καταλυθέντων δὲ τῶν ὑπαιθρίων πολέμων ἡ πολιτικὴ στάσις αὖθις ἀνεκαίετο τῶν δημάρχων πάλιν ταραττόντων τὸ πλῆθος, καὶ τὰ μὲν ἄλλα πολιτεύματα διεσκέδασαν αὐτῶν ἀντιταττόμενοι πρὸς ἕκαστον οἱ πατρίκιοι, τὴν δὲ κατὰ Μενηνίου δίκην τοῦ νεωστὶ ὑπατεύσαντος καίτοι πολλὰ πραγματευθέντες ἀδύνατοι ἐγένοντο διαλῦσαι: [2] ἀλλ᾽ ὑπαχθεὶς ὁ ἀνὴρ εἰς δίκην ὑπὸ δυεῖν δημάρχων Κοίντου Κωνσιδίου καὶ Τίτου Γενυκίου, καὶ λόγον ἀπαιτούμενος τῆς στρατηγίας τοῦ πολέμου τέλος οὔτ᾽ εὐτυχὲς οὔτ᾽ εὐπρεπὲς λαβούσης, μάλιστα δὲ διαβαλλόμενος ἐπὶ τῷ Φαβίων ὀλέθρῳ καὶ τῇ Κρεμέρας ἁλώσει, δικάζοντος τοῦ δημοτικοῦ ὄχλου κατὰ φυλάς, οὐ παρ᾽ ὀλίγας ψήφους ὦφλεν, υἱὸς ὢν Ἀγρίππα Μενηνίου τοῦ καταγαγόντος ἐκ τῆς φυγῆς τὸν δῆμον καὶ διαλλάξαντος πρὸς τοὺς πατρικίους, ὃν ἀποθανόντα ἡ βουλὴ ἐκ τῶν δημοσίων χρημάτων λαμπροτάταις [p. 323] ἐκόσμησε ταφαῖς, αἱ δὲ γυναῖκες αἱ Ῥωμαίων ἐνιαύσιον ἐπένθησαν χρόνον πορφύραν καὶ χρυσὸν ἀποθέμεναι. [3] οὐ μέντοι θανάτου γ᾽ αὐτὸν οἱ καταδικασάμενοι ἐτίμησαν, ἀλλ᾽ ἐκτίσματος, ὃ πρὸς μὲν τοὺς νῦν ἐξεταζόμενον βίους γέλωτος ἂν ἄξιον φανείη, τοῖς δὲ τότ᾽ ἀνθρώποις αὐτουργοῖς οὖσι καὶ πρὸς αὐτὰ τὰ ἀναγκαῖα ζῶσι, μάλιστα δ᾽ ἐκείνῳ τῷ ἀνδρὶ πενίαν κληρονομήσαντι παρὰ τοῦ πατρὸς ἀφειδὲς ἦν καὶ βαρύ, δισχιλίων ἀριθμὸς ἀσσαρίων. ἦν δ᾽ ἀσσάριον τότε χάλκεον νόμισμα βάρος λιτριαῖον, ὥστε τὸ σύμπαν ὄφλημα ταλάντων ἑκκαίδεκα εἰς ὁλκὴν χαλκοῦ γενέσθαι. [4] καὶ τοῦτ᾽ ἐπίφθονον ἐφάνη τοῖς τότ᾽ ἀνθρώποις, καὶ ἐπανορθώσασθαι βουλόμενοι αὐτὸ τὰς μὲν χρηματικὰς ἔπαυσαν ζημίας, μετήνεγκαν δ᾽ εἰς προβάτων ἐκτίσματα καὶ βοῶν, τάξαντες καὶ τούτων ἀριθμὸν ταῖς ὕστερον ἐσομέναις ὑπὸ τῶν ἀρχόντων τοῖς ἰδιώταις ἐπιβολαῖς. ἐκ δὲ τῆς Μενηνίου καταδίκης ἀφορμὴν αὖθις εἰλήφεσαν οἱ πατρίκιοι τῆς πρὸς τὸ δημοτικὸν ὀργῆς