τότε δ᾽ αὐτὸ παραλαβόντες οἱ περὶ Αὖλον Οὐεργίνιον δήμαρχοι τελειῶσαι ἐβούλοντο: ἵνα δὲ μὴ τοῦτο γένοιτο μηδὲ κατὰ νόμους ἀναγκασθεῖεν πολιτεύεσθαι, πάντα ἐπιμηχανώμενοι διετέλουν οἵ τε ὕπατοι καὶ ἡ βουλὴ καὶ τῶν ἄλλων πολιτῶν οἱ πλεῖστον ἐν τῇ πόλει δυνάμενοι: βουλαί τε πολλαὶ καὶ ἐκκλησίαι συνεχεῖς ἐγίνοντο πεῖραί τε παντοῖαι ταῖς ἀρχαῖς κατ᾽ ἀλλήλων, ἐξ ὧν οὐκ ἄδηλον ἅπασιν ἦν, ὅτι μεγάλη τις καὶ ἀνήκεστος ἐξ ἐκείνης τῆς φιλονεικίας ἀναστήσεται τῇ πόλει συμφορά. [2] συνήπτετο δὲ τοῖς ἀνθρωπίνοις λογισμοῖς καὶ τὰ θεῖα δείματα προσγενόμενα, ὧν ἔνια οὔτ᾽ ἐν δημοσίαις εὑρίσκετο γραφαῖς οὔτε κατ᾽ ἄλλην φυλαττόμενα μνήμην οὐδεμίαν. [3] ὅσα μὲν γὰρ ἐν οὐρανῷ σέλα φερόμενα καὶ πυρὸς ἀνάψεις ἐφ᾽ ἑνὸς μένουσαι τόπου γῆς τε μυκήματα καὶ τρόμοι συνεχεῖς ἐγίνοντο, μορφαί τ᾽ εἰδώλων ἄλλοτ᾽ ἀλλοῖαι δἰ ἀέρος φερόμεναι καὶ φωναὶ ταράττουσαι διάνοιαν ἀνθρώπων, καὶ πάντα ὅσα τούτοις ὅμοια συνέπιπτεν, εὑρίσκετο καὶ πάλαι ποτὲ γεγονότα ἧττον τε καὶ μᾶλλον: οὗ δὲ ἄπειροί τε καὶ ἀνήκοοι ἔτι ἦσαν καὶ ἐφ᾽ ᾧ μάλιστα ἐταράχθησαν, τοιόνδ᾽ ἦν: νιφετὸς ἐξ οὐρανοῦ κατέσκηψεν εἰς γῆν πολὺς οὐ χιόνα καταφέρων, ἀλλὰ σαρκῶν θραύσματα ἐλάττω τε καὶ μείζω. [4] τούτων τὰ μὲν πολλὰ μετάρσια προσπετόμεναι πτηνῶν [p. 4] ὅσαι εἰσὶν ἀγέλαι τοῖς στόμασιν ἥρπαζον, τὰ δ᾽ ἐπὶ τὴν γῆν ἐνεχθέντα ἐν αὐτῇ τε τῇ πόλει καὶ κατὰ τοὺς ἀγροὺς μέχρι πολλοῦ χρόνου κείμενα ἦν οὔτε χρόαν μεταβάλλοντα, οἵαν ἴσχουσι παλαιούμεναι σάρκες, οὔτε σηπεδόνι διαλυόμενα, ὦζέ τε ἀπ᾽ αὐτῶν οὐδὲν πονηρόν. [5] τοῦτο τὸ τέρας οἱ μὲν ἐπιχώριοι μάντεις οὐχ οἷοί τ᾽ ἦσαν συμβαλεῖν: ἐν δὲ τοῖς Σιβυλλείοις εὑρέθη χρησμοῖς, ὅτι πολεμίων ἀλλοεθνῶν παρελθόντων εἰς τὸ τεῖχος ἀγὼν ὑπὲρ ἀνδραποδισμοῦ καταλήψεται τὴν πόλιν, ἄρξει δὲ τοῦ πρὸς τοὺς ἀλλοεθνεῖς πολέμου στάσις ἐμφύλιος, ἣν χρῆν ἀρχομένην ἐξελαύνοντας ἐκ τῆς πόλεως καὶ θεοὺς παραιτουμένους θυσίαις τε καὶ εὐχαῖς ἀποτρέψαι τὰ δεινά: καὶ [6] κρείττους ἔσεσθαι τῶν ἐχθρῶν. ὡς δ᾽ ἐξηνέχθη ταῦτ᾽ εἰς τὸ πλῆθος, ἱερὰ μὲν πρῶτον ἔθυσαν, οἷς ἡ τούτων ἐπιμέλεια ἀνέκειτο, θεοῖς ἐξακεστηρίοις τε καὶ ἀποτροπαίοις, ἔπειτα συναχθέντες εἰς τὸ βουλευτήριον οἱ σύνεδροι παρόντων καὶ τῶν δημάρχων ὑπὲρ ἀσφαλείας τε καὶ σωτηρίας τῆς πόλεως ἐσκόπουν.
