τότε δ᾽ οὖν οἱ δημόται τῆς δημαρχικῆς ἐξουσίας οὐδὲν ἀπολαύοντες ὑφεῖντο τοῦ θράσους καὶ προσιόντες τοῖς ἐπὶ τῆς στρατολογίας τεταγμένοις [p. 264] τὸν ἱερὸν ὅρκον ὤμνυσαν, καὶ ὑπὸ τὰς σημαίας κατεγράφοντο. ἐπεὶ δὲ τὸ ἐλλιπὲς τῶν λόχων ἐξεπληρώθη, διεκληρώσαντο τὰς ἡγεμονίας τῶν στρατοπέδων οἱ ὕπατοι: καὶ ὁ μὲν Φάβιος τὴν ἐπὶ τῇ βοηθείᾳ τῶν συμμάχων ἀποσταλεῖσαν δύναμιν παρελάμβανεν, ὁ δὲ Οὐαλέριος τὴν ἐν Οὐολούσκοις στρατοπεδεύουσαν ἄγων τοὺς νεωστὶ καταγραφέντας. [2] μαθοῦσι δὲ τὴν παρουσίαν αὐτοῦ τοῖς πολεμίοις ἐδόκει στρατιάν θ᾽ ἑτέραν μεταπέμπεσθαι καὶ ἐν ἰσχυροτέρῳ τὸ στρατόπεδον ποιήσασθαι χωρίῳ καὶ μηδὲν ἐκ τοῦ καταφρονεῖν αὐτῶν ἔτι προπετὲς κινδύνευμα ὡς πρότερον ὑπομένειν. ἐγεγόνει ταῦτα διὰ ταχέων, ἀμφοτέροις τε παρέστη τοῖς ἡγεμόσι τῶν δυνάμεων ὁμοία περὶ τοῦ πολέμου γνώμη, τὰ ἑαυτῶν φυλάττειν ἐρύματα, ἐάν τις ἐπίῃ, τοῖς δὲ τῶν πολεμίων ὡς βίᾳ κρατηθησομένοις μὴ ἐπιχειρεῖν. [3] καὶ ὁ διὰ μέσου χρόνος οὐκ ὀλίγος ἐγένετο φόβῳ τῶν ἐπιχειρήσεων τριβόμενος: οὐ μέντοι καὶ εἰς τέλος γε διαμένειν ἐν τοῖς ἐγνωσμένοις ἐδυνήθησαν. ὁπότε γὰρ ἐπισιτισμοῦ χάριν ἢ τῶν ἄλλων ἐπιτηδείων τινός, ὧν ἀμφοτέροις ἔδει, μοῖρά τις ἀποσταλείη τῆς στρατιᾶς, συμβολαί τ᾽ αὐτῶν ἐγίνοντο καὶ πληγαί, καὶ τὸ νικᾶν οὐκ ἀεὶ παρὰ τοῖς αὐτοῖς ἔμενε: πολλάκις δὲ συμπλεκομένων ἀλλήλοις ἀπέθνησκόν τ᾽ οὐκ ὀλίγοι καὶ τραυματίαι πλείους ἐγίνοντο. [4] τοῖς μὲν οὖν Ῥωμαίοις τὸ ἀπαναλούμενον τῆς στρατιᾶς οὐδεμία ποθὲν ἐπικουρία [p. 265] ἐξεπλήρου, τὸ δὲ τῶν Οὐολούσκων στρατόπεδον ἄλλων ἐπ᾽ ἄλλοις ἡκόντων πολλὴν αὔξησιν ἐλάμβανε: καὶ τούτῳ ἐπαρθέντες οἱ ἡγεμόνες ἐξῆγον ἐκ τοῦ χάρακος τὴν δύναμιν ὡς εἰς μάχην.