καὶ οὔτε τὴν κληρουχίαν ἐπέτρεπον ἔτι αὐτῷ ποιεῖσθαι, [5] οὔτ᾽ ἄλλο ἐβούλοντο ἐνδιδόναι μαλακὸν οὐδέν. μετ᾽ οὐ πολὺ δὲ καὶ τῷ δήμῳ μετέμελε τῶν δεδικασμένων, ἐπειδὴ τὴν τελευτὴν τοῦ ἀνδρὸς ἐπύθετο: οὐδὲ γὰρ εἰς ἀνθρώπων ἔτι συνῆλθεν ὁμιλίας, οὐδ᾽ ἐν δημοσίῳ τινὶ πρὸς οὐδενὸς ὤφθη τόπῳ, ἐξόν τ᾽ αὐτῷ τὴν ζημίαν ἐκτίσαντι μηδενὸς ἀπελαύνεσθαι τῶν καινῶν — ἕτοιμοι γὰρ ἦσαν οὐκ ὀλίγοι τῶν ἐπιτηδείων αὐτοῦ [p. 324] τὴν καταδίκην ἀπαριθμεῖν — οὐκ ἠξίωσεν, ἀλλὰ θανάτου τὴν συμφορὰν τιμησάμενος οἴκοι μένων καὶ οὐδένα προσιέμενος ὑπό τ᾽ ἀθυμίας καὶ σίτων ἀποχῆς μαρανθεὶς ἀπέστη τοῦ βίου. καὶ τὰ μὲν ἐν τούτῳ πραχθέντα τῷ ἐνιαυτῷ τοιάδε ἦν.
Ποπλίου δὲ Οὐαλερίου Ποπλικόλα καὶ Γαίου Ναυτίου παραλαβόντων τὴν ἀρχὴν ἕτερος ἀνὴρ πάλιν τῶν πατρικίων Σερούιος Σερουίλιος, ὁ τῷ παρελθόντι ὑπατεύσας ἔτει, μετ᾽ οὐ πολὺν ἢ τὴν ἀρχὴν ἀποθέσθαι χρόνον εἰς τὸν ὑπὲρ τῆς ψυχῆς ἀγῶνα ἤχθη. οἱ δὲ προθέντες αὐτῷ τὴν ἐν τῷ δήμῳ δίκην δύο τῶν δημάρχων ἦσαν, Λεύκιος Καιδίκιος καὶ Τῖτος Στάτιος, οὐκ ἀδικήματος, ἀλλὰ τύχης ἀπαιτοῦντες λόγον, ὅτι κατὰ τὴν πρὸς Τυρρηνοὺς μάχην ὠσάμενος ἐπὶ τὸν χάρακα τῶν πολεμίων ὁ ἀνὴρ θρασύτερον μᾶλλον ἢ φρονιμώτερον, ἐδιώχθη τε ὑπὸ τῶν ἔνδον ἀθρόων ἐπεξελθόντων καὶ τὴν κρατίστην νεότητα ἀπέβαλεν. [2] οὗτος ὁ ἀγὼν ἁπάντων ἐφάνη τοῖς πατρικίοις ἀγώνων βαρύτατος, ἠγανάκτουν τε συνιόντες πρὸς ἀλλήλους καὶ δεινὸν ἐποιοῦντο, εἰ τὰς εὐτολμίας τῶν στρατηγῶν καὶ τὸ μηδένα κίνδυνον ὀκνεῖν, ἐὰν ἐναντιωθῇ ταῖς ἐπιβολαῖς αὐτῶν τὸ δαιμόνιον, εἰς κατηγορίαν ἄξουσιν οἱ μὴ στάντες παρὰ τὰ δεινά: δειλίας τε καὶ ὄκνου καὶ τοῦ μηδὲν ἔτι καινουργεῖν τοὺς ἡγεμόνας, ὑφ᾽ ὧν [p. 325] ἐλευθερία τ᾽ ἀπόλλυται καὶ ἡγεμονία καταλύεται, τοὺς τοιούτους ἀγῶνας αἰτίους ἔσεσθαι κατὰ τὸ εἰκὸς ἐλογίζοντο. [3] παρακλήσει τε πολλῇ ἐχρῶντο τῶν δημοτικῶν μὴ καταγνῶναι τοῦ ἀνδρὸς τὴν δίκην, διδάσκοντες, ὡς μεγάλα βλάψουσι τὴν πόλιν ἐπὶ ταῖς ἀτυχίαις τοὺς στρατηγοὺς ζημιοῦντες. [4] ἐπεὶ δ᾽ ὁ τοῦ ἀγῶνος ἐνέστη χρόνος, παρελθὼν εἷς τῶν δημάρχων κατηγόρησε τοῦ ἀνδρός, Λεύκιος Καιδίκιος, ὅτι δι᾽ ἀφροσύνην τε καὶ τοῦ στρατηγεῖν ἀπειρίαν εἰς πρόδηλον ἄγων ὄλεθρον τὰς δυνάμεις ἀπώλεσε τῆς πόλεως τὴν κρατίστην ἀκμήν, καὶ εἰ μὴ ταχεῖα τοῦ κακοῦ γνῶσις ἐγένετο τῷ συνυπάτῳ, καὶ κατὰ σπουδὴν ἄγων τὰς δυνάμεις τούς τε πολεμίους ἀνέστειλε καὶ τοὺς σφετέρους ἔσωσε, μηδὲν ἂν γενέσθαι τὸ κωλῦσον ἅπασαν ἀπολωλέναι τὴν ἑτέραν δύναμιν καὶ τὸ λοιπὸν ἡμίσειαν ἀντὶ διπλασίας εἶναι τὴν πόλιν. [5] τοιαῦτ᾽ εἰπὼν μάρτυρας ἐπηγάγετο λοχαγούς τε, ὅσοι περιῆσαν, καὶ τῶν ἄλλων στρατιωτῶν τινας, οἳ τὸ ἑαυτῶν αἰσχρὸν ἐπὶ τῇ τότε ἥττῃ τε καὶ φυγῇ ζητοῦντες ἀπολύσασθαι τὸν στρατηγὸν ᾐτιῶντο τῆς περὶ τὸν ἀγῶνα δυσποτμίας. ἔπειτ᾽ οἶκτον ἐπὶ τῇ συμφορᾷ τῶν τότε τεθνηκότων καταχεάμενος πολὺν καὶ τὸ δεινὸν αὐξήσας, τά τ᾽ ἄλλα, ὅσα εἰς φθόνον κοινῇ κατὰ τῶν πατρικίων λεγόμενα τοὺς μέλλοντας ὑπὲρ τοῦ ἀνδρὸς δεήσεσθαι ἀνείρξειν ἔμελλεν ἐκ πολλῆς ὑπεροψίας διελθών, παρέδωκε τὸν λόγον.
παραλαβὼν δὲ τ�
�ν ἀπολογίαν ὁ Σερουίλιος εἶπεν: εἰ μὲν ἐπὶ δίκην με κεκλήκατε, ὦ πολῖται, [p. 326] καὶ λόγον ἀπαιτεῖτε τῆς στρατηγίας, ἕτοιμός εἰμι ἀπολογήσασθαι: εἰ δ᾽ ἐπὶ τιμωρίαν κατεγνωσμένην, καὶ οὐδὲν ἔσται μοι πλέον ἀποδείξαντι, ὡς οὐδὲν ὑμᾶς ἀδικῶ, λαβόντες τὸ σῶμα ὅ τι πάλαι βούλεσθε χρῆσθε. [2] ἐμοί τε γὰρ κρεῖττον ἀκρίτῳ ἀποθανεῖν μᾶλλον, ἢ λόγου τυχόντι καὶ μὴ πείσαντι ὑμᾶς: δόξαιμι γὰρ ἂν σὺν δίκῃ πάσχειν, ὅ τι ἄν μου καταγνῶτε, ὑμεῖς τ᾽ ἐν ἐλάττονι αἰτίᾳ ἔσεσθε ἀφελόμενοί μου τὸν λόγον καί, ἐν ᾧ καὶ εἴ τι ἀδικῶ ὑμᾶς ἄδηλόν ἐστιν, ἔτι ταῖς ὀργαῖς χαρισάμενοι. ἔσται