μέμνησθε, ὅτι ἀπὸ τῶν αὐτῶν τούτων ἐθνῶν ὥσπερ νῦν δυνάμεις ἐνέβαλον, αἱ μὲν εἰς τὴν ἡμετέραν γῆν, αἱ δ᾽ εἰς τὴν τῶν συμμάχων ἡμῶν, κατὰ τὸν αὐτὸν ἀμφότεραι χρόνον Γαΐου Ναυτίου καὶ Λευκίου Μινυκίου τὴν ὑπατείαν ἐχόντων, ἔνατον ἢ δέκατον ἔτος οἶμαι τουτί. [2] τότε τοίνυν ἀποστειλάντων ὑμῶν νεότητα πολλὴν καὶ ἀγαθὴν ἐπ᾽ ἀμφότερα τὰ ἔθνη τῷ μὲν ἑτέρῳ τῶν ὑπάτων εἰς δυσχωρίας ἀναγκασθέντι κατακλεῖσαι τὸ στρατόπεδον πρᾶξαι μὲν οὐδὲν ἐξεγένετο, πολιορκεῖσθαι δ᾽ ἐν τῷ χάρακι καὶ κινδυνεύειν σπάνει τῶν ἐπιτηδείων ἁλῶναι: Ναυτίῳ δ᾽ ἀντικαθημένῳ Σαβίνων μάχας ἀναγκαῖον ἦν τίθεσθαι πρὸς [p. 144] τοὺς αὐτοὺς συνεχεῖς καὶ μηδ᾽ οἵῳ τ᾽ εἶναι τοῖς κάμνουσι τῶν σφετέρων βοηθεῖν. ἦν τ οὐκ ἄδηλον, ὅτι τῆς ἐν Αἰκανοῖς στρατιᾶς ἀναρπασθείσης οὐδ᾽ ἡ Σαβίνους πολεμοῦσα ἀνθέξει συνελθόντων εἰς τὸ αὐτὸ [3] τῶν πολεμίων ἀμφοτέρων. τοιούτων δὴ κινδύνων τὴν πόλιν περιστάντων καὶ οὐδὲ τῶν ἐντὸς τείχους ὁμονοούντων τίνα βοήθειαν εὕρασθε ὑμεῖς περὶ μέσας νύκτας εἰς τὸ βουλευτήριον συνελθόντες; ἥπερ ὤνησεν ὁμολογουμένως πάντα τὰ πράγματα καὶ φερομένην τὴν πόλιν εἰς ἀτυχὲς πτῶμα ὤρθωσεν, ἀρχὴν ἀπεδείξατε μίαν αὐτοκράτορα πολέμου καὶ εἰρήνης, ἁπάσας τὰς ἄλλας καταλύσαντες ἀρχάς, καὶ πρὶν ἡμέραν γενέσθαι δικτάτωρ ἀπεδέδεικτο Λεύκιος Κοίντιος ὁ βέλτιστος, [4] οὐδ᾽ ἐν τῇ πόλει τότ᾽ ὤν, ἀλλ᾽ ἐν ἀγρῷ. τὰ μετὰ ταῦτα ἴστε δήπου τοῦ ἀνδρὸς ἔργα, ὅτι καὶ δυνάμεις ἀξιοχρέους παρεσκευάσατο καὶ τὸ κινδυνεῦον στρατόπεδον ἐρρύσατο καὶ τοὺς πολεμίους ἐτιμωρήσατο καὶ τὸν στρατηγὸν αὐτῶν αἰχμάλωτον ἔλαβε: καὶ ταῦτα ἐν ἡμέραις τεσσαρεσκαίδεκα μόναις ἅπαντα διαπραξάμενος καὶ εἴ τι ἄλλο σαθρὸν ἦν τῆς πολιτείας ἐπανορθωσάμενος ἀπέθετο τὰς ῥάβδους: καὶ τὸ κωλῦον οὐδὲν ἐγένετο νέαν ἀρχὴν ἐν ἡμέρᾳ κυρωθῆναι μιᾷ βουλομένων [p. 145] ὑμῶν. τοῦτο