Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 314
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 314

by Dionysius of Halicarnassus


  τὸ δ᾽ ἐν Ἀλγιδῷ τῆς Αἰκανῶν χώρας καθιδρυμένον καὶ τὸ ἐν τῇ πόλει πλῆθος ἅπαν διὰ ταύτας ἐξεπολεμώθη τὰς αἰτίας πρὸς αὐτούς. ἀνὴρ ἐκ τῶν δημοτικῶν, Λεύκιος Οὐεργίνιος, οὐδενὸς χείρων τὰ πολεμικά, λόχου τινὸς ἡγεμονίαν ἔχων ἐν τοῖς πέντε τάγμασιν ἐτάχθη τοῖς ἐπ᾽ Αἰκανοὺς στρατευσαμένοις. [2] τούτῳ θυγάτηρ ἔτυχεν οὖσα καλλίστη τῶν ἐν Ῥώμῃ παρθένων τὸ πατρῷον ὄνομα φέρουσα, ἣν ἐνεγγυήσατο Λεύκιος εἷς ἐκ τῶν δεδημαρχηκότων υἱὸς Ἰκιλίου τοῦ πρώτου τε καταστησαμένου τὴν δημαρχιἔστι [p. 160] [3] κὴν ἐξουσίαν καὶ πρώτου λαβόντος. ταύτην τὴν κόρην ἐπίγαμον οὖσαν ἤδη θεασάμενος Ἄππιος Κλαύδιος ὁ τῆς δεκαδαρχίας ἡγεμὼν ἀναγινώσκουσαν ἐν γραμμα- τιστοῦ — ἦν δὲ τὰ διδασκαλεῖα τότε τῶν παίδων περὶ τὴν ἀγοράν — εὐθύς τε ὑπὸ τοῦ κάλλους τῆς παιδὸς ἑάλω καὶ ἔτι μᾶλλον ἔξω τῶν φρενῶν ἐγένετο πολλά- κις ἀναγκαζόμενος παριέναι τὸ διδασκαλεῖον ἤδη κρα- [4] τούμενος ὑπὸ τοῦ πάθους. ὡς δ᾽ οὐκ ἠδύνατο πρὸς γάμον αὐτὴν λαβεῖν ἐκείνην τε ὁρῶν ἐγγεγυημένην ἑτέρῳ καὶ αὐτὸς ἔχων γυναῖκα γαμετήν, καὶ ἅμα οὐδ᾽ ἀξιῶν ἐκ δημοτικοῦ γένους ἁρμόσασθαι γάμον, δι᾽ ὑπεροψίαν τῆς τύχης καὶ παρὰ τὸν νόμον, ὃν αὐτὸς ἐν ταῖς δώδεκα δέλτοις ἀνέγραψε, τὸ μὲν πρῶτον ἐπειράθη διαφθεῖραι χρήμασι τὴν κόρην, καὶ προσ- έπεμπέ τινας ἀεὶ πρὸς τὰς τροφοὺς αὐτῆς γυναῖκας — ἦν γὰρ ὀρφανὴ μητρὸς ἡ παῖς — διδούς τε πολλὰ καὶ ἔτι πλείονα τῶν διδομένων ὑπισχνούμενος. παρ- ηγγέλλετο δὲ τοῖς πειρωμένοις τὰς τροφοὺς μὴ λέγειν, τίς ὁ τῆς κόρης ἐστὶν ἐρῶν, ἀλλ᾽ ὅτι τῶν δυναμένων τις εὖ ποιεῖν οὓς βουληθείη καὶ κακῶς. [5] ὡς δ᾽ οὐκ ἔπειθον αὐτάς, ἀλλὰ καὶ φυλακῆς ἑώρα τὴν κόρην κρείττονος ἢ πρότερον ἀξιουμένην, φλεγόμενος ὑπὸ τοῦ πάθους τὴν ἰταμωτέραν ἔγνω βαδίζειν ὁδόν. μετα- πεμψάμενος δή τινα τῶν ἑαυτοῦ πελατῶν, Μάρκον Κλαύδιον, ἄνδρα τολμηρὸν καὶ πρὸς πᾶσαν ὑπηρεσίαν ἕτοιμον, τό τε πάθος αὐτῷ διηγεῖται καὶ διδάξας, ὅσα ποιεῖν αὐτὸν ἐβούλετο καὶ λέγειν, ἀποστέλλει συχνοὺς [p. 161] [6] τῶν ἀναιδεστάτων ἐπαγόμενον. ὁ δὲ παραγενόμενος ἐπὶ τὸ διδασκαλεῖον ἐπιλαμβάνεται τῆς παρθένου καὶ φανερῶς ἄγειν ἐβούλετο δι᾽ ἀγορᾶς. κραυγῆς δὲ γε- νομένης καὶ πολλοῦ συνδραμόντος ὄχλου κωλυόμενος ὅποι προῃρεῖτο τὴν κόρην ἄγειν ἐπὶ τὴν ἀρχὴν παρα- γίνεται. ἐκάθητο δ᾽ ἐπὶ τοῦ βήματος τηνικαῦτα μόνος Ἄππιος χρηματίζων τε καὶ δικάζων τοῖς δεομένοις. βουλομένου δ᾽ αὐτοῦ λέγειν κραυγή τε καὶ ἀγανάκτησις ἦν ἐκ τοῦ περιεστῶτος ὄχλου, πάντων ἀξιούντων περι- μένειν, ἕως ἔλθωσιν οἱ συγγενεῖς τῆς κόρης: καὶ ὁ [7] Ἄππιος οὕτως ἐκέλευσε ποιεῖν. ὡς δ᾽ ὀλίγος ὁ μεταξὺ χρόνος ἐγεγόνει, καὶ παρῆν ὁ πρὸς μητρὸς θεῖος τῆς παρθένου Πόπλιος Νομιτώριος φίλους τε πολλοὺς ἐπαγόμενος καὶ συγγενεῖς, ἀνὴρ ἐκ τῶν δημοτικῶν ἐμφανής, καὶ μετ᾽ οὐ πολὺ Λεύκιος, ὁ παρὰ τοῦ πα- τρὸς ἐνεγγυημένος τὴν κόρην, χεῖρα περὶ αὑτὸν ἔχων νέων δημοτικῶν καρτεράν. ὡς δὲ τῷ βήματι προσ- ῆλθεν, ἀσθμαίνων ἔτι καὶ μετέωρος τὸ πνεῦμα λέγειν ἠξίου, τίς ἐστιν ὁ τολμήσας ἅψασθαι παιδὸς ἀστῆς καὶ τί βουλόμενος.

  σιωπῆς δὲ γενομένης Μάρκος Κλαύδιος ὁ τῆς παιδὸς ἐπιλαβόμενος τοιοῦτον διεξῆλθε λόγον: οὐδὲν οὔτε προπετὲς οὔτε βίαιον πέπρακταί μοι περὶ τὴν κόρην, Ἄππιε Κλαύδιε: κύριος δ᾽ αὐτῆς ὢν κατὰ τοὺς νόμους ἄγω. ὃν δὲ τρόπον ἐστὶν ἐμή, μάθε. [p. 162] [2] μοι θεράπαινα πατρικὴ πολλοὺς πάνυ δουλεύουσα χρόνους. ταύτην κύουσαν ἡ Οὐεργινίου γυνὴ συνήθη καὶ εἰσοδίαν οὖσαν ἔπεισεν ἐὰν τέκῃ, δοῦναι τὸ παιδίον αὐτῇ. κἀκείνη φυλάττουσα τὰς ὑποσχέσεις γενομένης αὐτῇ ταύτης τῆς θυγατρὸς πρὸς μὲν ἡμᾶς ἐσκήψατο νεκρὸν τεκεῖν, τῇ δὲ Νομιτωρίᾳ δίδωσι τὸ παιδίον: ἡ δὲ λαβοῦσα ὑποβάλλεται καὶ τρέφει παίδων οὔτ᾽ ἀρρένων οὔτε θηλειῶν οὖσα μήτηρ. [3] πρότερον οὖν ἐλάνθανέ με ταῦτα, νῦν δὲ διὰ μηνύσεως ἐπιγνοὺς καὶ μάρτυρας ἔχων πολλοὺς καὶ ἀγαθοὺς καὶ τὴν θεράπαιναν ἐξητακὼς ἐπὶ τὸν