ἐξελθόντων δὲ καὶ τῶν Ῥωμαίων καὶ παραταξαμένων ἰσχυρὰ μάχη γίνεται καὶ ἱππέων καὶ πεζῶν καὶ ψιλῶν ἴσῃ πάντων χρωμένων προθυμίᾳ τε καὶ ἐμπειρίᾳ, καὶ τὸ νικᾶν ἑκάστου παρ᾽ ἑαυτὸν μόνον τιθεμένου: [2] ὡς δὲ νεκροί τ᾽ αὐτῶν πολλοὶ ἑκατέρωθεν, ἐν ᾧ ἐτάχθησαν χωρίῳ, πεσόντες ἔκειντο, καὶ ἡμιθνῆτες ἔτι πλείους τῶν νεκρῶν, οἱ δὲ παρὰ τὸν ἀγῶνα καὶ τὰ δεινὰ ἔτι διαμένοντες ὀλίγοι ἦσαν, καὶ οὐδὲ οὗτοι δρᾶν τὰ πολέμου ἔργα δυνάμενοι βαρυνόντων μὲν αὐτοῖς τῶν σκεπαστηρίων τὰς εὐωνύμους χεῖρας διὰ πλῆθος τῶν ἐμπεπηγότων βελῶν, καὶ οὐκ ἐώντων ὑπομένειν τὰς προσβολάς, τετραμμένων δὲ τῶν ἐγχειριδίων τὰς ἀκμάς, ἔστι δ᾽ ὧν καὶ κατεαγότων ὅλων, οἷς οὐθὲν ἔτι ἦν χρῆσθαι, τοῦ τε κόπου, ὃς δι᾽ ὅλης ἡμέρας ἀγωνιζομένοις αὐτοῖς πολὺς ἐγεγόνει, παραλύοντος τὰ νεῦρα καὶ τὰς πληγὰς ἀσθενεῖς ποιοῦντος, ἱδρῶτος δὲ καὶ δίψης καὶ ἄσθματος, οἷα ἐν πνιγηρᾷ ὥρᾳ ἔτους τοῖς πολὺν χρόνον ἀγωνιζομένοις συμπίπτειν φιλεῖ, παρ᾽ ἀμφοτέροις γινομένων, τέλος οὐδὲν ἔλαβεν ἀξιόλογον ἡ μάχη, ἀλλ᾽ ἀγαπητῶς [p. 266] ἀμφότεροι τῶν στρατηγῶν ἀνακαλουμένων ἀπῆλθον ἐπὶ τοὺς ἑαυτῶν χάρακας: καὶ οὐκέτι μετὰ τοῦτ᾽ ἐξῄεσαν εἰς μάχην οὐδέτεροι, ἀλλ᾽ ἀντικαθήμενοι παρεφύλαττον ἀλλήλων τὰς ἕνεκα τῶν ἐπιτηδείων γινομένας ἐξόδους. [3] ἔδοξε μέντοι καὶ λόγος ἦν ἐν τῇ Ῥώμῃ πολύς, ὡς δυναμένη τότε νικᾶν ἡ Ῥωμαίων δύναμις ἑκουσία μηδὲν ἦν ἐργάσασθαι λαμπρὸν διὰ μῖσός τε τοῦ ὑπάτου καὶ ὀργήν, ἣν εἶχε πρὸς τοὺς πατρικίους ἐπὶ τῷ φενακισμῷ τῆς κληρουχίας. αὐτοὶ δ᾽ οἱ στρατιῶται τὸν ὕπατον ὡς οὐχ ἱκανὸν στρατηγεῖν ᾐτιῶντο, γράμματα πέμποντες ὡς τοὺς ἐπιτηδείους ἑαυτῶν ἕκαστοι. καὶ τὰ μὲν ἐπὶ στρατοπέδου γινόμενα τοιαῦτ᾽ ἦν: ἐν αὐτῇ δὲ τῇ Ῥώμῃ πολλὰ δαιμόνια σημεῖα ἐφαίνετο δηλωτικὰ θείου χόλου κατά τε φωνὰς καὶ ὄψεις ἀήθεις. [4] πάντα δ᾽ εἰς τοῦτο συνέτεινεν, ὡς οἵ τε μάντεις καὶ οἱ τῶν ἱερῶν ἐξηγηταὶ συνενέγκαντες τὰς ἐμπειρίας ἀπεφαίνοντο, ὅτι θεῶν χολοῦσθαὶ τινες οὐ κομίζονται τὰς νομίμους τιμὰς οὐ καθαρῶς οὐδὲ ὁσίως ἐπιτελουμένων αὐτοῖς τῶν ἱερῶν. ζήτησις δὴ μετὰ τοῦτο πολλὴ ἐκ πάντων ἐγίνετο, καὶ σὺν χρόνῳ μήνυσις ἀποδίδοται τοῖς ἱεροφάνταις, ὅτι τῶν παρθένων μία τῶν φυλαττουσῶν τὸ ἱερὸν πῦρ, Ὀπιμία ὄνομα αὐτῇ, τὴν παρθενίαν ἀφαιρεθεῖσα μιαίνει τὰ ἱερά. [5] οἱ δ᾽ ἔκ τε βασάνων καὶ τῶν ἄλλων ἀποδείξεων [p. 267] μαθόντες, ὅτι τὸ μηνυόμενον ἦν ἀδίκημα ἀληθές, αὐτὴν μὲν τῆς κορυφῆς ἀφελόμενοι τὰ στέμματα καὶ πομπεύσαντες δι᾽ ἀγορᾶς ἐντὸς τείχους ζῶσαν κατώρυξαν: δύο δὲ τοὺς ἐξελεγχθέντας διαπράξασθαι τὴν φθορὰν μαστιγώσαντες ἐν φανερῷ παραχρῆμα ἀπέκτειναν καὶ μετὰ τοῦτο καλὰ τὰ ἱερὰ καὶ τὰ μαντεύματα ὡς ἀφεικότων αὐτοῖς τῶν θεῶν τὸν χόλον, ἐγίνετο.