δέ μοι ἡ διάνοια ὑμῶν ἐκ τῆς ἀκροάσεως καταφανής, θορύβῳ τε καὶ ἡσυχίᾳ εἰκάζοντι, πότερον ἐπὶ τιμωρίαν ἢ ἐπὶ δίκην κεκλήκατέ [3] με. ταῦτ᾽ εἰπὼν ἐπέσχε: σιγῆς δὲ γενομένης καὶ τῶν πλείστων ἐμβοησάντων θαρρεῖν τε καὶ ὅσα βούλεται λέγειν, παραλαβὼν τὸν λόγον πάλιν ἔλεξεν: ἀλλ᾽ εἴ τοι δικασταῖς ὑμῖν, ὦ πολῖται, καὶ μὴ ἐχθροῖς χρήσομαι, ῥᾳδίως πείσειν ὑμᾶς οἴομαι, ὅτι οὐδὲν ἀδικῶ. ποιήσομαι δὲ τὴν ἀρχὴν τῶν λόγων, ἐξ ὧν ἅπαντες ἴστε. ἐγὼ κατέστην ἐπὶ τὴν ἀρχὴν σὺν τῷ κρατίστῳ Οὐεργινίῳ, καθ᾽ ὃν χρόνον ἐπιτειχίσαντες ὑμῖν οἱ Τυρρηνοὶ τὸν ὑπὲρ τῆς πόλεως λόφον πάσης ἐκράτουν τῆς ὑπαίθρου ἀρχῆς, καὶ ἐν ἐλπίδι ἦσαν τοῦ καταλύσειν ἡμῶν τὴν ἀρχὴν ἐν τάχει. λιμὸς δὲ πολὺς ἐν τῇ πόλει καὶ στάσις καὶ τοῦ τί χρὴ πράττειν ἀμηχανία. [4] τοιούτοις δὴ καιροῖς ἐπιστὰς οὕτω ταραχώδεσι καὶ [p. 327] φοβεροῖς τοὺς μὲν πολεμίους ἅμα τῷ συνάρχοντι ἐνίκησα διτταῖς μάχαις καὶ ἠνάγκασα καταλιπόντας τὸ φρούριον ἀπελθεῖν: τὸν δὲ λιμὸν οὐκ εἰς μακρὰν ἔπαυσα τροφῆς ἀφθόνου πληρώσας τὰς ἀγοράς, καὶ τοῖς μετ᾽ ἐμὲ ὑπάτοις τήν τε χώραν παρέδωκα ὅπλων πολεμίων ἐλευθέραν, καὶ τὴν πόλιν ὑγιῆ πάσης νόσου πολιτικῆς, εἰς ἃς κατέβαλον αὐτὴν οἱ δημαγωγοῦντες. [5] τίνος οὖν ἀδικήματος ὑπεύθυνός εἰμι ὑμῖν; εἰ μὴ τὸ νικᾶν τοὺς πολεμίους ἐστὶν ὑμᾶς ἀδικεῖν. εἰ δ᾽ ἀποθανεῖν τισι τῶν στρατιωτῶν κατὰ τὴν μάχην εὐτυχῶς ἀγωνιζομένοις συνέπεσε, τί Σερουίλιος τὸν δῆμον ἀδικεῖ; οὐ γὰρ δὴ θεῶν τις ἐγγυητὴς τοῖς στρατηγοῖς τῆς ἁπάντων ψυχῆς τῶν ἀγωνιουμένων γίνεται, οὐδ᾽ ἐπὶ διακειμένοις καὶ ῥητοῖς τὰς ἡγεμονίας παραλαμβάνομεν, ὥσθ᾽ ἁπάντων κρατῆσαι τῶν πολεμίων καὶ μηδένα τῶν ἰδίων ἀποβαλεῖν. τίς γὰρ ἂν ὑπομείνειεν ἄνθρωπος ὢν ἅπαντα καὶ τὰ τῆς γνώμης καὶ τὰ τῆς τύχης εἰς ἑαυτὸν ἀναλαβεῖν; ἀλλὰ τὰ μεγάλα ἔργα μεγάλων ἀεὶ κινδύνων ὠνούμεθα.
