Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)
Page 274
ταῦτα διανοηθεὶς τῇ μετὰ τὸν θρίαμβον ἡμέρᾳ συνεκάλεσε τὸ πλῆθος εἰς ἐκκλησίαν: καὶ παρελθὼν ἐπὶ τὸ βῆμα, ὡς ἔθος ἐστὶ ποιεῖν τοῖς τεθριαμβευκόσι, πρῶτον μὲν ἀπέδωκε τὸν ὑπὲρ τῶν πραχθέντων αὐτῷ λόγον, οὗ κεφάλαια ἦν ταῦτα: [2] ὅτι τῆς μὲν πρώτης ὑπατείας τυχὼν τὸ Σαβίνων ἔθνος ἀντιποιούμενον τῆς ἡγεμονίας μάχῃ νικήσας ὑπήκοον ἠνάγκασε Ῥωμαίοις γενέσθαι: ἀποδειχθεὶς δὲ τὸ δεύτερον ὕπατος τὴν ἐμφύλιον ἔπαυσε τῆς πόλεως στάσιν καὶ κατήγαγε τὸν δῆμον εἰς τὴν πατρίδα, Λατίνους δὲ συγγενεῖς μὲν ὄντας τῆς Ῥωμαίων πόλεως, ἀεὶ δὲ τῆς ἡγεμονίας καὶ τῆς δόξης αὐτῇ φθονοῦντας, εἰς φιλότητα συνήγαγε τῆς ἰσοπολιτείας μεταδούς, ὥστε μηκέτι ἀντίπαλον, ἀλλὰ πατρίδα τὴν Ῥώμην νομίζειν. [3] τρίτον δὲ καταστὰς ἐπὶ τὴν αὐτὴν ἀρχὴν Οὐολούσκους τ᾽ ἠνάγκασε φίλους ἀντὶ πολεμίων γενέσθαι καὶ τὸ Ἑρνίκων ἔθνος μέγα τε καὶ ἄλκιμον καὶ πλησίον σφῶν κείμενον βλάπτειν τε καὶ ὠφελεῖν τὰ μέγιστα ἱκανώτατον ἑκούσιον ὑπηγάγετο. [4] ταῦτά τε δὴ καὶ τὰ ὅμοια τούτοις διεξελθὼν ἠξίου τὸν δῆμον ἑαυτῷ προσέχειν τὸν νοῦν, ὡς παρὰ πάντας τοὺς ἄλλους πρόνοιαν ἔχοντι τοῦ κοινοῦ καὶ εἰς τὸν λοιπὸν ἕξοντι χρόνον. [p. 233] τελευτῶν δὲ τοῦ λόγου τοσαῦτ᾽ ἔφη καὶ τηλικαῦτ᾽ ἀγαθὰ ποιήσειν τὸν δῆμον, ὥστε πάντας ὑπερβαλέσθαι τοὺς ἐπαινουμένους ἐπὶ τῷ φιλεῖν καὶ σώζειν τὸ δημοτικόν: καὶ ταῦτ᾽ ἔφη ποιήσειν οὐκ εἰς μακράν. [5] διαλύσας δὲ τὴν ἐκκλησίαν καὶ χρόνον οὐδὲ ἀκαριαῖον διαλιπὼν τῇ κατόπιν ἡμέρᾳ συνεκάλει τὴν βουλὴν εἰς τὸ συνέδριον ὀρθὴν καὶ περίφοβον οὖσαν ἐπὶ τοῖς ῥηθεῖσιν ὑπ᾽ αὐτοῦ λόγοις: καὶ πρὶν ἑτέρου τινὸς ἄρξασθαι λόγου τὴν ἀπόρρητον ἐν τῷ δήμῳ φυλαχθεῖσαν γνώμην εἰς μέσον ἔφερεν, ἀξιῶν τοὺς βουλευτάς, ἐπειδὴ πολλὰ ὁ δῆμος τῇ πόλει χρήσιμος γέγονε τὰ μὲν εἰς τὴν ἐλευθερίαν, τὰ δ᾽ εἰς τὸ ἑτέρων ἄρχειν συλλαβόμενος, πρόνοιαν αὐτοῦ ποιήσασθαι, τήν τε χώραν αὐτῷ νείμαντας, ὅση πολέμῳ κρατηθεῖσα λόγῳ μὲν ἦν δημοσία, ἔργῳ δὲ τῶν ἀναιδεστάτων τε καὶ σὺν οὐδενὶ δικαίῳ κατεσχηκότων πατρικίων, καὶ τῆς ὑπὸ Γέλωνος τοῦ Σικελίας τυράννου πεμφθείσης σφίσι δωρεᾶς σιτικῆς, ἣν προῖκα δέον ἅπαντας διανείμασθαι τοὺς πολίτας ὠνητὴν ἐλάμβανον οἱ πένητες, ἀποδοθῆναι τὰς τιμὰς τοῖς ὠνησαμένοις ἐξ ὧν εἶχε τὸ κοινὸν χρημάτων.
εὐθὺς μὲν οὖν ἔτι λέγοντος αὐτοῦ θόρυβος ἦν πολύς, ἀχθομένων ἁπάντων καὶ οὐχ ὑπομενόντων τὸν λόγον. ἐπειδὴ δ᾽ ἐπαύσατο ὅ τε συνύπατος αὐτοῦ Οὐεργίνιος πολλὴν ἐποιήσατο κατηγορίαν ὡς στάσιν εἰσάγοντος, καὶ τῶν ἄλλων βουλευτῶν οἱ πρεσβύτατοί τε καὶ τιμιώτατοι, μάλιστα δ᾽ Ἄππιος Κλαύδιος: καὶ μέχρι πολλῆς ὥρας ἠγριωμένοι τε καὶ τὰ [p. 234] αἴσχιστα κατ᾽ ἀλλήλων ὀνείδη λέγοντες οὗτοι διετέλεσαν. [2] ταῖς δὲ κατόπιν ἡμέραις ὁ μὲν Κάσσιος ἐκκλησίας συνεχεῖς ποιούμενος ἐξεδημαγώγει τὸ πλῆθος, καὶ τοὺς ὑπὲρ τῆς κληρουχίας λόγους εἰσέφερε, καὶ πολὺς ἦν ἐν ταῖς κατηγορίαις τῶν ἀντιπραττόντων. ὁ δ᾽ Οὐεργίνιος τὴν βουλὴν ὁσημέραι συνάγων μετὰ κοινῆς γνώμης τῶν πατρικίων ἀντιπαρεσκευάζετο φυλακάς τε καὶ κωλύσεις νομίμους. [3] καὶ ἦν στῖφος ἑκατέρῳ τῶν παρακολουθούντων τε καὶ φυλακὴν τῷ σώματι παρεχόντων πολύ: τὸ μὲν ἄπορον καὶ ῥυπαρὸν καὶ πάντα τολμᾶν πρόχειρον ὑπὸ τῷ Κασσίῳ τεταγμένον, τὸ δ᾽ εὐγενέστατόν τε καὶ καθαρώτατον ὑπὸ τῷ Οὐεργινίῳ. [4] τέως μὲν οὖν τὸ χεῖρον ἐν ταῖς ἐκκλησίαις ἐπεκράτει μακρῷ θατέρου προὔχον, ἔπειτα ἰσόρροπον ἐγένετο προσνειμάντων ἑαυτοὺς τῶν δημάρχων τῇ κρείττονι μοίρᾳ: τάχα μὲν καὶ διὰ τὸ μὴ δοκεῖν ἄμεινον εἶναι τῇ πόλει δεκασμοῖς τ᾽ ἀργυρίου καὶ διανομαῖς τῶν δημοσίων διαφθειρόμενον τὸ πλῆθος ἀργὸν καὶ πονηρὸν εἶναι, τάχα δὲ καὶ διὰ τὸν φθόνον, ὅτι τῆς φιλανθρωπίας ταύτης οὐκ αὐτοὶ ἦρξαν οἱ τοῦ δήμου προεστηκότες, ἀλλ᾽ ἕτερος: οὐθὲν δὲ κωλύει καὶ διὰ τοῦτο τὸ δέος, ὃ πρὸς τὴν αὔξησιν τοῦ ἀνδρὸς ἐλάμβανον μείζονα γενομένην ἢ τῇ πόλει συνέφερεν. [5] ἀντέλεγον οὖν ἤδη κατὰ κράτος ἐν ταῖς ἐκκλησίαις οὗτοι [p. 235] πρὸς τοὺς εἰσφερομένους ὑπὸ τοῦ Κασσίου νόμους διδάσκοντες τὸν δῆμον, ὡς οὐκ εἴη δίκαιον, ἃ διὰ πολλῶν ἐκτήσατο πολέμων, ταῦτα μὴ Ῥωμαίους νείμασθαι μόνους, ἀλλὰ καὶ Λατίνους αὐτοῖς ἰσομοιρεῖν τοὺς μὴ παραγενομένους τοῖς πολέμοις, καὶ τοὺς νεωστὶ προσελθόντας πρὸς τὴν φιλίαν Ἕρνικας, οἷς ἀγαπητὸν ἦν πολέμῳ προσαχθεῖσι τὸ μὴ τὴν ἑαυτῶν ἀφαιρεθῆναι χώραν. [6] ὁ δὲ δῆμος ἀκούων τοτὲ μὲν τοῖς τῶν δημάρχων προσετίθετο λόγοις ἐνθυμούμενος, ὅτι μικρόν τι καὶ οὐκ ἄξιον ἔσται λόγου τὸ ἐκ τῆς δημοσίας γῆς ἐσόμενον ἑκάστῳ λάχος, εἰ μεθ᾽ Ἑρνίκων τε καὶ Λατίνων αὐτὴν νεμήσονται, τοτὲ δ᾽ ὑπὸ τοῦ Κασσίου μετεπείθετο δημαγωγοῦντος, ὡς προδιδόντων αὐτοὺς τοῖς πατρικίοις τῶν δημάρχων καὶ πρόφασιν ποιουμένων τῆς κωλύσεως εὐπρεπῆ τὴν Ἑρνίκων τε καὶ Λατίνων ἰσομοιρίαν, ἣν αὐτὸς ἔφη νόμῳ περιλαβεῖν ἰσχύος τῶν πενήτων ἕνεκα καὶ εἴ τις ἀφαιρεῖσθαί ποτε αὐτοὺς ἀξιώσαι τὰ δοθέντα κωλῦσαι, κρεῖττον ἡγούμενος εἶναι καὶ ἀσφαλέστερον τοῖς πολλοῖς μικρὰ λαβοῦσιν �
��μοίως ἔχειν ἢ πολλὰ ἐλπίσασιν ἁπάντων ἀποτυχεῖν.
τούτοις δὴ τοῖς λόγοις τοῦ Κασσίου θαμινὰ μεταπείθοντος ἐν ταῖς ἐκκλησίαις τὸν ὄχλον παρελθὼν εἷς τῶν δημάρχων, Γάϊος Ῥαβολήιος, ἀνὴρ οὐκ ἄφρων, τήν τε διχοστασίαν τῶν ὑπάτων ὑπέσχετο παύσειν οὐκ εἰς μακράν, καὶ τῷ δήμῳ ποιήσειν φανερόν, ὅ τι χρὴ ποιεῖν. ἐπισημασίας δὲ γενομένης αὐτῷ μεγάλης καὶ μετὰ τοῦτο σιωπῆς: οὐχὶ ταῦτ᾽, εἶπεν, ὦ [p. 236] Κάσσιε, καὶ σὺ Οὐεργίνιε, τὰ κεφάλαιά ἐστι τοῦ νόμου; ἓν μέν, εἰ χρὴ τὴν δημοσίαν γῆν κατ᾽ ἄνδρα διανεμηθῆναι, ἕτερον δ᾽, εἰ χρὴ καὶ Λατίνους καὶ Ἕρνικας μέρος αὐτῆς λαβόντας ἔχειν; ὁμολογησάντων δ᾽ αὐτῶν: [2] εἶεν δή: σὺ μέν, εἶπεν, ὦ Κάσσιε, ἀμφότερα ταῦτ᾽ ἐπιψηφίζειν ἀξιοῖς τὸν δῆμον, σὺ δὲ δὴ πρὸς θεῶν, ὦ Οὐεργίνιε, λέξον ἡμῖν, πότερα θάτερον ἀκυροῖς τῆς. Κασσίου γνώμης μέρος τὸ κατὰ τοὺς συμμάχους οὐκ οἰόμενος δεῖν ἰσομοίρους ἡμῖν Ἕρνικάς τε καὶ Λατίνους ποιεῖν, ἢ καὶ θάτερον μόνον ἀκυροῖς ἀξιῶν οὐδὲ ἡμῖν αὐτοῖς διανέμειν τὰ κοινά; ταυτὶ γὰρ ἀπόκριναί μοι μηδὲν ἀποκρυψάμενος. [3] εἰπόντος δὲ τοῦ Οὐεργινίου τῇ Λατίνων τε καὶ Ἑρνίκων ἀντιλέγειν ἰσομοιρίᾳ, τὸ δὲ κατὰ τοὺς πολίτας, εἰ πᾶσι δόξειε, διανέμεσθαι συγχωρεῖν, ἐπιστρέψας ὁ δήμαρχος εἰς τὸν ὄχλον εἶπεν: ἐπεὶ τοίνυν τὸ μὲν ἕτερον τῆς γνώμης μέρος ἀμφοτέροις τοῖς ὑπάτοις συνδοκεῖ, τὸ δ᾽ ἕτερον ἀντιλέγεται πρὸς θατέρου, ἰσότιμοι δ᾽ ἀμφότεροι, καὶ οὐχ οἷόν τε