ὡς δὲ καθῆκεν ὁ τῶν ἀρχαιρεσιῶν χρόνος, ἐλθόντων τῶν ὑπάτων πολλὴ σπουδὴ καὶ παράταξις ἐγένετο τοῦ δήμου πρὸς τοὺς πατρικίους περὶ τῶν παραληψομένων τὴν ἡγεμονίαν ἀνδρῶν. ἐκεῖνοι μὲν γὰρ ἐκ τῶν νεωτέρων ἐβούλοντο τοὺς δραστηρίους τε καὶ ἥκιστα δημοτικοὺς ἐπὶ τὴν ὑπατείαν προαγαγεῖν: καὶ μετῄει τὴν ἀρχὴν κελευσθεὶς ὑπ᾽ αὐτῶν ὁ υἱὸς Ἀππίου Κλαυδίου τοῦ πολεμιωτάτου τῷ δήμῳ δοκοῦντος εἶναι, μεστὸς αὐθαδείας ἀνὴρ καὶ θράσους, ἑταίροις τε καὶ πε
λάταις ἁπάντων πλεῖστον τῶν καθ᾽ ἡλικίαν δυνάμενος: ὁ δὲ δῆμος ἐκ τῶν πρεσβυτέρων τε καὶ τῶν πεῖραν ἤδη δεδωκότων τῆς ἐπιεικείας τοὺς προνοησομένους τοῦ κοινῇ συμφέροντος ὀνομάζων ἠξίου ποιεῖν ὑπάτους. αἵ τ᾽ ἀρχαὶ διειστήκεσαν καὶ τὰς ἀλλήλων ἀνέλυον ἐξουσίας. [2] ὁπότε μὲν γὰρ οἱ ὕπατοι καλοῖεν τὸ πλῆθος ὡς ἀποδείξοντες τοὺς μετιόντας τὴν ἀρχὴν ὑπάτους, οἱ δήμαρχοι τοῦ κωλύειν ὄντες κύριοι διέλυον τὰ ἀρχαιρέσια, ὁπότε δ᾽ αὖ πάλιν ἐκεῖνοι [p. 268] καλοῖεν ὡς ἀρχαιρεσιάσοντα τὸν δῆμον, οὐκ ἐπέτρεπον οἱ ὕπατοι τὴν ἐξουσίαν ἔχοντες τοῦ συγκαλεῖν τοὺς λόχους καὶ τὰς ψήφους ἀναδιδόναι. κατηγορίαι τ᾽ ἀλλήλων ἐγίνοντο καὶ συνεχεῖς ἁψιμαχίαι καθ᾽ ἑταιρίας συνισταμένων, ὥστε καὶ πληγὰς ἀλλήλοις διδόναι τινὰς ὑπ᾽ ὀργῆς, καὶ οὐ μακρὰν ἀποσχεῖν τὴν στάσιν τῶν ὅπλων. [3] ταῦτα μαθοῦσα ἡ βουλὴ πολὺν ἐσκόπει χρόνον, ὅ τι χρήσεται τοῖς πράγμασιν, οὔτε βιάσασθαι δυναμένη τὸν δῆμον οὔτ᾽ εἶξαι βουλομένη. ἦν δ᾽ ἡ μὲν αὐθαδεστέρα γνώμη δικτάτορα ἑλέσθαι τῶν ἀρχαιρεσιῶν ἕνεκα, ὃν ἂν ἡγῶνται κράτιστον εἶναι: τὸν δὲ λαβόντα τὴν ἐξουσίαν τούς τε νοσοποιοὺς ἐκ τῆς πόλεως ἐξελεῖν, καὶ εἴ τι ἡμάρτηται ταῖς πρότερον