ταῦτ᾽ εἰπόντος Ἀππίου καὶ τῶν ἄλλων ὀλίγου δεῖν πάντων τὴν αὐτὴν γνώμην ἀποφηναμένων ἡ μὲν βουλὴ διελύετο. οἱ δὲ δήμαρχοι δι᾽ ὀργῆς ἔχοντες τὴν ἀποτυχίαν ἀπῄεσαν καὶ μετὰ τοῦτ᾽ ἐσκόπουν, ὅπως τιμωρήσονται τὸν ἄνδρα: ἔδοξεν οὖν αὐτοῖς πολλὰ βουλευσαμένοις δίκῃ τὸν Ἄππιον ὑπαγαγεῖν θάνατον ἐχούσῃ τὸ τίμημα. καὶ μετὰ ταῦτ᾽ ἐν ἐκκλησίᾳ τοῦ ἀνδρὸς κατηγορήσαντες παρεκάλουν ἥκειν ἅπαντας εἰς τὴν ἀποδειχθησομένην ἡμέραν ὡς διοίσοντας ὑπὲρ αὐτοῦ [2] ψῆφον. ἃ δὲ κατηγορεῖν ἔμελλον, ταῦτ᾽ ἦν: ὅτι πονηρὰς ἐτίθει κατὰ τοῦ δήμου γνώμας, καὶ στάσιν εἰσῆγεν εἰς τὴν πόλιν, καὶ δημάρχῳ χεῖρας ἐπήνεγκε παρὰ τοὺς ἱεροὺς νόμους, καὶ στρατιᾶς ἡγησάμενος σὺν βλάβῃ τε καὶ αἰσχύνῃ μεγάλῃ ἀνέστρεψε. ταῦτα προειπόντες ἐν τῷ πλήθει, καὶ ῥητήν τινα ἀποδεἰξαντες ἡμέραν, ἐν ᾗ τέλος ἔφησαν ἐπιθήσειν τῇ δίκῃ, παρήγγειλαν αὐτῷ παρεῖναι τότ᾽ ἀπολογησομένῳ. [3] ἀγανακτούντων δ᾽ ἁπάντων τῶν πατρικίων καὶ παρεσκευασμένων [p. 370] ἁπάσῃ προθυμίᾳ σώζειν τὸν ἄνδρα, καὶ τὸν Ἄππιον παρακαλούντων εἶξαι τῷ καιρῷ καὶ σχῆμα ταῖς παρούσαις τύχαις ἁρμόττον μεταλαβεῖν, οὐδὲν ἔφη ποιήσειν ὁ ἀνὴρ οὔτ᾽ ἀγεννὲς οὔτε τῶν προγεγονότων ἔργων ἀνάξιον, μυρίους δ᾽ ἂν ὑπομεῖναι θανάτους πρότερον ἢ γονάτων ἅψασθαί τινος: τούς θ᾽ ὑπὲρ αὐτοῦ δεῖσθαι παρεσκευασμένους διεκώλυεν εἰπών, ὡς διπλασίως ἂν αἰδεσθείη ταῦθ᾽ ὑπὲρ αὐτοῦ ποιοῦντας ἑτέρους ὁρῶν, ἃ μηδ᾽ αὐτὸν ὑπὲρ ἑαυτοῦ πράττειν πρέποντα ἡγεῖται. [4] ταῦτά τε δὴ καὶ πολλὰ ὅμοια τούτοις λέγων, καὶ οὔτ᾽ ἐσθῆτα ἀλλάξας οὔτε τὸ τῆς ὄψεως γαῦρον ἀλλοιώσας οὔτε φρονήματός τι ὑφέμενος, ὡς εἶδεν ὀρθὴν καὶ μετέωρον ἐπὶ τῇ προσδοκίᾳ τοῦ ἀγῶνος τὴν πόλιν, ὀλίγων ἔτι λειπομένων ἡμερῶν ἑαυτὸν διεχρήσατο. [5] οἱ μὲν δὴ προσήκοντες αὐτῷ νόσον ἐσκήπτοντο γενέσθαι τοῦ θανάτου αἰτίαν: προενεχθέντος δὲ τοῦ σώματος εἰς τὴν ἀγορὰν ὁ μὲν υἱὸς αὐτοῦ προσιὼν τοῖς δημάρχοις καὶ τοῖς ὑπάτοις ἠξίου τὴν νόμιμον ἐκκλησίαν αὐτῷ συναγαγεῖν καὶ τὸν ἐν ἔθει Ῥωμαίοις ὄντα ἐπὶ ταῖς ταφαῖς ἀγορεύεσθαι τῶν ἀγαθῶν ἀνδρῶν λόγον ἐπιτρέψαι περὶ τοῦ πατρὸς διελθεῖν. [6] οἱ δὲ δήμαρχοι καλουμένης ἔτι τῆς ἐκκλησίας ὑπὸ τῶν ὑπάτων ἐνίσταντο, καὶ παρήγγελλον τῷ μειρακίῳ τὸν νεκρὸν ἀποφέρειν. οὐ μὴν ὁ δῆμός γ᾽ ἠνέσχετο οὐδὲ περιεῖδε τὴν ὕβριν, ἄτιμον ἐκβληθῆναι τὸ σῶμα, ἀλλ᾽ ἐπέτρεψε τῷ μειρακίῳ [p. 371] τὰς νομιζομένας ἀποδοῦναι τῷ πατρὶ τιμάς. Ἄππιος μὲν οὖν τοιαύτης τελευτῆς ἔτυχεν.