τὸ μὲν οὖν καταλύσασθαι τὰ πρὸς ἀλλήλους ἐγκλήματα καὶ μιᾷ χρήσασθαι γνώμῃ περὶ τῶν κοινῶν, ὡς ὑπετίθεντο οἱ χρησμοί, πάντες ὡμολόγουν: ὅπως δ᾽ ἂν τοῦτο γένοιτο καὶ ἀπὸ τίνων ἀρξαμένων εἴκειν τοῖς ἑτέροις τὸ διάφορον παύσαιτο στασιάζον, οὐ [p. 5] [2] μικρὰν αὐτοῖς παρεῖχεν ἀπορίαν. οἱ μὲν γὰρ ὕπατοι καὶ οἱ τῆς βουλῆς προεστῶτες τοὺς εἰσφέροντας καινὰ πολιτεύματα δημάρχους καὶ καταλύειν ἀξιοῦντας τὸν πάτριον τῆς πολιτείας κόσμον αἰτίους ἀπέφαινον τῆς ταραχῆς. οἱ δὲ δήμαρχοι σφᾶς μὲν αὐτοὺς οὐδὲν ἔλεγον ἀνάξιον δρᾶν οὔτε ἄδικον οὔτε ἀσύμφορον εὐνομίαν εἰσάγειν βουλομένους καὶ ἰσηγορίαν: τοὺς δὲ ὑπάτους καὶ τοὺς πατρικίους αἰτίους ἔσεσθαι τῆς στάσεως ἔλεγον ἀνομίαν αὔξοντας καὶ πλεονεξίαν καὶ [3] ζηλοῦντας τὰ τῶν τυράννων ἔθη. ταῦτα καὶ πολλὰ τούτοις ὅμοια παρ᾽ ἑκατέρων ἐπὶ πολλὰς ἡμέρας ἐλέγετο, καὶ προὔβαινε διὰ κενῆς ὁ χρόνος: ἐν ᾧ τῶν κατὰ τὴν πόλιν οὔτε δημοσίων οὔτε ἰδίων οὐδὲν ἐτελεῖτο. ὡς δ᾽ οὐδὲν ἐγίνετο τῶν προὔργου, λόγων μὲν ἐκείνων καὶ κατηγοριῶν, ἃς ἐποιοῦντο κατὰ τῆς βουλῆς, οἱ δήμαρχοι ἀπέστησαν: συναγαγόντες δὲ τὸ πλῆθος εἰς τὴν ἐκκλησίαν ὑπέσχοντο τῷ δήμῳ νόμον εἰσοίσειν ὑπὲρ ὧν ἠξίουν. [4] ἐπαινέσαντος δὲ τοῦ πλήθους τὸν λόγον οὐδὲν ἔτι ἀναβαλόμενοι τὸν παρασκευασθέντα νόμον ἀνέγνωσαν: κεφάλαια δὲ αὐτοῦ τάδε ἦν: ἄνδρας αἱρεθῆναι δέκα ὑπὸ τοῦ δήμου συναχθείσης ἀγορᾶς ἐννόμου τοὺς πρεσβυτάτους τε καὶ φρονιμωτάτους, οἷς ἐστι πλείστη πρόνοια τιμῆς τε καὶ δόξης ἀγαθῆς: τούτους δὲ συγγράψαντας τοὺς ὑπὲρ ἁπάντων νόμους τῶν τε κοινῶν καὶ τῶν ἰδίων [p. 6] εἰς τὸν δῆμον ἐξενεγκεῖν: τοὺς δὲ συγγραφησομένους ὑπ᾽ αὐτῶν νόμους κεῖσθαι ἐν ἀγορᾷ ταῖς καθ᾽ ἕκαστον ἐνιαυτὸν ἀποδειχθησομέναις ἀρχαῖς καὶ τοῖς ἰδιώταις ὅρους τῶν