ἀρχαῖς ἐπανορθώσασθαι, τόν τε κόσμον τοῦ πολιτεύματος, ὃν βούλεται, καταστησάμενον ἀνδράσι τοῖς κρατίστοις ἀποδοῦναι τὰς ἀρχάς. [4] ἡ δ᾽ ἐπιεικεστέρα μεσοβασιλεῖς ἑλέσθαι τοὺς πρεσβυτάτους τε καὶ τιμιωτάτους ἄνδρας, οἷς ἐπιμελὲς ἔσται τὰ περὶ τὰς ἀρχάς, ὅπως κράτισται γενήσονται, προνοηθῆναι, τὸν αὐτὸν τρόπον, ὅνπερ ἐπὶ τῶν βασιλέων τῶν ἐκλιπόντων ἐγίνοντο. ταύτῃ προσθεμένων τῇ γνώμῃ τῶν πλειόνων ἀποδείκνυται πρὸς αὐτῶν μεσοβασιλεὺς Αὖλος Σεμπρώνιος Ἀτρατῖνος: [5] αἱ δ᾽ ἄλλαι κατελύθησαν ἀρχαί. οὗτος ἐπιτροπεύσας τὴν πόλιν ἀστασίαστον ὅσας ἐξῆν ἡμέρας ἕτερον ἀποδείκνυσιν, ὥσπερ αὐτοῖς ἔθος ἦν, Σπόριον Λάρκιον. κἀκεῖνος συγκαλέσας τὴν λοχῖτιν ἐκκλησίαν [p. 269] καὶ τὰς ψήφους κατὰ τὰ τιμήματα ἀναδούς, ἐκ τῆς ἀμφοτέρων εὐδοκήσεως ἀποδείκνυσιν ὑπάτους, Γάϊον Ἰούλιον, τὸν ἐπικαλούμενον Ἴουλον, ἐκ τῶν φιλοδήμων, καὶ Κόιντον Φάβιον Καίσωνος υἱὸν τὸ δεύτερον ἐκ τῶν ἀριστοκρατικῶν. [6] καὶ ὁ μὲν δῆμος οὐδὲν ἐκ τῆς προτέρας ὑπατείας αὐτοῦ πεπονθὼς εἴασε τυχεῖν ταύτης τῆς ἐξουσίας τὸ δεύτερον, μισῶν τὸν Ἄππιον καὶ ὅτι ἐκεῖνος ἀτιμασθῆναι ἐδόκει σφόδρα ἡδόμενος: τοῖς δ᾽ ἐν τέλει διαπεπραγμένοις δραστήριον ἄνδρα καὶ οὐθὲν ἐνδώσοντα τῷ δήμῳ μαλακὸν ἐπὶ τὴν ὑπατείαν παρελθεῖν, κατὰ γνώμην ἐδόκει κεχωρηκέναι τὰ τῆς διχοστασίας.
ἐπὶ τῆς τούτων ἀρχῆς Αἰκανοὶ μὲν εἰς τὴν Λατίνων χώραν ἐμβαλόντες ἀπήλασαν ἀνδράποδα καὶ βοσκήματα πολλὰ λῃστρικῇ ἐφόδῳ χρησάμενοι: Τυρρηνῶν δ᾽ οἱ καλούμενοι Οὐιεντανοὶ τῆς Ῥωμαίων γῆς πολλὴν ἠδίκησαν προνομαῖς. τῆς δὲ βουλῆς τὸν μὲν πρὸς Αἰκανοὺς πόλεμον εἰς ἕτερον ἀναβαλομένης χρόνον, παρὰ δὲ Οὐιεντανῶν δίκας