οἱ δ᾽ ὕπατοι καταγράψαντες τὰς δυνάμεις ἐξῆγον ἐκ τῆς πόλεως: Λεύκιος μὲν Οὐαλέριος Αἰκανοῖς πολεμήσων, Τιβέριος δ᾽ Αἰμίλιος Σαβίνοις. καὶ γὰρ οὗτοι κατὰ τὸν τῆς στάσεως καιρὸν ἐνέβαλον εἰς τὴν Ῥωμαίων χώραν καὶ πολλὴν αὐτῆς κακώσαντες ἀπῆλθον λείαν ἄφθονον περιβαλόμενοι. Αἰκανοὶ μὲν οὖν πολλάκις εἰς χεῖρας ἐλθόντες καὶ πολλὰς πληγὰς λαβόντες εἰς τὸν χάρακα ἐν ἐχυρῷ χωρίῳ κείμενον κατέφυγον καὶ τὸ λοιπὸν οὐκέτι προῄεσαν εἰς μάχην. [2] ὁ δὲ Οὐαλέριος ἐπεχείρησε μὲν ἐκπολιορκεῖν αὐτῶν τὸ στρατόπεδον, ἐκωλύθη δ᾽ ὑπὸ τοῦ δαιμονίου. προιόντι γὰρ αὐτῷ καὶ ἤδη ἔργου ἐχομένῳ ζόφος ἐξ οὐρανοῦ γίνεται καὶ ὄμβρος πολύς, ἀστραπαὶ δὲ καὶ βρονταὶ σκληραί. διασκεδασθείσης δὲ τῆς στρατιᾶς ὅ τε χειμὼν εὐθὺς ἐπαύσατο καὶ πολλὴ κατέσχε τὸν τόπον αἰθρία. τοῦτό τε δὴ τὸ ἔργον ὀττευσάμενος ὁ ὕπατος, καὶ τῶν μάντεων κωλυόντων ἔτι πολιορκεῖν τὸ χωρίον, ἀποτραπεὶς τὴν γῆν αὐτῶν ἐκάκου, καὶ ὅσῃ ἐπέτυχε λείᾳ τοῖς στρατιώταις ἅπασαν ὠφελεῖσθαι ἐφείς, ἀπῆγεν ἐπ᾽ [3] οἴκου τὴν δύναμιν. Τιβερίῳ δ᾽ Αἰμιλίῳ διεξιόντι τὴν πολεμίαν σὺν πολλῇ καταφρονήσει κατ᾽ ἀρχὰς καὶ οὐδὲν ἔτι προσδοκῶντι ἀντίπαλον ἐπῆλθεν ἡ Σαβίνων δύναμις καὶ γίνεται μάχη αὐτῶν ἐκ παρατάξεως μεσούσης μάλιστα τῆς ἡμέρας ἀρξαμένη μέχρι δύσεως ἡλίου. [p. 372] σκότους δ᾽ ἐπιλαμβάνοντος ἀνεχώρουν αἱ δυνάμεις ἐπὶ τοὺς ἑαυτῶν χάρακας οὔτε νικῶσαι οὔτε λειπόμεναι. [4] ταῖς δ᾽ ἑξῆς ἡμέραις νεκρούς τε τοὺς ἑαυτῶν ἐκήδευσαν οἱ ἡγεμόνες καὶ χάρακας ἐξωρύξαντο, καὶ γνώμας τὰς αὐτὰς εἶχον ἑκάτεροι, διὰ φυλακῆς τὰ οἰκεῖα ἔχειν καὶ μηκέτι ἄρχειν μάχης. ἔπειτα σὺν χρόνῳ τὰς σκηνὰς λύσαντες ἀπῆγον τὰς δυνάμεις.