πρὸς ἀλλήλους δικαίων. [5] τοῦτον προθέντες τὸν νόμον ἐξουσίαν ἔδοσαν τοῖς βουλομένοις αὐτοῦ κατηγορεῖν, ἀποδείξαντες τὴν τρίτην ἀγοράν. ἦσαν δὲ πολλοὶ καὶ οὐχ οἱ φαυλότατοι τῶν ἐκ τοῦ συνεδρίου, πρεσβύτεροι καὶ νέοι, κατήγοροι τοῦ νόμου, λόγους διεξιόντες ἐκ πολλῆς ἐπιμελείας καὶ παρασκευῆς: καὶ [6] τοῦτ᾽ ἐφ᾽ ἡμέρας ἐγίνετο συχνάς. ἔπειτα οἱ δήμαρχοι δυσχεραίνοντες ἐπὶ τῇ διατριβῇ τοῦ χρόνου λόγον μὲν οὐδένα ἔτι τοῖς κατηγόροις τοῦ νόμου προέθεσαν, ἡμέραν δὲ ἀποδείξαντες, ἐν ᾗ κυρώσειν αὐτὸν ἔμελλον, παρεῖναι τοὺς δημότας εἰς αὐτὴν παρεκάλουν ἀθρόους, ὡς οὐκέτι ταῖς μακραῖς δημηγορίαις ἐνοχληθησομένους, ἀλλ᾽ ἐποίσοντας ὑπὲρ αὐτοῦ τὴν ψῆφον κατὰ φυλάς. οἱ μὲν δὴ ταῦτα ὑποσχόμενοι διέλυσαν τὴν ἐκκλησίαν.
μετὰ δὲ ταῦτα οἵ τε ὕπατοι καὶ τῶν πατρικίων οἱ πλεῖστον δυνάμενοι τραχύτερον ἤδη αὐτ�
�ν προσιόντες καθήπτοντο λέγοντες, ὡς οὐκ ἐπιτρέψουσιν αὐτοῖς νόμους εἰσηγεῖσθαι καὶ τούτους ἀπροβουλεύτους. συνθήκας γὰρ εἶναι κοινὰς πόλεων τοὺς νόμους, οὐχὶ μέρους τῶν ἐν ταῖς πόλεσιν οἰκούντων. τοῦ τε πονηροτάτου ὀλέθρου καὶ ἀνηκέστου καὶ οὐδ᾽ εὐσχήμονος ἀρχὴν ἀπέφαινον εἶναι πόλεσί τε καὶ οἴκοις, ὅταν τὸ [2] κάκιστον τῷ κρατίστῳ νομοθετῇ. ποίαν δὲ ὑμεῖς, [p. 7] ἔφασαν, ὦ δήμαρχοι, νόμων εἰσφορᾶς ἢ ἀναιρέσεως ἐξουσίαν ἔχετε; οὐκ ἐπὶ ῥητοῖς μὲν δικαίοις ταύτην τὴν ἀρχὴν παρὰ τῆς βουλῆς ἐλάβετε, τοῖς δ᾽ ἀδικουμένοις ἢ κατισχυομένοις τῶν πενήτων βοηθεῖν ᾐτήσασθε τοὺς δημάρχους, ἄλλο δὲ μηδὲν πολυπραγμονεῖν; εἰ δ᾽ οὖν καὶ πρότερον ἦν τις ὑμῖν δύναμις, ἣν οὐκ ἐκ τοῦ δικαίου βιασάμενοι ἡμᾶς ἐλάβετε, ὑποκατακλινομένης ἑκάστῳ πλεονεκτήματι τῆς βουλῆς, οὐχὶ καὶ ταύτην νῦν ἀπολωλέκατε τῇ μεταβολῇ τῶν ἀρχαιρεσιῶν; [3] οὔτε γὰρ βουλῆς δόγμα ὑμᾶς οὐκέτι