αἰτεῖν ψηφισαμένης, Αἰκανοὶ μὲν ἐπειδὴ τὰ πρῶτα αὐτοῖς κατὰ νοῦν ἐχώρησε, καὶ οὐθεὶς ὁ κωλύσων τὰ λοιπὰ ἐφαίνετο, θράσει ἐπαρθέντες ἀλογίστῳ λῃστρικὴν μὲν οὐκέτι στρατείαν ἔγνωσαν ποιεῖσθαι, δυνάμει δὲ βαρείᾳ ἐλάσαντες ἐπὶ πόλιν Ὀρτῶνα κατὰ κράτος αἱροῦσι: καὶ διαρπάσαντες τά τ᾽ ἐκ τῆς χώρας καὶ τὰ τῆς πόλεως ἀπῄεσαν εὐπορίαν πολλὴν ἀγόμενοι. [2] Οὐιεντανοὶ δὲ [p. 270] πρὸς τοὺς ἀπὸ τῆς Ῥώμης ἥκοντας ἀποκρινάμενοι, ὅτι οὐκ ἐξ αὐτῶν εἴησαν οἱ προνομεύοντες τὴν χώραν, ἀλλ᾽ ἐκ τῶν ἄλλων Τυρρηνῶν, ἀπέλυσαν τοὺς ἄνδρας οὐθὲν τῶν δικαίων ποιήσαντες: καὶ οἱ πρέσβεις ἐπιτυγχάνουσι τοῖς Οὐιεντανοῖς λείαν ἐκ τῆς αὐτῶν χώρας ἄγουσι. ταῦτα παρ᾽ αὐτῶν ἡ βουλὴ μαθοῦσα πολεμεῖν τ᾽ ἐψηφίσατο Οὐιεντανοῖς καὶ τοὺς ὑπάτους ἀμφοτέρους ἐξάγειν τὴν στρατιάν. [3] ἐγένετο μὲν οὖν περὶ τοῦ δόγματος ἀμφιλογία, καὶ πολλοὶ ἦσαν οἱ τὸν πόλεμον οὐκ ἐῶντες ἐκφέρειν τῆς τε κληρουχίας ὑπομιμνήσκοντες τοὺς δημοτικούς, ἧς γε πέμπτον ἔτος ἐψηφισμένης ὑπὸ τοῦ συνεδρίου κενῇ πιστεύσαντες ἐλπίδι ἐξηπάτηντο, καὶ κοινὸν ἀποφαίνοντες πόλεμον, εἰ κοινῇ χρήσεται γνώμῃ πᾶσα Τυρρηνία τοῖς ὁμοεθνέσι [4] βοηθοῦσα. οὐ μὴν ἴσχυσάν γ᾽ οἱ τῶν στασιαστῶν λόγοι, ἀλλ᾽ ἐκύρωσε καὶ ὁ δῆμος τὸ τῆς βουλῆς δόγμα τῇ Σπορίου Λαρκίου γνώμῃ τε καὶ παρακλήσει χρησάμενος. καὶ μετὰ ταῦτ᾽ ἐξῆγον τὰς δυνάμεις οἱ ὕπατοι: στρατοπεδευσάμενοι δὲ χωρὶς ἀλλήλων οὐ μακρὰν ἀπὸ τῆς πόλεως καὶ μείναντες ἡμέρας συχνάς, ἐπειδὴ οὐκ ἀντεξῆγον οἱ πολέμιοι τὰς δυνάμεις, προνομεύσαντες αὐτῶν τῆς γῆς ὅσην ἐδύναντο πλείστην ἀπῆγον ἐπ᾽ οἴκου τὴν στρατιάν. ἄλλο δ᾽ ἐπὶ τῆς τούτων ὑπατείας λόγου ἄξιον οὐδὲν ἐπράχθη.
