καταβιβάζει τ᾽ ἀπὸ τῶν ἵππων, καὶ σὺν ἑαυτῷ τεταγμένους εἶχεν ἐπισκόπους τε καὶ ἐπανορθωτὰς τοῦ κάμνοντος ἐσομένους: καὶ ἐγένοντο τῆς τότε νίκης λαμπρᾶς σφόδρα γενομένης οὗτοι Ῥωμαίοις αἴτιοι. τὸ μὲν γὰρ πεζὸν ἀμφοτέρων πλήθει τ᾽ ἀνθρώπων ὡς μάλιστα ἦν καὶ ὁπλισμοῖς ὁμοιότροπον, τάξεώς τε κόσμῳ καὶ μάχης ἐμπειρίᾳ κατά τ᾽ ἐπαγωγὰς καὶ ὑποχωρήσεις πληγάς τ᾽ αὖ καὶ φυλακὰς παραπλήσιον. [4] μετέμαθον γὰρ οἱ Οὐολοῦσκοι πάντα τὰ πολέμια, ἐξ οὗ Μάρκιον ἔσχον [p. 226] ἡγεμόνα, καὶ εἰς τὰ Ῥωμαίων προσεχώρησαν ἔθη. διέμενον οὖν ἐπὶ πλεῖστον χρόνον τῆς ἡμέρας ἀγχωμάλως αἱ φάλαγγες ἀγωνιζόμεναι, καὶ ἡ τοῦ χωρίου φύσις ἀνώμαλος οὖσα ἑκατέροις πολλὰ εἰς τὸ πλεονεκτεῖν κατ᾽ ἀλλήλων παρείχετο. οἱ δ᾽ ἱππεῖς τῶν Ῥωμαίων διχῇ νείμαντες ἑαυτούς, οἱ μὲν κατὰ τὰ πλάγια τῶν πολεμίων ἀπὸ τοῦ δεξιοῦ κέρως ἐμβάλλουσιν, οἱ δὲ περιελθόντες διὰ τοῦ λόφου τοῖς κατόπιν ἐπιρράττουσιν. [5] ἔπειθ᾽ οἱ μὲν εἰσακοντίζοντες τὰς λόγχας, οἱ δὲ τοὺς ὁμόσε χωροῦντας τοῖς ἱππικοῖς ξίφεσι μακροτέροις οὖσι κατὰ βραχιόνων παίοντες καὶ παρὰ τὰς ἀγκύλας καταφέροντες, πολλῶν μὲν τὰς ἀμυνομένας, ἢ σκεπούσας τὰ σώματα χεῖρας αὐτοῖς σκεπάσμασί τε καὶ ἀμυντηρίοις ἀπέκοπτον, πολλοὺς δὲ γονάτων τε καὶ ἀστραγάλων πληγαῖς βαθείαις ἀπὸ κρατίστης βάσεως ἐρρίπτουν ἡμιθανεῖς. [6] περιειστήκει τε πάντοθεν τοῖς Οὐολούσκοις τὸ δεινόν: ἐκ μὲν γὰρ τῶν κατὰ πρόσωπον οἱ πεζοὶ αὐτοῖς ἐνέκειντο, ἐκ δὲ τῶν πλαγίων τε καὶ τῶν κατόπιν οἱ ἱππεῖς, ὥστε ὑπὲρ δύναμιν ἀγαθοὶ γενόμενοι καὶ πολλὰ ἔργα τόλμης τε καὶ ἐμπειρίας ἀποδειξάμενοι, μικροῦ δεῖν πάντες οἱ τὸ δεξιὸν κέρας ἔχοντες κατεκόπησαν. οἱ δ᾽ ἐν μέσῃ τε τῇ φάλαγγι τεταγμένοι καὶ ἐπὶ τοῦ ἑτέρου κέρως ἐπειδὴ τὸ δεξιόν τε παρερρηγμένον εἶδον καὶ τὸν αὐτὸν τρόπον ἐπιόντας σφίσι τοὺς τῶν Ῥωμαίων ἱππεῖς, ἐξελίξαντες τοὺς λόχους βάδην ἀπεχώρουν ἐπὶ τὸν χάρακα, καὶ οἱ τῶν Ῥωμαίων [p. 227] [7] ἱππεῖς ἐν τάξει ἠκολούθουν. ἐπεὶ δὲ πρὸς τῷ ἐρύματι ἦσαν, ἑτέρα γίνεται μάχη τῶν ἱππέων ἐπιβαινόντων τοῖς περισταυρώμασι κατὰ πολλὰ μέρη τοῦ χάρακος ὀξεῖα καὶ παλίντροπος. πονουμένων δὲ τῶν Ῥωμαίων ὁ ὕπατος κελεύσας τοῖς πεζοῖς ὕλην προσενέγκαντας ἀποχῶσαι τὰς τά�
�ρους, πρῶτος ἐχώρει κατὰ τὸ ἐπίβατον ἔχων τοὺς ἀρίστους τῶν ἱππέων ἐπὶ τὰς ἐχυρωτάτας τοῦ χάρακος πύλας: ἀναστείλας δὲ τοὺς πρὸ αὐτῶν μαχομένους καὶ τοὺς καταρράκτας τῶν πυλῶν διακόψας ἐντὸς ἐγεγόνει τῶν ἐρυμάτων, καὶ τοὺς ἐπιόντας τῶν σφετέρων πεζῶν ἐδέχετο. [8] Τύλλος δ᾽ Ἄττιος ἔχων τοὺς ἐρρωμενεστάτους καὶ εὐτολμοτάτους Οὐολούσκων ὁμόσε αὐτῷ χωρεῖ καὶ πολλὰ ἔργα γενναῖα ἀποδειξάμενος: ἦν γὰρ ἀγωνιστὴς μὲν πολέμων σφόδρ᾽ ἄλκιμος, στρατηγῆσαι δ᾽ οὐχ ἱκανός: ὑπὸ κόπου τε καὶ πλήθους τραυμάτων καταπονηθεὶς ἀποθνήσκει. τῶν δ᾽ ἄλλων Οὐολούσκων, ἐπειδὴ ὁ χάραξ ἡλίσκετο, οἱ μὲν ἀγωνιζόμενοι κατεκόπησαν, οἱ δὲ τὰ ὅπλα ῥίψαντες πρὸς ἱκεσίας τῶν κεκρατηκότων ἐτράποντο, ὀλίγοι δέ τινες ἐπὶ τὰ οἰκεῖα φεύγοντες ἀπεσώθησαν. [9] ἀφικομένων δ᾽ εἰς τὴν Ῥώμην ἀγγέλων, οὓς ἀπέστειλαν οἱ ὕπατοι, μεγίστη χαρὰ τὸν δῆμον κατέσχε, καὶ αὐτίκα τοῖς μὲν θεοῖς χαριστηρίους ἐψηφίσαντο θυσίας, τοῖς δ᾽ ὑπάτοις τὴν τῶν θριάμβων τιμὴν προσέθεσαν. οὐ μέντοι τὴν αὐτήν γ᾽ ἀμφοτέροις: ἀλλὰ Σικκίῳ μέν, ἐπειδὴ φόβου μείζονος ἠλευθερωκέναι ἐδόκει τὴν πόλιν [p. 228] τὸν Οὐολούσκων ὑβριστὴν καθελὼν στρατὸν καὶ τὸν ἡγεμόνα αὐτῶν ἀποκτείνας τὴν μείζονα πομπὴν ἐψηφίσαντο: καὶ εἰσήλασεν ὁ ἀνὴρ ἄγων τὰ λάφυρα καὶ τοὺς αἰχμαλώτους καὶ τὴν συναγωνισαμένην δύναμιν ἅρματι παρεμβεβηκὼς χρυσοχαλίνων ἵππων τὴν βασιλικὴν ἠμφιεσμένος ἐσθῆτα, ὡς περὶ τοὺς μείζονας θριάμβους νόμος. Ἀκυλλίῳ δὲ τὸν ἐλάττονα θρίαμβον ἀπέδοσαν, ὃν αὐτοὶ καλοῦσιν οὐαστήν: δεδήλωται δέ μοι διὰ τῶν προτέρων, ἣν ἔχει διαφορὰν οὗτος πρὸς τὸν μείζονα: [10] καὶ εἰσῆλθεν ὁ ἀνὴρ πεζὸς τὰ λοιπὰ τῆς πομπῆς ἐπαγόμενος. καὶ τὸ ἔτος τοῦτο ἐτελεύτα.