βιάσασθαι θατέρῳ τὸν ἕτερον, ὃ μὲν δίδοται δοται παρ᾽ ἀμφοτέρων, ἤδη λάβωμεν, ὑπὲρ οὗ δ᾽ ἀμφισβητοῦσιν, [4] ἀναβαλώμεθα. ἐπισημήναντος δὲ τοῦ πλήθους ὡς τὰ πράτιστα ὑποθεμένῳ καὶ καταλύειν ἐκ τοῦ νόμου τὸ ποιοῦν διχοστασίαν μέρος ἀξιοῦντος, ἀπορῶν, ὅ τι χρὴ πράττειν, ὁ Κάσσιος καὶ οὔτ᾽ ἀναθέσθαι τὴν γνώμην προαιρούμενος οὔτε μένειν ἐπ᾽ αὐτῆς ἀντιπραττόντων τῶν δημάρχων δυνάμενος, τότε [p. 237] μὲν διέλυσε τὴν ἐκκλησίαν, ταῖς δ᾽ ἑξῆς ἡμέραις ἀρρωστίαν σκηπτόμενος οὐκέτι κατέβαινεν εἰς τὴν ἀγοράν, ἀλλ᾽ ὑπομένων ἔνδον ἐπραγματεύετο βίᾳ καὶ χειροκρασίᾳ κυρῶσαι τὸν νόμον: καὶ μετεπέμπετο Λατίνων τε καὶ Ἑρνίκων ὅσους ἐδύνατο πλείστους ἐπὶ τὴν ψηφοφορίαν. [5] οἱ δὲ συνῄεσαν ἀθρόοι, καὶ δι᾽ ὀλίγου μεστὴ ξένων ἦν ἡ πόλις. ταῦτα μαθὼν ὁ Οὐεργίνιος κηρύττειν ἐκέλευσε κατὰ τοὺς στενωποὺς ἀπιέναι τοὺς μὴ κατοικοῦντας ἐν τῇ πόλει, χρόνον ὁρίσας οὐ πολύν. ὁ δὲ Κάσσιος τἀναντία ἐκέλευσε κηρύττειν παραμένειν τοὺς μετέχοντας τῆς ἰσοπολιτείας, ἕως ἂν ἐπικυρωθῇ ὁ νόμος.
ὡς δ᾽ οὐδὲν ἐγίνετο πέρας, δείσαντες οἱ πατρίκιοι, μὴ ψήφων θ᾽ ἁρπαγαὶ καὶ χειρῶν ἐπιβολαὶ γένωνται καὶ ἄλλα, ὅσα φιλεῖ βίαια συμβαίνειν ἐν ταῖς στασιαζούσαις ἐκκλησίαις εἰσφερομένου τοῦ νόμου, συνῆλθον εἰς τὸ συνέδριον ὡς ὑπὲρ ἁπάντων ἅπαξ βουλευσόμενοι. [2] Ἄππιος μὲν οὖν πρῶτος ἐρωτηθεὶς γνώμην οὐκ εἴα συγχωρεῖν τῷ δήμῳ τὴν διανομὴν διδάσκων, ὡς χαλεπὸς ἔσται καὶ ἀλυσιτελὴς σύνοικος ὄχλος ἀργὸς ἐθισθεὶς τὰ δημόσια λιχνεύειν, καὶ οὐθὲν ἐάσει ποτὲ τῶν κοινῶν οὔτε κτημάτων οὔτε χρημάτων ἔτι κοινὸν μένειν: αἰσχύνης τ᾽ ἄξιον πρᾶγμα εἶναι λέγων, εἰ Κασσίου κατηγοροῦντες ὡς πονηρὰ καὶ ἀσύμφορα πολιτευομένου καὶ τὸν δῆμον διαφθείροντος, ἔπειτ᾽ αὐτοὶ κοινῇ γνώμῃ ταῦτ᾽ ἐπικυρώσουσιν ὡς δίκαια καὶ συμφέροντα: ἐνθυμεῖσθαί τ᾽ αὐτοὺς ἀξιῶν, ὡς οὐδ᾽ ἡ χάρις ἡ παρὰ τῶν πενήτων, εἰ τὰ κοινὰ διανείμαιντο [p. 238] τοῖς συγχωρήσασι καὶ ἐπιψηφισαμένοις, ὑπάρξει, ἀλλ᾽ ἑνὶ τῷ προθέντι τὴν γνώμην Κασσίῳ καὶ δόξαντι ἠναγκακέναι τὴν βουλὴν ἄκουσαν