καὶ οὐκ ἐμοὶ ταῦτα πρώτῳ πολεμίοις ὁμόσε χωρήσαντι συνέβη παθεῖν, ἅπασι δ᾽ ὡς εἰπεῖν, ὅσοι μάχας παρακεκινδυνευμένας σὺν ἐλάττοσι ταῖς σφετέραις δυνάμεσι πρὸς μείζονας τὰς τῶν ἐχθρῶν ἐποιήσαντο. ἐδίωξαν γὰρ ἤδη τινὲς ἐχθροὺς καὶ αὐτοὶ ἔφυγον καὶ ἀπέκτεινάν τε τῶν ἐναντίων πολλοὺς καὶ [p. 328] [2] ἀπώλεσαν ἔτι πλείους τῶν σφετέρων. ἐῶ γὰρ λέγειν, ὅτι πολλοὶ καὶ τὸ παράπαν ἡττηθέντες σὺν αἰσχύνῃ τε καὶ βλάβῃ μεγάλῃ ἀνέστρεψαν, ὧν οὐδεὶς τῆς τύχης δέδωκε δίκας: ἱκανὴ γὰρ ἡ συμφορά, καὶ τὸ μηδενὸς ἐπαίνου τυχεῖν, ὡς δ᾽ εἰ καὶ μηδὲν ἄλλο, μεγάλη τοῖς ἡγεμόσι καὶ χαλεπὴ ζημία. οὐ μὴν ἀλλ᾽ ἔγωγε τοσούτου δέω λέγειν, ὃ πάντες οἱ μέτριοι δίκαιον εἶναι φήσουσιν, ὡς οὐ δεῖ με τύχης εὐθύνας ὑπέχειν, ὥστ᾽ εἰ καὶ μηδεὶς ἄλλος τοιόνδε ἀγῶνα ὑπέμεινεν εἰσελθεῖν, ἐγὼ μόνος οὐ παραιτοῦμαι, ἀλλὰ συγχωρῶ τὴν τύχην ἐξετάζεσθαι τὴν ἐμὴν οὐχ ἧττον τῆς γνώμης, ἐκεῖνο προειπών: [3] ἐγὼ τὰς ἀνθρωπίνας πράξεις τάς τε δυστυχεῖς καὶ τὰς εὐτυχεῖς οὐκ ἐκ τῶν κατὰ μέρος ἔργων πολλῶν ὄντων καὶ ποικίλων ὁρῶ κρινομένας, ἀλλ᾽ ἐκ τοῦ τέλους: καὶ ὅταν μὲν τοῦτο χωρήσῃ κατὰ νοῦν, κἂν τὰ μεταξὺ πολλὰ ὄντα μὴ καθ᾽ ἡδονὰς γένηται, οὐδὲν ἧττον ἐπαινουμένας ὑπὸ πάντων ἀκούω καὶ ζηλουμένας καὶ τῆς ἀγαθῆς νομιζομένας τύχης: ὅταν δὲ πονηρὰς λάβωσι τελευτάς, καὶ ἐὰν ἅπαντα τὰ πρὸ τοῦ τέλους ἐκ τοῦ ῥᾴστου γένηται, οὐ τῇ σπουδαίᾳ τύχῃ [4] τῶν πραξάντων ἀποδιδομένας, ἀλλὰ τῇ κακῇ. τοῦτον δὴ τὸν σκοπὸν προιδόντες αὐτοὶ ἐξετάζετε καὶ τὴν ἐμὴν τύχην, ᾗ παρὰ τοὺς πολέμους κέχρημαι. καὶ ἐὰν μὲν εὕρητε ἡττημένον με ὑπὸ τῶν πολεμίων, πονηρὰν [p. 329] καλεῖτέ μου τὴν τύχην, ἐὰν δὲ κεκρατηκότα τῶν ἐχθρῶν, ἀγαθήν: περὶ μὲν οὖν τῆς τύχης, οὐκ ἀγνοῶν, ὅτι φορτικοὶ πάντες εἰσὶν οἱ περὶ αὐτῆς λέγοντες, ἔχων ἔτι πλείω λέγειν παύσομαι.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 285