δὴ τὸ παράδειγμα μιμησαμένους ἡμᾶς οἴομαι δεῖν, ἐπειδὴ οὐδὲν ἄλλο ποιεῖν δυνάμεθα, δικτάτορα ἑλέσθαι, πρὶν ἐντεῦθεν ἐξελθεῖν: ἐὰν γὰρ ὑπερβαλώμεθα τοῦτον τὸν καιρόν, οὐκέτι συνάξουσιν ἡμᾶς οἱ δέκα βουλευσομένους ὑπὲρ οὐδενός: [5] ἵνα δὲ καὶ κατὰ νόμους ἡ τοῦ δικτάτορος ἀνάρρησις γένηται, τὴν μεσοβασίλειον ἀρχὴν ἑλέσθαι, τὸν ἐπιτηδειότατον ἐκλέξαντας τῶν πολιτῶν: ὃ ποιεῖν σύνηθές ἐστιν ὑμῖν, ὅταν μήτε βασιλεῖς ἔχητε μήτε ὑπάτους μήτ᾽ ἄλλην νόμιμον ἀρχὴν μηδεμίαν, ὥσπερ νῦν οὐκ ἔχετε. τοῖς γὰρ ἀνδράσι τούτοις παρελήλυθεν ὁ τῆς ἀρχῆς χρόνος, [6] καὶ τὰς ῥάβδους αὐτῶν ὁ νόμος ἀφῄρηται. ταῦτ᾽ ἔστιν ἃ παραινῶ πράττειν, ὦ πατέρες, ὑμῖν, καὶ συμφέροντα καὶ δυνατά. ἣν δὲ Κορνήλιος εἰσηγεῖται γνώμην, κατάλυσις ὁμολογουμένη τῆς ἀριστοκρατίας ὑμῶν ἐστιν. ἐὰν γὰρ ἅπαξ ὅπλων οἱ δέκα γένωνται κύριοι τῇδε τῇ προφάσει τοῦ πολέμου, δέδοικα μὴ καθ᾽ ἡμῶν αὐτοῖς χρήσωνται. οἱ γὰρ οὐκ ἀξιοῦντες ἀποθέσθαι τὰς ῥάβδους, ἦ που γε τὰ ὅπλα ἀποθήσονται; λογιζόμενοι δὴ ταῦτα φυλάττεσθε τοὺς ἀνθρώπους, καὶ πᾶσαν ἀπάτην αὐτῶν προβλέπετε. κρείττων γὰρ ἡ πρόνοια τῆς μεταμελείας καὶ τὸ μὴ πιστεύειν τοῖς πονηροῖς σωφρονέστερον τοῦ προπιστεύσαντας κατηγορεῖν.
ταύτην ἀποδειξαμένου τὴν γνώμην Οὐαλερίου κεχαρισμένην τοῖς πλείοσιν, ὡς ἐκ τῆς φωνῆς αὐτῶν εἰκάσαι ῥᾴδιον ἦν, καὶ τῶν μετ᾽ ἐκεῖνον ἀνισταμένων [p. 146] — ἦν δ᾽ αὐτῶν τὸ νέον τῆς βουλῆς μέρος τὸ λειπόμενον — ταῦτα ἡγουμένων κράτιστα εἶναι πλὴν ὀλίγων, ἐπειδὴ πάντες ἀπεδείξαντο τὰς ἑαυτῶν γνώμας, καὶ τέλος ἔδει τὰ βουλεύματα λαβεῖν, Οὐαλέριος μὲν ἠξίου διαδικασίαν τοὺς δέκα προθεῖναι ταῖς γνώμαις, αὖθις ἐξ ἀρχῆς πάντας τοὺς βουλευτὰς καλοῦντας, καὶ πολλοῖς τῶν συνέδρων ἀναθέσθαι βουλομένοις τὰς προτέρας ἀποφάσεις ταῦτα λέγων πιθανὸς ἦν: [2] Κορνήλιος δ᾽ ὁ συμβουλεύων τοῖς δέκα τὴν ἡγεμονίαν ἐπιτρέψαι τοῦ πολέμου κατὰ τὸ καρτερὸν ἀπεμάχετο κεκρίσθαι τὸ πρᾶγμα ἤδη λέγων καὶ τέλος ἔχειν νόμιμον ἁπάντων ἐψηφικότων, ἠξίου τε διαριθμεῖν τὰς γνώμας καὶ μηδὲν ἔτι καινουργεῖν. [3] τούτων δὲ λεγομένων ὑφ᾽ ἑκατέρου μετὰ πολλῆς φιλοτιμίας τε καὶ κραυγῆς, καὶ τοῦ συνεδρίου διαστάντος πρὸς ἑκάτερον, τῶν μὲν ἐπανορθώσασθαι τὴν ἀκοσμίαν τοῦ πολιτεύματος βουλομένων τῷ Οὐαλερίῳ συλλαμβανόντων, τῶν δὲ τὰ χείρω προαιρουμένων καὶ ὅσοις κίνδυνός τις ὑπωπτεύετο ἐκ τῆς μεταβολῆς ἔσεσθαι τῷ Κορνηλίῳ συναγορευόντων: λαβόντες ἀφορμὴν οἱ δέκα τοῦ πράττειν ὅ τι δόξειεν αὐτοῖς τὴν τοῦ συνεδρίου ταραχήν, τῇ Κορνηλίου προστίθενται γνώμῃ. καὶ παρελθὼν εἷς ἐξ αὐτῶν, Ἄππιος, ἔφη: [4] περὶ τοῦ πρὸς Αἰκανοὺς καὶ Σαβίνους πολέμου συνεκαλέσαμεν ὑμᾶς, ὦ βουλή, διαγνωσομένους, καὶ λόγον ἀπεδώκαμεν ἅπασι τοῖς βουλομένοις ἀπὸ τῶν πρώτων ἄχρι τῶν νεωτάτων ἐν [p. 147] τῷ προσήκοντι καλοῦντες ἕκαστον τόπῳ. τριῶν δ᾽ ἀποδειξαμένων γνώμας διαφόρους, Κλαυδίου τε καὶ Κορνηλίου καὶ Οὐαλερίου τελευταίου, διέγνωτε περὶ αὐτῶν ὑμεῖς οἱ λοιποί, καὶ παριὼν ἕκαστος ἀπεφήνατο πάντων ἀκουόντων, ᾗ προσετίθετο γνώμῃ. [5] ἁπάντων δὴ γεγονότων κατὰ νόμον, ἐπειδὴ τοῖς πλείοσιν ὑμῶν Κορνήλιο�
� ἐδόκει τὰ κράτιστα ὑποθέσθαι, τοῦτον ἀπεφηνάμεθα νικᾶν καὶ τὴν ἀποδειχθεῖσαν ὑπὸ τούτου γνώμην γράψαντες ἐκφέρομεν. Οὐαλέριος δὲ καὶ οἱ μετ᾽ αὐτοῦ ἑστῶτες ὅταν αὐτοὶ τύχωσιν ἐξουσίας ὑπατικῆς, δίκας τ᾽ ἤδη τέλος ἐχούσας ἀναδίκους ποιείτωσαν, ἐὰν αὐτοῖς φίλον ᾖ, καὶ βουλεύματα διεγνωσμένα ὑπὸ πάντων ὑμῶν ἄκυρα καθιστάτωσαν. [6] ταῦτ᾽ εἰπὼν καὶ τὸν γραμματέα κελεύσας ἀναγνῶναι τὸ προβούλευμα, ἐν ᾧ τὴν καταγραφὴν τοῦ στρατοῦ καὶ τὴν ἡγεμονίαν τοῦ πολέμου τοὺς δέκα παραλαβεῖν ἐτέτακτο, διέλυσε τὸν σύλλογον.