ἀποδείκνυσιν ἐπὶ τὴν ἀρχήν, οὔτε αἱ φρᾶτραι τὴν ψῆφον ὑπὲρ ὑμῶν ἐπιφέρουσιν, οὔτε ἱερὰ προθύεται τοῖς θεοῖς πρὸ τῶν ἀρχαιρεσιῶν, ἃ κατὰ νόμους ἐχρῆν ἐπιτελεῖσθαι, οὔτε ἄλλο τῶν πρὸς τοὺς θεοὺς εὐσεβῶν ἢ πρὸς ἀνθρώπους ὁσίων οὐθὲν ἐπὶ τῆς ἀρχῆς τῆς ὑμετέρας γίνεται. τίνος οὖν ὑμῖν ἔτι μέτεστι τῶν ἱερῶν καὶ σεβασμοῦ δεομένων, ὧν ἕν τι καὶ ὁ νόμος ἦν, ἐξαρνησαμένοις ἅπαντα τὰ νόμιμα; [4] ταῦτά τε δὴ τοῖς δημάρχοις ἔλεγον οἱ πρεσβύτεροι καὶ οἱ νέοι αὐτῶν καθ᾽ ἑταιρίας διεξιόντες ἀνὰ τὴν πόλιν καὶ τοὺς μὲν ἐπιεικεστέρους τῶν δημοτῶν ὁμιλίαις ἀνελάμβανον κεχαρισμέναις, τοὺς δ᾽ ἀπειθεῖς καὶ ταραχώδεις ἀπειλαῖς κατεπλήττοντο κινδύνων, εἰ μὴ συμφρονήσειαν: ἤδη δέ τινας τῶν πάνυ ἀπόρων καὶ ἀπερριμμένων, οἷς οὐθενὸς τῶν κοινῶν παρὰ τὰ ἴδια κέρδη φροντὶς ἦν, παίοντες ὥσπερ ἀνδράποδα ἀνεῖργον ἐκ τῆς ἀγορᾶς. [p. 8]
ὁ δὲ πλείστους τε περὶ αὑτὸν ἔχων ἑταίρους καὶ μέγιστον τῶν τότε νέων δυνάμενος Καίσων Κοίντιος ἦν, υἱὸς Λευκίου Κοιντίου τοῦ καλουμένου Κικιννάτου, ᾧ γένος τ᾽ ἦν ἐπιφανὲς καὶ βίος οὐθενὸς δεύτερος, ἀνὴρ ὀφθῆναί τε κάλλιστος νέων καὶ τὰ πολέμια πάντων λαμπρότατος φύσει τε περὶ λόγους κεχρημένος ἀγαθῇ: ὃς ἐν τῷ τότε χρόνῳ πολὺς ἔρρει κατὰ τῶν δημοτικῶν οὔτε λόγων φειδόμενος, ὧν βαρὺ τοῖς ἐλευθέροις ἀκούειν, οὔτ᾽ ἔργων ἀκολούθων τοῖς λόγοις ἀπεχόμενος. οἱ μὲν οὖν πατρίκιοι τίμιον αὐτὸν ἐπὶ τούτοις εἶχον καὶ μένειν παρὰ τὰ δεινὰ ἠξίουν αὐτοὶ παρασχεῖν τὸ ἀσφαλὲς ὑπισχνούμενοι: οἱ δ᾽ ἐκ τοῦ δήμου πάντων δὴ μάλιστα αὐτὸν ἀνθρώπων ἐμίσουν. [2] τοῦτον τὸν ἄνδρα ἔγνωσαν οἱ δήμαρχοι πρῶτον ἐκποδὼν ποιήσασθαι, ὡς καταπληξόμενοι τοὺς λοιποὺς τῶν νέων καὶ προσαναγκάσοντες σωφρονεῖν. γνόντες δὲ ταῦτα καὶ παρασκευασάμενοι λόγους τε καὶ μάρτυρας