ἐν δὲ τῷ μετὰ τούτους τοὺς ὑπάτους ἔτει, κατὰ τὴν ἑβδομηκοστὴν καὶ ὀγδόην ὀλυμπιάδα, ἣν ἐνίκα στάδιον Παρμενίδης Ποσειδωνιάτης Ἀθήνῃσι τὴν ἐνιαύσιον ἀρχὴν ἔχοντος Θεαγενίδου, κατεστάθησαν ὕπατοι Ῥωμαίων Αὖλος Οὐεργίνιος Καιλιμοντανὸς καὶ Τῖτος Νομίκιος Πρίσκος. ἄρτι δ᾽ αὐτῶν τὴν ἀρχὴν παρειληφότων ἀγγέλλεται στρατιὰ Οὐολούσκων πολλὴ παροῦσα. καὶ μετ᾽ οὐ πολὺ τῶν περιπολίων τι τῶν Ῥωμαϊκῶν ἐξ ἐφόδου καταληφθὲν ἐκαίετο: ἦν δ᾽ οὐ διὰ μακροῦ τῆς Ῥώμης, καὶ ὁ καπνὸς ἤγγελλε τοῖς ἐν τῇ πόλει τὸ πάθος. [2] τότε μὲν οὖν — καὶ γὰρ ἦν ἔτι νύξ — ἱππεῖς τινας ἀποστείλαντες ἐπὶ κατασκοπὴν οἱ ὕπατοι καὶ φυλακὰς καταστήσαντες ἐπὶ τοῖς τείχεσι καὶ αὐτοὶ ταξάμενοι τρὸ τῶν πυλῶν σὺν τοῖς εὐζωνοτάτοις, ἐξεδέχοντο τὰς παρὰ τῶν ἱππέων ἀγγελ�
�ας: ὡς δ᾽ ἡμέρα τ᾽ ἐγένετο, καὶ συνήθροιστο αὐτοῖς ἡ ἐν τῇ πόλει δύναμις, [p. 373] ἦγον ἐπὶ τοὺς πολεμίους. οἱ δὲ διαρπάσαντες καὶ κατακαύσαντες τὸ φρούριον ἀπῄεσαν διὰ τάχους. [3] τότε μὲν οὖν οἱ ὕπατοι σβέσαντες τὰ ἔτι καιόμενα καὶ τοῦ χωρίου φυλακὴν καταλιπόντες ἀπῄεσαν εἰς τὴν πόλιν: ὀλίγαις δ᾽ ὕστερον ἡμέραις τάς τ᾽ οἰκείας ἔχοντες δυνάμεις καὶ τὰς παρὰ τῶν συμμάχων ἐξῄεσαν ἀμφότεροι, Οὐεργίνιος μὲν ἐπὶ τὴν Αἰκανῶν, Νομίκιος δ᾽ ἐπὶ τὴν Οὐολούσκων: καὶ αὐτοῖς ἀμφοτέροις κατὰ [4] γνώμην τὰ τοῦ πολέμου ἐχώρησεν. Οὐεργινίῳ τε γὰρ Αἰκανοὶ δῃοῦντι τὴν χώραν αὐτῶν οὐκ ἐτόλμησαν εἰς χεῖρας ἐλθεῖν, ἀλλὰ καὶ λόχον τινὰ ὑποκαθίσαντες ἐν ὕλαις ἐπιλέκτων ἀνδρῶν, οἳ ἔμελλον ἐσκεδασμένοις ἐπιθήσεσθαι τοῖς πολεμίοις, διήμαρτον τῆς ἐλπίδος ταχείας γενομένης τοῖς Ῥωμαίοις αἰσθήσεως καὶ μάχης καρτερᾶς, ἐξ ἧς πολλοὺς τῶν σφετέρων οἱ Αἰκανοὶ ἀπέβαλον: ὥστ᾽ οὐδ᾽ εἰς πεῖραν ἑτέρας μάχης ἔτ᾽ ἤρχοντο. [5] Νομικίῳ τ᾽ ἄγοντι τὴν στρατιὰν ἐπὶ τὴν Ἀντιατῶν πόλιν, ἣ ἐν ταῖς πρώταις τότε τῶν Οὐολούσκων πόλεσιν ἦν, οὐδεμία ἠναντιώθη δύναμις, ἀλλ᾽ ἀπὸ τῶν τειχῶν ἀναγκάζοντο ἕκαστοι ἀμύνεσθαι. ἐν δὲ τούτῳ ἥ τε γῆ αὐτῶν ἡ πολλὴ ἐτμήθη, καὶ πολίχνη τις ἐπιθαλάττιος ἑάλω, ᾗ ἐπινείῳ τε καὶ ἀγορᾷ τῶν εἰς τὸν βίον ἀναγκαίων ἐχρῶντο, ἐκ θαλάττης τε καὶ διὰ λῃστηρίων τὰς πολλὰς ἐπαγόμενοι ὠφελείας. ἀνδράποδα μὲν οὖν καὶ χρήματα καὶ βοσκήματα καὶ τοὺς ἐμπορικοὺς φόρτους ἡ στρατιὰ συγχωρήσει τοῦ ὑπάτου [p. 374] διήρπασε, τὰ δ᾽ ἐλεύθερα σώματα, ὁπόσα μὴ ὁ πόλεμος ἔφθη διειργασμένος, ἐπὶ τὸ λαφυροπώλιον ἀπήχθη. ἐλήφθησαν δὲ καὶ νῆες τῶν Ἀντιατῶν εἴκοσι καὶ δύο μακραὶ καὶ ἄλλα νεῶν ὅπλα τε καὶ παρασκευαί. [6] μετὰ ταῦτα κελεύσαντος τοῦ ὑπάτου τάς τ᾽ οἰκίας ἐνεπίμπρασαν οἱ Ῥωμαῖοι καὶ τοὺς νεωσοίκους κατέσκαπτον καὶ τὸ τεῖχος ἤρειπον ἐκ θεμελίων: ὥστε μηδ᾽ ἀπελθόντων σφῶν χρηστὸν ἔτι τοῖς Ἀντιάταις εἶναι τὸ φρούριον. ταῦτά τε δὴ ἐπράχθη χωρὶς ἑκατέρῳ τῶν ὑπάτων, καὶ ἀμφοτέροις ἔτι καινὴ στρατεία τοῖς ἀνδράσιν ἐπὶ τὴν Σαβίνων γῆν, ἣν δῃώσαντες ἀπῆγον ἐπ᾽ οἴκου τὴν δύναμιν, καὶ ὁ ἐνιαυτὸς οὗτος ἐτελεύτα.
τῷ δ᾽ ἑξῆς ἔτει Τίτου Κοιντίου Καπετωλίνου καὶ Κοίντου Σερουιλίου Πρίσκου τὴν ὕπατον ἀρχὴν παρειληφότων ἥ τ᾽ οἰκεία δύναμις Ῥωμαίων ἅπασα ἐν τοῖς ὅπλοις ἦν, καὶ τὰ συμμαχικὰ ἑκούσια παρῆν, πρὶν ἐπαγγελθῆναι αὐτοῖς στρατείαν. καὶ μετὰ τοῦτ᾽ εὐχάς τε ποιησάμενοι τοῖς θεοῖς οἱ ὕπατοι καὶ καθήραντες τὸν στρατὸν ἐξῄεσαν ἐπὶ τοὺς πολεμίους. [2] Σαβῖνοι μὲν οὖν, ἐφ᾽ οὓς ὁ Σερουίλιος ἤλασεν, οὔτ᾽ εἰς μάχην κατέστησαν οὔτ᾽ ἐξῆλθον εἰς τὴν ὕπαιθρον: μένοντες δ᾽ ἐν τοῖς φρουρίοις ἠνείχοντο γῆς τ᾽ αὐτοῖς τεμνομένης καὶ οἰκιῶν ἐμπιμπραμένων θεραπείας τ᾽ αὐτομολούσης: ὥστε κατὰ πολλὴν εὐπέτειαν ἀπελθεῖν ἐκ τῆς χώρας αὐτῶν τοὺς Ῥωμαίους ὠφελείαις τε βαρεῖς [p. 375] καὶ αὐχήμασι λαμπρούς, καὶ ἡ μὲν Σερουιλίου στρατεία τοῦτ᾽ ἔσχε τὸ τέλος: [3] οἱ δὲ σὺν τῷ Κοιντίῳ στρατεύσαντες ἐπί τ᾽ Αἰκανοὺς καὶ Οὐολούσκους — συνεληλύθεσαν γὰρ εἰς τὸν αὐτὸν τόπον ἐξ ἀμφοτέρων τῶν ἐθνῶν οἱ προαγωνιούμενοι τῶν ἄλλων, καὶ πρὸ τῆς Ἀντιατῶν πόλεως ἀντεστρατοπεδεύσαντο — θᾶττον ἢ βάδην χωροῦντες ἐπιφαίνονται αὐτοῖς: καὶ οὐ πολὺν τόπον τοῦ χάρακος αὐτῶν ἀποσχόντες, ἐν ᾧ πρῶτον ὤφθησάν τε καὶ εἶδον ἐκείνους χωρίῳ ταπεινῷ ὄντι τὰς ἀποσκευὰς ἔθεντο, τοῦ μὴ δεδοικέναι τὰ πολέμια πλήθει μακρῷ προὔχοντα δόξαν ποιῆσαι βουλόμενοι. [4] ὡς δ᾽ εὐτρεπῆ τὰ εἰς μάχην ἑκατέροις ἅπαντα ἦν, ἐξῄεσαν εἰς τὸ πεδίον, καὶ συμπεσόντες ἠγωνίζοντο μέχρι μεσούσης ἡμέρας οὔτ᾽ εἴκοντες τοῖς πολεμίοις οὔτ᾽ ἐπιβαίνοντες, ἀεί τε τὸ κάμνον μέρος ἀνισοῦντες τοῖς ἐπὶ ταῖς ἐφεδρείαις τεταγμένοις ἑκάτεροι. ἐν δὲ τούτῳ μάλιστα οἱ Αἰκανοὶ καὶ Οὐολοῦσκοι πλήθει τῶν Ῥωμαίων προὔχοντες ἀνέφερον καὶ περιῆσαν, τῶν πολεμίων οὐκ ἐχόντων ἴσον τῇ προθυμίᾳ τὸ πλῆθος. [5] ὁ δὲ Κοίντιος ὁρῶν νεκρούς τε πολλοὺς τῶν σφετέρων καὶ τῶν περιόντων τοὺς πλείους τραυματίας ἐμέλλησε μὲν ἀνακαλεῖσθαι τὴν δύναμιν, δείσας δέ, μὴ δόξαν παράσχῃ τοῖς πολεμίοις φυγῆς, παρακινδυνευτέον σφίσιν εἶναι ἔγνω. ἐπιλεξάμενος δὲ τῶν ἱππέων τοὺς κρατίστους κατὰ τὸ δεξιόν, ὃ μάλιστα ἔκαμνεν, τοῖς σφετέροις παρεβοήθει. [6] καὶ τὰ μὲν ἐπιτιμῶν τοῖς ἡγεμόσιν [p. 376] αὐτοῖς τῆς ἀνανδρίας, τὰ δ᾽ ὑπομιμνήσκων τῶν προτέρων ἀγώνων, τὰ δὲ τὴν αἰσχύνην ἐπιλεγόμενος καὶ τὸν κίνδυνον, ὃς καταλήψεσθαι αὐτοὺς ἔμελλεν ἐν τῇ φυγῇ, τελευτῶν εἶπεν οὐκ ἀληθές, ὃ μάλιστα μὲν τοῖς σφετέροις θάρσος παρέστησε, τοῖς δὲ πολεμίοις δέος. ἔφη γάρ, ὅτι θάτερον αὐτῶν ἤδη κέρας ἐξέωσε τοὺς πολεμίους καὶ ἐγγὺς ἤδη ἐστὶ τοῦ ἐκείνων χάρακος. [7] ταῦτ᾽ εἰπὼν ἐνσείει τοῖς πολεμίοις, καὶ καταβὰς ἀπὸ τοῦ ἵππου σὺν τοῖς ἀμφ᾽ αὐτὸν ἐπιλέκτοις τῶν ἱππέων συστάδην ἐμάχετο. ἐκ δὲ τούτου τόλμα τις ἐμπίπτει τοῖς κάμνουσι τέως, καὶ ὠθοῦνται ἅπαντες ὥσπερ ἕτεροί τινες γεγονότες: καὶ οἱ Οὐολοῦσκοι — τῇδε γὰρ ἐκεῖνοι ἐτάξαντ�
� — μέχρι πολλοῦ διακαρτερήσαντες ἐνέκλιναν. ὡς δὲ τούτους ὁ Κοίντιος ἀπεώσατο, ἀναβὰς ἐπὶ τὸν ἵππον παρήλαυνεν ἐπὶ τὴν ἑτέραν τάξιν, καὶ ἐδείκνυε τοῖς ἐκεῖ πεζοῖς τὸ ἡττώμενον τῶν πολεμίων μέρος, καὶ παρεκελεύετο μὴ λείπεσθαι ἀρετῇ τῶν ἑτέρων.