μετὰ τοῦθ᾽ οἱ μὲν τῆς ὀλιγαρχικῆς ἑταιρίας σοβαροὶ καὶ θρασεῖς περιῄεσαν ὡς δὴ κρείττους τῶν ἑτέρων γεγονότες καὶ διαπεπραγμένοι μηκέτι καταλυθῆναι σφῶν τὴν δυναστείαν, ἐπειδὰν ἅπαξ ὅπλων καὶ [2] στρατιᾶς γένωνται κύριοι: οἱ δὲ τὰ βέλτιστα τῷ κοινῷ φρονοῦντες ἀνιαρῶς διακείμενοι καὶ περιφόβως ὡς οὐδενὸς τῶν κοινῶν ἔτι γενησόμενοι κύριοι καὶ διέστησαν εἰς μέρη πολλά, τῶν μὲν ἀγεννεστέρων τὰς [p. 148] φύσεις ἅπαντα συγχωρεῖν τοῖς κρατοῦσιν ἀναγκαζομένων καὶ κατανέμειν ἑαυτοὺς εἰς τὰς ὀλιγαρχικὰς ἑταιρίας, τῶν δ᾽ ἧττον ψοφοδεῶν ἀφισταμένων τῆς ὑπὲρ τῶν κοινῶν φροντίδος καὶ τὸν ἀπράγμονα βίον μεθαρμοττομένων: ὅσοις δὲ πολὺ τὸ γενναῖον ἐν τοῖς τρόποις ἦν, ἰδίας ἑταιρίας κατασκευαζομένων καὶ συμφρονούντων ἐπὶ φυλακῇ τε ἀλλήλων καὶ μεταστάσει τῆς πολιτείας. [3] τούτων δὲ τῶν ἑταιριῶν ἡγεμόνες ἦσαν οἱ πρῶτοι τολμήσαντες ἐν τῷ συνεδρίῳ περὶ καταλύσεως τῆς δεκαδαρχίας εἰπεῖν, Λεύκιος Οὐαλέριος καὶ Μάρκος Ὁράτιος, φραξάμενοί τε τὰς οἰκίας ὅπλοις καὶ φυλακὴν θεραπόντων καὶ πελατῶν καρτερὰν περὶ ἑαυτοὺς ἔχοντες, ὡς μήτ᾽ ἐκ τοῦ βιαίου παθεῖν μηθὲν μήτ᾽ ἐκ τοῦ δολίου. [4] ὅσοις δ᾽ οὔτε θεραπεύειν τὴν τῶν κρατούντων ἐξουσίαν βουλομένοις ἦν οὔτε μηδενὸς ἐπιστρέφεσθαι τῶν κοινῶν οὐδ᾽ ἐν ἀπράκτῳ ζῆν ἡσυχίᾳ καλὸν ἐδόκει, πολεμεῖν τ᾽ ἀνὰ κράτος οὐ ῥᾴδιον, ἐπεὶ καθαιρεθῆναι δυναστείαν τηλικαύτην ἀνόητον ἐφαίνετο εἶναι, κατέλιπον τὴν πόλιν. ἡγεμὼν δὲ τούτων ἀνὴρ ἦν ἐπιφανὴς Γάιος Κλαύδιος, ὁ τοῦ κορυφαιοτάτου [p. 149] τῆς δεκαδαρχίας Ἀππίου θεῖος, ἐμπεδῶν τὰς ὑποσχέσεις, ἃς ἐπὶ τῆς βουλῆς ἐποιήσατο πρὸς τὸν ἀδελφιδοῦν, ὅτ᾽ αὐτὸν ἀποθέσθαι τὴν ἀρχὴν ἀξιῶν οὐκ ἔπεισεν. ἠκολούθει δ᾽ αὐτῷ πολὺς μὲν ἑταίρων ὄχλος, [5] πολὺς δὲ πελατῶν. τούτου δ᾽ ἀρξαμένου καὶ τὸ ἄλλο πολιτικὸν πλῆθος οὐκέτι λάθρα καὶ κατ᾽ ὀλίγους, ἀλλ᾽ ἐκ τοῦ φανεροῦ καὶ ἀθρόον ἐξέλιπε τὴν πατρίδα, τέκνα καὶ γυναῖκας ἐπαγόμενον. οἱ δὲ περὶ τὸν Ἄππιον ἀγανακτοῦντες τοῖς γινομένοις ἐπεβάλοντο μὲν κωλύειν πύλας τ᾽ ἀποκλείσαντες καὶ ἀνθρώπους τινὰς συναρπάσαντες, ἔπειτα — δέος γὰρ εἰσῆλθεν αὐτοῖς, μὴ πρὸς ἀλκὴν οἱ κωλυόμενοι