  οἱ δὲ παρὰ τούτων τὴν ὑπατείαν παραλαβόντες Πόπλιος Οὐεργίνιος καὶ Σπόριος Κάσσιος τρίτον τότ᾽ ἀποδειχθεὶς ὕπατος, τάς τε πολιτικὰς καὶ τὰς συμμαχικὰς ἀναλαβόντες δυνάμεις ἐξῆγον εἰς τὴν ὕπαιθρον, Οὐεργίνιος μὲν ἐπὶ τὰς Αἰκανῶν πόλεις, Κάσσιος δ᾽ ἐπὶ τὰς Ἑρνίκων τε καὶ Οὐολούσκων, κλήρῳ διαλαχόντες τὰς ἐξόδους. Αἰκανοὶ μὲν οὖν ὀχυρώσαντες τὰς πόλεις καὶ τὰ πλείστου ἄξια ἐκ τῶν ἀγρῶν ἀνασκευασάμενοι τήν τε γῆν περιεώρων δῃουμένην καὶ τὰς αὐλὰς ἐμπιμπραμένας, ὥστε κατὰ πολλὴν εὐπέτειαν ὁ Οὐεργίνιος ὅσην ἐδύνατο πλείστην αὐτῶν γῆν κείρας τε καὶ λωβησάμενος, ἐπειδὴ οὐδεὶς ὑπὲρ αὐτῆς ἐξῄει μαχούμενος ἀπῆγε τὴν στρατιάν. [2] Οὐολοῦσκοι δὲ καὶ Ἕρνικες, ἐφ᾽ οὓς ὁ Κάσσιος ἐστράτευσε, γνώμην μὲν ἐποιήσαντο δῃουμένης τῆς χώρας [p. 229] περιορᾶν καὶ συνέφυγον εἰς τὰς πόλεις: οὐ μὴν ἔμεινάν γ᾽ ἐν τοῖς ἐγνωσμένοις χώρας τ᾽ ἀγαθῆς κειρομένης, ἣν οὐ ῥᾳδίως ἀνακτήσεσθαι ἔτι ἤλπισαν, οἴκτῳ ὑπαχθέντες, καὶ τοῖς ἐρύμασιν οὐ σφόδρα ἐχυροῖς οὖσιν, εἰς ἃ κατεπεφεύγεσαν, ἀπιστοῦντες, ἀλλὰ πρέσβεις ἀπέστειλαν πρὸς τὸν ὕπατον ὑπὲρ καταλύσεως τοῦ πολέμου δεησομένους: Οὐολοῦσκοι μὲν πρότεροι, καὶ θᾶττον οὗτοι τῆς εἰρήνης ἔτυχον ἀργύριόν τε δόντες, ὅσον αὐτοῖς ὁ ὕπατος ἔταξε, καὶ τἆλλα, ὅσων ἔδει τῇ στρατιᾷ, πάντα ὑπηρετήσαντες: καὶ οὗτοι μὲν ὑπήκοοι Ῥωμαίοις ἔσεσθαι ὡμολόγησαν οὐθενὸς ἔτι μεταποιούμενοι τῶν ἴσων. [3] Ἕρνικες δ᾽ ὕστεροι, ἐπειδὴ μεμονωμένους ἑαυτοὺς εἶδον, ὑπὲρ εἰρήνης τε καὶ φιλίας διελέγοντο πρὸς τὸν ὕπατον. ὁ δὲ Κάσσιος πολλὴν κατηγορίαν πρὸς τοὺς πρέσβεις κατ᾽ αὐτῶν διαθέμενος πρῶτον ἔφη δεῖν αὐτοὺς τὰ τῶν κεκρατημένων τε καὶ ὑπηκόων ποιήσαντας, τότε διαλέγεσθαι περὶ φιλίας: τῶν δὲ πρεσβευτῶν εἰπόντων ποιήσειν τὰ δυνατὰ καὶ μέτρια ἐκέλευσεν αὐτοῖς ἀργύριόν τε, ὃ κατ᾽ ἄνδρα τοῖς στρατιώταις εἰς ὀψωνιασμὸν ἔθος ἦν ἓξ μηνῶν δίδοσθαι καὶ διὰ μηνὸς τροφὰς ἀποφέρειν. [4] ἕως δ᾽ [p. 230] ἂν ταῦτ᾽ εὐπορήσωσι, τάξας τινὰ χρόνον ἡμερῶν ἀνοχὰς αὐτοῖς ἐδίδου τοῦ πολέμου. ὑπηρετησάντων δ᾽ αὐτοῖς ἅπαντα τῶν Ἑρνίκων διὰ τάχους καὶ μετὰ προθυμίας, καὶ τοὺς περὶ τῆς φιλίας διαλεξομένους ἀποστειλάντων αὖθις, ἐπαινέσας αὐτοὺς ὁ Κάσσιος ἀνέπεμψεν ἐπὶ τὴν βουλήν. τοῖς δ᾽ ἐκ τοῦ συνεδρίου πολλὰ βουλευσαμένοις ἔδοξε δέχεσθαι μὲν τοὺς ἄνδρας εἰς φιλίαν, ἐφ᾽ οἷς δὲ γενήσονται δικαίοις αἱ πρὸς αὐτοὺς συνθῆκαι, Κάσσιον τὸν ὕπατον γνῶναί τε καὶ στῆσαι, ὅ τι δ᾽ ἂν ἐκείνῳ δόξῃ, τοῦτ᾽ εἶναι σφίσι κύριον.