καὶ μετὰ τοῦτ᾽ οὐδὲν ἔτι διέμενε τῶν πολεμίων, ἀλλὰ πάντες εἰς τὸν χάρακα ξυνέφευγον. οὐ μέντοι δίωξίς γ᾽ αὐτῶν ἐπὶ πολὺ ἐγένετο, ἀλλ᾽ εὐθὺς οἱ Ῥωμαῖοι ἀπετράποντο, ὑπὸ κόπου τὰ σώματα παρειμένοι καὶ οὐδὲ τὰ ὅπλα ἔτι ὅμοια ἔχοντες. ὀλίγων δὲ [p. 377] διελθουσῶν ἡμερῶν, ἃς ἐσπείσαντο ταφῆς τε τῶν οἰκείων νεκρῶν καὶ θεραπείας τῶν κεκμηκότων ἕνεκα, παρεσκευασμένοι τὰ εἰς τὸν πόλεμον ἐλλείποντα, ἑτέραν ἠγωνίσαντο μάχην περὶ τῷ Ῥωμαίων χάρακι. [2] προσελθούσης γὰρ ἄλλης δυνάμεως τοῖς Οὐολούσκοις τε καὶ Αἰκανοῖς ἐκ τῶν πέριξ χωρίων οὐ διὰ μακροῦ ὄντων, ἐπαρθεὶς ὁ στρατηγὸς αὐτῶν, ὅτι καὶ πενταπλάσιοι τῶν πολεμίων ἦσαν οἱ σφέτεροι, τήν τε παρεμβολὴν τῶν Ῥωμαίων οὐκ ἐν ἐχυρῷ οὖσαν ὁρῶν κράτιστον ὑπέλαβεν εἶναι καιρὸν ἐπιχειρεῖν αὐτοῖς. ἐνθυμηθεὶς δὲ ταῦτα περὶ μέσας νύκτας ἦγε τὴν δύναμιν ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων, καὶ κύκλῳ περιστήσας ἐφρούρει, μὴ λάθοιεν ἀπιόντες. [3] ὁ δὲ Κοίντιος, ὡς ἔμαθε τῶν πολεμίων τὸ πλῆθος, ἀγαπητῶς ἐδέξατο καὶ περιμείνας, ἕως ἡμέρα τ᾽ ἐγένετο καὶ ὥρα πληθυούσης μάλιστ᾽ ἀγορᾶς, κάμνοντας ἤδη τοὺς πολεμίους αἰσθόμενος ὑπό τ᾽ ἀγρυπνίας καὶ ἀκροβολισμῶν, καὶ οὐ κατὰ λόχους οὐδὲ ἐν τάξει προσάγοντας, ἀλλὰ πολλαχῇ κεχυμένους καὶ σποράδας, ἀνοίξας τὰς πύλας τοῦ χάρακος ἐξέδραμεν ἅμα τοῖς ἐπιλέκτοις τῶν ἱππέων: καὶ οἱ πεζοὶ πυκνώσαντες τοὺς λόχους ἠκολούθουν. [4] οἱ δὲ Οὐολοῦσκοι καταπλαγέντες αὐτῶν τὸ θράσος καὶ τὸ μανικὸν τῆς ἐφόδου βραχὺν ἀνασχόμενοι χρόνον ἀνακρούονταί τε καὶ ἅμα ὑποχωροῦσιν ἀπὸ τοῦ χάρακος καί — ἦν γάρ τις οὐ πρόσω τοῦ στρατοπέδου λόφος ὑψηλὸς ἐπιεικῶς — εἰς τοῦτον οὖν ἀνατρέχουσιν [p. 378] ὡς ἀναπαυσόμενοί τε καὶ αὖθις εἰς τάξιν καταστησόμενοι. ἀλλ᾽ οὐ γὰρ αὐτοῖς ἐξεγένετο καταστῆναί τε καὶ ἑαυτοὺς ἀναλαβεῖν, ἀλλ᾽ ἐκ ποδὸς ἠκολούθησαν αὐτοῖς οἱ πολέμιοι