τράπωνται, καὶ λογισμὸς ὀρθὸς ὡς κρεῖττον εἴη σφίσιν ἐκποδῶν εἶναι τοὺς ἐχθροὺς ἢ μένοντας ἐνοχλεῖν — ἀνοίξαντες τὰς πύλας ἀφῆκαν τοὺς θέλοντας ἀπιέναι, οἰκίας δ᾽ αὐτῶν καὶ κλήρους καὶ ὅσα ἄλλα ὑπελείπετο ἀδύνατα ὄντα ἐν φυγαῖς φέρεσθαι λειποστρατίαν ἐπενεγκόντες ἐδήμευσαν τῷ λόγῳ, τὸ δ᾽ ἀληθὲς τοῖς ἑαυτῶν ἑταίροις ὡσανεὶ παρὰ [6] τοῦ δήμου πριαμένοις ἐχαρίσαντο. ταῦτα δὴ τὰ ἐγκλήματα προστεθέντα τοῖς προτέροις πολλῷ δυσμενεστέρους ἐποίησε πρὸς τὴν δεκαδαρχίαν τοὺς πατρικίους καὶ τοὺς δημοτικούς. εἰ μὲν οὖν μηδὲν ἐπεξήμαρτον ἔτι πρὸς τοῖς εἰρημένοις, δοκοῦσιν ἄν μοι πολὺν ἐπὶ τῆς αὐτῆς ἐξουσίας διαμεῖναι χρόνον: ἡ γὰρ φυλάττουσα τὴν δυναστείαν αὐτῶν στάσις ἔτι διέμενεν ἐν τῇ πόλει, [p. 150] διὰ πολλὰς αἰτίας καὶ ἐκ πολλῶν αὐξηθεῖσα χρόνων, [7] δἰ ἣν ἔχαιρον ἑκάτεροι τοῖς ἀλλήλων κακοῖς: οἱ μὲν δημοτικοὶ τὸ φρόνημα τῶν πατρικίων τεταπεινωμένον ὁρῶντες καὶ τὴν βουλὴν οὐδενὸς ἔτι τῶν κοινῶν οὖσαν κυρίαν, οἱ δὲ πατρίκιοι τὴν ἐλευθερίαν ἀπολωλεκότα τὸν δῆμον καὶ μηδὲ τὴν ἐλαχίστην ἔχοντα ἰσχύν, ἐξ οὗ τὴν δημαρχικὴν ἐξουσίαν αὐτῶν οἱ δέκα ἀφείλαντο: αὐθαδείᾳ δὲ πολλῇ πρὸς ἄμφω τὰ μέρη χρώμενοι καὶ οὔτ᾽ ἐπὶ στρατοπέδου μετριάζοντες οὔτ᾽ ἐν τῇ πόλει σωφρονοῦντες ὁμονοῆσαι πάντας ἠνάγκασαν καὶ καταλῦσαι τὴν ἀρχὴν αὐτῶν, ὅπλων γενηθέντας κυρίους διὰ τὸν πόλεμον. [8] τὰ δ᾽ ἁμαρτήματα αὐτῶν τὰ τελευταῖα καὶ δι᾽ ἃ κατελύθησαν ὑπὸ τοῦ δήμου — τοῦτον γὰρ δὴ μάλιστα προπηλακίζοντες ἐξηγρίωσαν — τοιάδε ἦν.
ὅτε τὸ περὶ τοῦ πολέμου ψήφισμα ἐκύρωσαν, καταγράψαντες ἐν τάχει τὰς δυνάμεις καὶ τριχῇ νείμαντες δύο μὲν τάγματα κατέλιπον ἐν τῇ πόλει φυλακῆς τῶν ἐντὸς τείχους ἕνεκεν: ἡγεῖτο δὲ τῶν δύο τούτων ταγμάτων Ἄππιος Κλαύδιος ὁ προεστηκὼς τῆς ὀλιγαρχίας καὶ σὺν αὐτῷ Σπόριος Ὄππιος. τρία δὲ ἔχοντες ἐξῆγον ἐπὶ Σαβίνους Κόιντος Φάβιος καὶ [2] Κόιντος Ποιτέλιος καὶ Μάνιος Ῥαβολήιος. πέντε δὲ τὰ λοιπὰ τάγματα παραλαβόντες Μάρκος τε Κορνήλιος καὶ Λεύκιος Μηνύκιος καὶ Μάρκος Σέργιος καὶ Τίτος Ἀντώνιος καὶ τελευταῖος Καίσων Δουέλλιος ἐπὶ τὸν πρὸς Αἰκανοὺς πόλεμον ἀφίκοντο: συνεστρατεύετο δ᾽ [p. 151] αὐτοῖς Λατίνων τε καὶ ἄλλων συμμάχων ἐπικουρικὸν οὐκ ἔλαττον τοῦ πολιτικοῦ π�
�ήθους. ἀλλ᾽ οὐδὲν αὐτοῖς ἐχώρει κατὰ νοῦν τοσαύτην μὲν οἰκείαν δύναμιν ἐπαγομένοις, τοσαύτην δὲ συμμαχίαν. [3] οἱ γὰρ πολέμιοι καταφρονήσαντες αὐτῶν, ὅτι νεοσύλλεκτοι ἦσαν οἱ στρατευόμενοι, πλησίον ἀντεστρατοπεδεύσαντο καὶ τάς τ᾽ ἀγορὰς ἀγομένας ἀφῃροῦντο λοχῶντες τὰς ὁδοὺς καὶ ἐπὶ προνομὰς ἐξιοῦσιν ἐπετίθεντο, καὶ εἴ ποτε ἱππεῖς εἰς χεῖρας ἔλθοιεν ἱππεῦσι καὶ πεζοὶ πεζοῖς πρὸς φάλαγγα μαχόμενοι πανταχῇ πλέον ἔχοντες ἀπῄεσαν, ἐθελοκακούντων οὐκ ὀλίγων ἐν ταῖς συμπλοκαῖς καὶ οὔτε τοῖς ἡγεμόσι πειθομένων οὔτε ὁμόσε χωρεῖν τοῖς πολεμίοις βουλομένων. [4] οἱ μὲν οὖν ἐπὶ Σαβίνους στρατεύσαντες ἐν τοῖς ἐλάττοσι κακοῖς σωφρονισθέντες ἑκόντες ἔγνωσαν ἐκλιπεῖν τὸν χάρακα: καὶ περὶ μέσας νύκτας ἀναστήσαντες τὸν στρατὸν ἀπῆγον ἐκ τῆς πολεμίας εἰς τὴν ἑαυτῶν φυγῇ παραπλησίαν ποιούμενοι τὴν ἀνάζευξιν, ἕως ἐπὶ πόλιν Κρουστομέρειαν, ἥ ἐστιν οὐ πρόσω τῆς Ῥώμης, ἀφίκοντο. οἱ δ᾽ ἐν Ἀλγιδῷ τῆς Αἰκανῶν χώρας θέμενοι τὴν παρεμβολὴν πολλὰς καὶ αὐτοὶ λαμβάνοντες ὑπὸ τῶν πολεμίων πληγὰς καὶ παρὰ τὰ δεινὰ μένειν ἀξιοῦντες ὡς ἐπανορθωσόμενοι τὰς ἐλαττώσεις οἴκτιστα πράγματα ἔπαθον. [5] ὠσάμενοι γὰρ ἐπ᾽ αὐτοὺς οἱ πολέμιοι καὶ τοὺς ὑποστάντας τοῦ χάρακος καταβαλόντες ἐπέβησαν τῶν ἐρυμάτων: καὶ καταλαβόμενοι τὸ στρατόπεδον ὀλίγους μέν τινας ἀμυνομένους [p. 152] ἀπέκτειναν, τοὺς δὲ πλείους ἐν τῷ διωγμῷ διέφθειραν. οἱ δὲ διασωθέντες ἐκ τῆς φυγῆς τραυματίαι τε οἱ πλείους καὶ τὰ ὅπλα μικροῦ δεῖν πάντες ἀπολωλεκότες εἰς πόλιν Τύσκλον ἀφικνοῦντο: σκηνὰς δ᾽ αὐτῶν καὶ ὑποζύγια καὶ χρήματα καὶ θεράποντας καὶ τὴν ἄλλην τοῦ πολέμου παρασκευὴν οἱ πολέμιοι διήρπασαν. [6] ὡς δ᾽ ἀπηγγέλη ταῦτα τοῖς κατὰ τὴν πόλιν, ὅσοιπερ ἦσαν ἐχθροὶ τῆς ὀλιγαρχίας καὶ οἱ τέως ἀποκρυπτόμενοι τὸ μῖσος, φανεροὺς ἐποίουν αὑτοὺς τότε χαίροντες ἐπὶ ταῖς κακοπραγίαις τῶν στρατηγῶν: καὶ ἦν ἤδη καρτερὰ χεὶρ περὶ τὸν Ὁράτιόν τε καὶ τὸν Οὐαλέριον, οὓς ἔφην ἡγεμόνας εἶναι τῶν ἀριστοκρατικῶν ἑταιρειῶν.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 312