ἐπικυρῶσαι. [3] προειπὼν δὴ ταῦτα καὶ παραπλήσια τούτοις ἕτερα τελευτῶν τάδε συνεβούλευσεν: ἄνδρας ἐκ τῶν ἐντιμοτάτων βουλευτῶν ἑλέσθαι δέκα, οἵτινες ἐπελθόντες τὴν δημοσίαν γῆν ἀφοριοῦσι, καὶ εἴ τινα ἐξ αὐτῆς κλέπτοντες ἢ βιαζόμενοί τινες ἰδιῶται κατανέμουσιν ἢ ἐπεργάζονται διαγνόντες ἀποδώσουσι τῷ δημοσίῳ. τὴν δ᾽ ὁρισθεῖσαν ὑπ᾽ ἐκείνων γῆν διαιρεθεῖσαν εἰς κλήρους ὅσους δή τινας καὶ στήλαις εὐκόσμοις διαγραφεῖσαν τὴν μὲν ἀπεμποληθῆναι παρῄνει καὶ μάλιστα περὶ ἧς ἀμφίλογόν τι πρὸς ἰδιώτας ἦν, ὥστε τοῖς ὠνησαμένοις μὴ εἶναι πρὸς τοὺς ἀντιποιησομένους ὑπὲρ αὐτῶν κρίσεις, τὴν δὲ πενταετῆ μισθοῦν χρόνον: τὸ δὲ προσιὸν ἐκ τῶν μισθώσεων ἀργύριον εἰς τοὺς ὀψωνιασμοὺς τῶν στρατευομένων ἀναλοῦσθαι καὶ εἰς τὰς μισθώσεις ὧν οἱ πόλεμοι χορηγιῶν δέονται: [4] νῦν μὲν γάρ, ἔφησεν, ὁ φθόνος τῶν πενήτων ὁ πρὸς τοὺς πλουσίους, ὅσοι σφετερισάμενοι τὰ κοινὰ διακατέχουσι, δίκαιός ἐστι: καἰ οὐθὲν θαυμαστόν, εἰ τὰ κοινὰ πάντας διανείμασθαι μᾶλλον ἀξιοῦσιν, ἢ τοὺς ἀναιδεστάτους τε καὶ ὀλίγους κατέχειν: ἐὰν δ᾽ ἀφισταμένους αὐτῆς [p. 239] ὁρῶσι τοὺς νῦν καρπουμένους καὶ τὰ κοινὰ ὄντως κοινὰ γινόμενα, παύσονται φθονοῦντες ἡμῖν, τήν τ᾽ ἐπιθυμίαν τῆς κατ᾽ ἄνδρα διανομῆς τῶν ἀγρῶν ἐπανήσουσι μαθόντες, ὅτι λυσιτελεστέρα τῆς μικρᾶς ἑκάστῳ [5] μερίδος ἡ κοινὴ μετὰ πάντων ἔσται κτῆσις. διδάσκωμεν γὰρ αὐτούς, ἔλεγεν, ὅσον τὸ διάφορον, καὶ ὡς εἷς μὲν ἕκαστος τῶν πενήτων γῄδιον οὐ μέγα λαβὼν καὶ εἰ �
�ύχοι γείτονας ὀχληροὺς ἔχων οὔτ᾽ αὐτὸς ἱκανὸς ἔσται τοῦτο γεωργεῖν δι᾽ ἀπορίαν, οὔτε τὸν μισθωσόμενον ὅτι μὴ τὸν γείτονα εὑρήσει: εἰ δὲ μεγάλοι κλῆροι ποικίλας τε καὶ ἀξιολόγους ἔχοντες γεωργοῖς ἐργασίας ὑπὸ τοῦ κοινοῦ μισθοῖντο, πολλὰς οἴσουσι προσόδους: καὶ ὅτι κρεῖττον αὐτοῖς ἐστιν, ὅταν ἐξίωσιν ἐπὶ τοὺς πολέμους ἐκ τοῦ δημοσίου ταμιείου τὸν ἐπισιτισμόν τε καὶ ὀψωνιασμὸν λαμβάνειν, ἢ ἐκ τῶν ἰδίων οἴκων εἰς τὸ ταμιεῖον ἕκαστον εἰσφέρειν τεθλιμμένων ἔστιν ὅτε τῶν βίων καὶ ἔτι μᾶλλον ἐν τῷ συμπορίζειν τὸ ἀργύριον ἐπιβαρησομένων.