  ταῦτα τῆς βουλῆς ψηφισαμένης ἀναστρέψας εἰς τὴν πόλιν ὁ Κάσσιος θρίαμβον κατάγειν ἠξίου δεύτερον ὡς τὰ μέγιστα τῶν ἐθνῶν κεχειρωμένος, χάριτι μᾶλλον ἁρπάζων τὸ τίμιον ἢ τῷ δικαίῳ λαμβάνων, ὃς οὔτε πόλεις κατὰ κράτος ἑλὼν ἐκ τειχομαχίας, οὔτ᾽ ἐν ὑπαίθρῳ μάχῃ στρατιὰν πολεμίων τρεψάμενος αἰχμάλωτα καὶ σκῦλα, οἷς κοσμεῖται θρίαμβος, ἔμελλε κατάγειν. τοιγάρτοι δόξαν αὐθαδείας καὶ τοῦ μηδὲν ἔτι τῶν ὁμοίων τοῖς ἄλλοις φρονεῖν τοῦτο τὸ ἔργον αὐτῷ πρῶτον φθόνον ἤνεγκε. [2] διαπραξάμενος δὲ τὸν θρίαμβον αὑτῷ δοθῆναι τὰς πρὸς Ἕρνικας ἐξήνεγκεν ὁμολογίας: αὗται δ᾽ ἦσαν ἀντίγραφοι τῶν πρὸς Λατίνους γενομένων, ἐφ᾽ αἷς πάνυ ἤχθοντο οἱ πρεσβύτατοί τε καὶ τιμιώτατοι καὶ δι᾽ ὑποψίας αὐτὸν ἐλάμβανον οὐκ ἀξ
ιοῦντες τῆς ἴσης τιμῆς [p. 231] τοῖς συγγενέσι Λατίνοις τοὺς ἀλλοεθνεῖς Ἕρνικας τυγχάνειν, οὐδὲ τοῖς πολλὰ εὐνοίας ἔργα ἐπιδειξαμένοις τοὺς μηδ᾽ ὁτιοῦν ἀγαθὸν δεδρακότας τῶν αὐτῶν φιλανθρώπων μετέχειν, τῇ τε ὑπεροψίᾳ τοῦ ἀνδρὸς ἀχθόμενοι, ὃς ὑπὸ τῆς βουλῆς τιμηθεὶς οὐκ ἀντετίμησεν αὐτὴν τοῖς ἴσοις, οὐδὲ μετὰ κοινῆς γνώμης τῶν συνέδρων, ἀλλ᾽ ὡς αὐτῷ ἐδόκει γράψας ἐξήνεγκε τὰς ὁμολογίας. [3] ἦν τ᾽ ἄρα τὸ ἐν πολλοῖς εὐτυχεῖν σφαλερὸν ἀνθρώπῳ χρῆμα καὶ ἀσύμφορον: αὐχήματός τε γὰρ ἀνοήτου πολλοῖς αἴτιον γενόμενον λανθάνει καὶ ἐπιθυμιῶν ἀρχηγὸν ἐκβαινουσῶν τὴν ἀνθρωπίνην φύσιν: ὃ καὶ τῷ ἀνδρὶ ἐκείνῳ συνέβη. τρισὶ γὰρ ὑπατείαις καὶ δυσὶ θριάμβοις μόνος τῶν τότε ἀνθρώπων ὑπὸ τῆς πόλεως τετιμημένος σεμνότερον ἑαυτὸν ἦγε καὶ μοναρχικῆς ἐξουσίας ἐλάμβανε πόθον: ἐνθυμούμενος δ᾽ ὅτι τοῖς βασιλείας ἢ τυραννίδος ἐφιεμένοις ῥᾴστη τε καὶ ἀσφαλεστάτη πασῶν ἐστιν ὁδὸς ἡ τὸ πλῆθος εὐεργεσίαις τισὶν ὑπαγομένη καὶ ἐκ τῶν χειρῶν τοῦ διδόντος τὰ κοινὰ σιτεῖσθαι ἐθίζουσα, ταύτην ἐτράπετο: καὶ αὐτίκα οὐθενὶ προειπών: ἦν γάρ τις χώρα δημοσία πολλὴ παρημελημένη τε καὶ ὑπὸ τῶν εὐπορωτάτων κατεχομένη, ταύτην ἔγνω τῷ δήμῳ διανέμειν. [4] καὶ εἰ μὲν ἄχρι τοῦδ᾽ ἐλθὼν ἠρκέσθη, τάχ᾽ ἂν αὐτῷ κατὰ νοῦν τὸ ἔργον ἐχώρησε: νῦν δὲ πλειόνων ὀρεγόμενος στάσιν οὐ μικρὰν ἤγειρεν, ἐξ ἧς οὐκ εὐτυχὲς τὸ τέλος αὐτῷ συνέβη. Λατίνους τε γὰρ ἠξίου τῇ καταγραφῇ τῆς χώρας συμπεριλαμβάνειν καὶ τοὺς νεωστὶ [p. 232] προσληφθέντας εἰς τὴν πολιτείαν Ἕρνικας οἰκεῖα ἑαυτῷ παρασκευάσας τὰ ἔθνη.

 

‹ Prev