πολλοὺς εἰσάγουσιν αὐτὸν ὑπὸ δίκην ἀδικήματος δημοσίου, θανάτου τιμησάμενοι τὴν δίκην. παραγγείλαντες δ᾽ αὐτῷ παρεῖναι πρὸς τὸν δῆμον, ἐπειδὴ καθῆκεν ὁ χρόνος, ὃν ἔταξαν τῇ δίκῃ, συναγαγόντες ἐκκλησίαν μακροὺς ἐποιήσαντο κατ᾽ αὐτοῦ λόγους, διεξιόντες ὅσα βίᾳ διαπεπραγμένος ἐτύγχανεν εἰς τοὺς δημότας, ὧν τοὺς πεπονθότας αὐτοὺς παρῆγον μάρτυρας. [3] ὡς δὲ παρέδωκαν τὸν λόγον, αὐτὸ μὲν τὸ μειράκιον οὐχ ὑπήκουε καλούμενον ἐπὶ τὴν ἀπολογίαν, ἀλλ᾽ ἠξίου τοῖς ἰδιώταις αὐτοῖς ὑπὲρ ὧν ᾐτιῶντο παθεῖν [p. 9] κατὰ τὸν νόμον ὑπέχειν δίκας, ἐπὶ τῶν ὑπάτων τῆς κρίσεως γινομένης: ὁ δὲ πατὴρ αὐτοῦ χαλεπῶς φέροντας τὴν αὐθάδειαν τοῦ μειρακίου τοὺς δημοτικοὺς ὁρῶν ἀπελογεῖτο τὰ μὲν πολλὰ ψευδῆ τε καὶ ἐξ ἐπιβουλῆς συγκείμενα κατὰ τοῦ παιδὸς ἀποδεικνύς: [4] ὅσα δ᾽ οὐκ ἐνῆν ἀρνήσασθαι μικρὰ καὶ φαῦλα καὶ οὐκ ἄξια δημοσίας ὀργῆς εἶναι λέγων καὶ οὐδὲ ταῦτα ἐξ ἐπιβουλῆς ἢ δι᾽ ὕβριν, ἀλλ᾽ ὑπὸ φιλοτιμίας μειρακιώδους γεγονότα ἐπιδεικνύμενος, δι᾽ ἣν πολλὰ μὲν αὐτῷ συμβῆναι δρᾶσαι τῶν ἀβουλήτων ἐν ἁψιμαχίαις, πολλὰ δ᾽ ἴσως καὶ παθεῖν, οὔτε ἡλικίας ἐν τῷ κρατίστῳ [5] ὄντι οὔτε φρονήσεως ἐν τῷ καθαρωτάτῳ. ἠξίου τε τοὺς δημοτικοὺς μὴ μόνον ὀργὴν μὴ ἔχειν ἐφ᾽ οἷς ἥμαρτεν εἰς ὀλίγους, ἀλλὰ καὶ χάριν εἰδέναι περὶ ὧν ἅπαντας εὖ ποιῶν ἐν τοῖς πολέμοις διετέλεσε, τοῖς μὲν ἰδιώταις ἐλευθερίαν κτώμενος, τῇ δὲ πατρίδι ἡγεμονίαν, ἑαυτῷ δὲ εἴ ποτε ἁμάρτοι τι φιλανθρωπίαν παρὰ τῶν πολλῶν καὶ βοήθειαν. καὶ διεξῄει τάς τε στρατείας πάσας καὶ τοὺς ἀγῶνας ἅπαντας, ἐξ ὧν ἀριστεῖα καὶ στεφάνους παρὰ τῶν στρατηγῶν ἔλαβε, πολιτῶν τε ὁπόσων ἐν ταῖς μάχαις ὑπερήσπισε καὶ [6] τείχεσι πολεμίων ὁσάκις πρῶτος ἐπέβη. τελευτῶν δ᾽ εἰς οἴκτους κατέβαινε καὶ δεήσεις, ἀντὶ τῆς ἑαυτοῦ πρὸς ἅπαντας ἐπιεικείας βίου τε, ὃς ἐμαρτυρεῖτο αὐτῷ πάσης καθαρὸς διαβολῆς, μίαν ἀπαιτῶν παρὰ τοῦ δήμου χάριν, φυλάξαι τὸν υἱὸν αὐτῷ. [p. 10]