πιλήσαντες, ὡς μάλιστ᾽ ἦν δυνατὸν τοὺς λόχους, ἵνα μὴ καταραχθῶσι πρὸς ἄναντες χωρίον βιαζόμενοι. [5] καὶ γίνεται μέγας ἀγὼν ἐπὶ πολὺ μέρος τῆς ἡμέρας, νεκροί τε πίπτουσι πολλοὶ ἀφ᾽ ἑκατέρων. καὶ Οὐολοῦσκοι πλήθει τε ὑπερέχοντες καὶ τὸ ἐκ τοῦ τόπου προσειληφότες ἀσφαλές, οὐδετέρου τούτων οὐδὲν ἀγαθὸν ἀπήλαυσαν, ἀλλ᾽ ὑπὸ τῆς Ῥωμαίων προθυμίας καὶ ἀρετῆς ἐκβιασθέντες τόν τε λόφον ἐξέλιπον καὶ [6] ἐπὶ τὸν χάρακα φεύγοντες οἱ πολλοὶ ἀπέθνησκον. οὐ γὰρ εἴασαν αὐτοὺς οἱ Ῥωμαῖοι διώκοντες, ἀλλ᾽ ἐκ ποδὸς ἠκολούθησαν καὶ οὐ πρότερον ἀπετράποντο, ἢ τὴν παρεμβολὴν αὐτῶν ἑλεῖν κατὰ κράτος. γενόμενοι δὲ σωμάτων τ᾽ ἐγκρατεῖς καὶ ὅσα ἐγκατελήφθη τῷ χάρακι καὶ ἵππων καὶ ὅπλων καὶ χρημάτων παμπόλλων κύριοι, τὴν μὲν νύκτα ἐκείνην αὐτόθι κατεστρατοπέδευσαν, τῇ δ᾽ ἐπιούσῃ ἡμέρᾳ τὰ εἰς πολιορκίαν ἐπιτήδεια παρεσκευασμένος ὁ ὕπατος ἐπὶ τὴν Ἀντιατῶν πόλιν οὐ πλείω ἀπέχουσαν τριάκοντα σταδίων ἦγε τὴν δύναμιν. [7] ἔτυχον δὲ φυλακῆς ἕνεκα τοῖς Ἀντιάταις Αἰκανῶν τινες ἐπίκουροι παρόντες καὶ φυλάττοντες τὰ τείχη: οἳ τότε δείσαντες τὸ Ῥωμαίων τολμηρὸν δρασμὸν ἐκ τῆς πόλεως [p. 379] ἐπεχείρουν ποιεῖσθαι. γενομένης δὲ τοῖς Ἀντιάταις γνώσεως κωλυόμενοι πρὸς αὐτῶν ἀπιέναι γνώμην ἐποιοῦντο παραδοῦναι Ῥωμαίοις ἐπιοῦσι τὴν πόλιν. [8] τοῦτο μαθόντες ἐκ μηνύσεως οἱ Ἀντιᾶται τῷ τε καιρῷ εἴκουσι, καὶ κοινῇ μετ᾽ ἐκείνων βουλευσάμενοι παραδιδόασι τῷ Κοιντίῳ τὴν πόλιν, ἐφ᾽ ᾧ Αἰκανοὺς μὲν ὑποσπόνδους ἀπελθεῖν, Ἀντιάτας δὲ φρουρὰν δέξασθαι καὶ τὰ κελευόμενα ὑπὸ Ῥωμαίων ποιεῖν. ἐπὶ τούτοις κύριος γενόμενος τῆς πόλεως ὁ ὕπατος, καὶ λαβὼν ὀψώνιά τε καὶ τἆλλα, ὅσων ἔδει τῇ στρατιᾷ, καὶ φρουρὰν ἐγκαταστήσας, ἀπῆγε τὴν δύναμιν: ἀνθ᾽ ὧν αὐτὸν ἡ βουλὴ ὑπαντήσει τε φιλανθρώπῳ ἐδέξατο, καὶ θριάμβου πομπῇ ἐτίμησεν.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 291