BOOK IX
τῷ δὲ μετὰ τούτους ἔτει διαφορᾶς γενομένης τῷ δήμῳ πρὸς τὴν βουλὴν περὶ τῶν ἀποδειχθησομένων ὑπάτων: οἱ μὲν γὰρ ἠξίουν ἀμφοτέρους ἐκ τῶν ἀριστοκρατικῶν ἐπὶ τὴν ἀρχὴν προαγαγεῖν, ὁ δὲ δῆμος ἐκ τῶν ἑαυτῷ κεχαρισμένων: γνωσιμαχήσαντες πρὸς ἀλλήλους ἡ βουλὴ καὶ ὁ δῆμος τέλος συνέπεισαν ἀλλήλους ἀφ᾽ ἑκάστης μερίδος ὕπατον αἱρεθῆναι: καὶ ἀποδείκνυται Καίσων μὲν Φάβιος
τὸ δεύτερον ὑπὸ τῆς βουλῆς, ὁ τὸν Κάσσιον ἐπὶ τῇ τυραννίδι κρίνας, Σπόριος δὲ Φούριος ὑπὸ τῶν δημοτικῶν, ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ πέμπτης ὀλυμπιάδος ἄρχοντος Ἀθήνησι [p. 272] Καλλιάδου, καθ᾽ ὃν χρόνον ἐστράτευσε Ξέρξης ἐπὶ [2] τὴν Ἑλλάδα. ἄρτι δὲ παρειληφότων αὐτῶν τὴν ἀρχὴν Λατίνων τε πρέσβεις ἧκον ἐπὶ τὴν βουλὴν δεόμενοι πέμψαι σφίσι τὸν ἕτερον τῶν ὑπάτων μετὰ δυνάμεως, ὃς οὐκ ἐάσει προσωτέρω χωρεῖν τὴν Αἰκανῶν καταφρόνησιν, καὶ Τυρρηνία πᾶσα ἠγγέλλετο κεκινημένη καὶ οὐ διὰ μακροῦ χωρήσουσα εἰς πόλεμον. συνήχθη γὰρ εἰς κοινὴν ἐκκλησίαν τὸ ἔθνος, καὶ πολλὰ Οὐιεντανῶν δεηθέντων συνάρασθαι σφίσι τοῦ κατὰ Ῥωμαίων μαίων πολέμου, τέλος ἐξήνεγκεν ἐξεῖναι τοῖς βουλομένοις Τυρρηνῶν μετέχειν τῆς στρατείας: καὶ ἐγένετο χεὶρ ἀξιόμαχος ἡ τοῖς Οὐιεντανοῖς ἑκουσίως τοῦ πολέμου συναραμένη. ταῦτα μαθοῦσι τοῖς ἐν τέλει Ῥωμαίων ἔδοξε στρατιάς τε καταγράφειν καὶ τοὺς ὑπάτους ἀμφοτέρους ἐξιέναι, τὸν μὲν Αἰκανοῖς τε πολεμήσοντα καὶ Λατίνοις τιμωρὸν ἐσόμενον, τὸν δ᾽ ἐπὶ [3] Τυρρηνίας ἄξοντα τὰς δυνάμεις. ἀντέπραττε δὲ πρὸς ταῦτα Σπόριος Ἰκίλιος τῶν δημάρχων εἷς: καὶ συνάγων εἰς ἐκκλησίαν τὸν δῆμον ὁσημέραι τὰς περὶ τῆς κληρουχίας ὑποσχέσεις ἀπῄτει παρὰ τῆς βουλῆς καὶ οὐδὲν ἔφη συγχωρήσειν οὔτε τῶν ἐπὶ πόλεμον οὔτε τῶν κατὰ πόλιν ὑπ᾽ αὐτῆς ψηφιζομένων ἐπιτελεσθῆναι, ἐὰν μὴ τοὺς δέκα ἄνδρας ἀποδείξωσι πρότερον ὁριστὰς τῆς δημοσίας χώρας, καὶ διέλωσι τὴν γῆν, ὡς [p. 273] [4] ὑπέσχοντο τῷ δήμῳ. ἀπορουμένῃ δὲ τῇ βουλῇ καὶ ἀμηχανούσῃ, τί χρὴ ποιεῖν, Ἄππιος Κλαύδιος ὑποτίθεται σκοπεῖν, ὅπως διαστήσεται τὰ τῶν ἄλλων δημάρχων πρὸς αὐτόν, διδάσκων, ὅτι τὸν κωλύοντα καὶ ἐμποδὼν γινόμενον τοῖς δόγμασι τῆς βουλῆς ἱερὸν ὄντα καὶ νόμῳ τὴν ἐξουσίαν ἔχοντα ταύτην ἄλλως οὐκ ἔστι παῦσαι τῆς δυναστείας, ἐὰν μή τις ἕτερος τῶν ἀπὸ τῆς ἴσης τιμῆς καὶ τὴν αὐτὴν ἐξουσίαν ἐχόντων τἀναντία πράττῃ καί, οἷς ἂν ἐκεῖνος ἐμποδὼν γένηται, [5] ταῦτα κωλύῃ. συνεβούλευέ τε τοῖς αὖθις παραληψομένοις τὴν ἀρχὴν ὑπάτοις τοῦτο πράττειν καὶ σκοπεῖν, ὅπως ἕξουσί τινας ἀεὶ τῶν δημάρχων οἰκείους σφίσι καὶ φίλους: μίαν εἶναι λέγων τῆς ἐξουσίας τοῦ ἀρχείου κατάλυσιν, ἐὰν στασιάζωσι πρὸς ἀλλήλους οἱ ἄνδρες.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 278