ὁ μὲν οὖν δῆμος ἥδετο πάνυ τοῖς λόγοις καὶ χαρίζεσθαι τὸ μειράκιον τῷ πατρὶ πρόθυμος ἦν. ὁ δὲ Οὐεργίνιος ὁρῶν, ὅτι μὴ δόντος ἐκείνου δίκην ἀφόρητον ἔσται τὸ θράσος τῶν αὐθαδῶν μειρακίων, ἀνίσταται καί φησιν: [2] σοὶ μέν, ὦ Κοίντιε, ἥ τε ἄλλη μαρτυρεῖται πᾶσα ἀρετὴ καὶ ἡ πρὸς τοὺς δημοτικοὺς �
�ὔνοια, ἀνθ᾽ ὧν τὸ τιμᾶσθαί σοι πάρεστιν. ἡ δὲ τοῦ μειρακίου βαρύτης καὶ ἡ πρὸς ἅπαντας ἡμᾶς ὑπερηφανία παραίτησιν ἢ συγγνώμην οὐδεμίαν ἐπιδέχεται: ὅστις ὑπὸ τοῖς σοῖς ἤθεσι τραφεὶς οὕτως οὖσι δημοτικοῖς καὶ μετρίοις, ὡς ἅπαντες ἴσμεν, τῶν μὲν σῶν ὑπερεῖδεν ἐπιτηδευμάτων, τυραννικὴν δὲ αὐθάδειαν καὶ βαρβάρων ἀνθρώπων ὕβριν ἠγάπησε, καὶ πονηρῶν ἔργων ζῆλον εἰς τὴν πόλιν ἡμῶν εἰσαγήοχεν. [3] εἰ μὲν οὖν ἐλάνθανέ σε τοιοῦτος ὤν, νῦν ὅτ᾽ ἔγνωκας ἀγανακτεῖν ὑπὲρ ἡμῶν δίκαιος ἂν εἴης: εἰ δὲ συνῄδεις τε καὶ συνέπραττες οἷς προεπηλάκιζε τὴν τῶν πενήτων πολιτῶν τύχην, πονηρὸς ἄρα καὶ αὐτὸς ἦσθα, καὶ ἡ τῆς καλοκἀγαθίας δόξα οὐκ ἐκ τοῦ δικαίου σοι περιγέγονεν. ἀλλὰ γὰρ ὅτι ἠγνόεις αὐτὸν οὐκ ὄντα τῆς σῆς ἀρετῆς ἄξιον, ἐγώ σοι τοῦτ᾽ ἔχω μαρτυρεῖν. ἀπολύων δέ σε τοῦ τότε συναδικεῖν ἡμᾶς μέμφομαι τοῦ [4] νῦν ἡμῖν μὴ συναγανακτεῖν. ἵνα δὲ μᾶλλον μάθῃς, ἡλίκον ἄρα τῇ πόλει κακὸν ἐπιτρέφων ἐλάνθανες, ὡς ὠμὸν καὶ τυραννικὸν καὶ οὐδὲ φόνου πολιτικοῦ καθαρόν, ἄκουσον αὐτοῦ φιλότιμον ἔργον καὶ ἀντιπαρεξέτασον [p. 11] αὐτῷ τὰς ἐν τοῖς πολέμοις ἀριστείας: καὶ ὑμῶν ὅσοι συνεπαθεῖτε ἀρτίως οἰκτιζομένῳ τῷ ἀνδρὶ σκοπεῖτε, εἰ ἄρα καλῶς ὑμῖν ἔχει τοιούτου φείσασθαι πολίτου.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 295