κοινὸν ἁπάντων καταφεύγω νόμον, ὃς οὐ τῶν ὑποβαλλομένων, ἀλλὰ τῶν μητέρων εἶναι τὰ ἔκγονα δικαιοῖ, ἐλευθέρων μὲν οὐσῶν ἐλεύθερα, δούλων δὲ δοῦλα, τοὺς αὐτοὺς ἔχοντα κυρίους, [4] οὓς ἂν καὶ αἱ μητέρες αὐτῶν ἔχωσι. κατὰ τοῦτον τὸν νόμον ἀξιῶ τὴν θυγατέρα τῆς ἐμῆς θεραπαίνης ἄγειν καὶ δίκας ὑπέχειν βουλόμενος, ἐὰν ἀντιποιῆταί τις ἐγγυητὰς καθιστὰς ἀξιοχρέους ἄξειν αὐτὴν ἐπὶ τὴν δίκην: εἰ δὲ ταχεῖαν βούλεταί τις γενέσθαι τὴν διάγνωσιν, ἕτοιμος ἐπὶ σοῦ λέγειν τὴν δίκην αὐτίκα μάλα, καὶ μὴ διεγγυᾶν τὸ σῶμα μηδ᾽ ἀναβολὰς τῷ πράγματι προσάγειν: ὁποτέραν δ᾽ ἂν οὗτοι βουληθῶσι τῶν αἱρέσεων, ἑλέσθωσαν. [p. 163]

  τοιαῦτ᾽ εἰπόντος Κλαυδίου καὶ πολλὴν προσθέντος δέησιν ὑπὲρ τοῦ μηδὲν ἐλαττωθῆναι τῶν ἀντιδίκων, ὅτι πελάτης ἦν καὶ ταπεινός, παραλαβὼν τὸν λόγον ὁ τῆς κόρης θεῖος ὀλίγα καὶ αὐτὰ τὰ πρὸς τὸν ἄρχοντα εἰρῆσθαι προσήκοντα εἶπε: πατέρα μὲν οὖν εἶναι τῆς κόρης λέγων Οὐεργίνιον ἐκ τῶν δημοτικῶν, ὃν ἀποδημεῖν στρατευόμενον ὑπὲρ τῆς πόλεως: μητέρα δὲ γενέσθαι Νομιτωρίαν τὴν ἀδελφὴν τὴν ἑαυτοῦ, σώφρονα καὶ ἀγαθὴν γυ
ναῖκα, ἣν οὐ πολλοῖς πρότερον ἐνιαυτοῖς ἀποθανεῖν: τραφεῖσαν δὲ τὴν παρθένον, ὡς ἐλευθέρᾳ καὶ ἀστῇ προσῆκεν, ἁρμοσθῆναι κατὰ νόμον Ἰκιλίῳ, καὶ τέλος ἂν ἐσχηκέναι τὸν γάμον, [2] εἰ μὴ θᾶττον ὁ πρὸς Αἰκανοὺς ἀνέστη πόλεμος. ἐν δὲ τοῖς μεταξὺ χρόνοις οὐκ ἐλαττόνων ἢ πεντεκαίδεκα διεληλυθότων ἐτῶν οὐδὲν τοιοῦτον ἐπιχειρήσαντα πρὸς αὐτοὺς εἰπεῖν Κλαύδιον, ἐπειδὴ δὲ γάμων ἡ παῖς ἔσχεν ὥραν καὶ διαφέρειν δοκεῖ τὴν ὄψιν, ἐρῶντα ἥκειν ἀναίσχυντον συκοφάντημα πλάσαντα, οὐκ ἀπὸ τῆς ἑαυτοῦ γνώμης, ἀλλὰ κατεσκευασμένον ὑπ᾽ ἀνδρὸς ἁπάσαις οἰομένου δεῖν ταῖς ἐπιθυμίαις ἐκ παντὸς τρόπου χαρίζεσθαι. [3] τὴν μὲν οὖν δίκην αὐτὸν ἔφη τὸν πατέρα περὶ τῆς θυγατρὸς ἀπολογήσεσθαι παραγενόμενον ἀπὸ τῆς στρατιᾶς: τὴν δὲ τοῦ σώματος ἀντιποίησιν, ἣν ἔδει γενέσθαι κατὰ τοὺς νόμους, αὐτὸς ποιεῖσθαι θεῖος ὢν τῆς κόρης καὶ τὰ δίκαια ὑπέχειν, οὐδὲν ἀξιῶν οὔτε ξένον οὔτε ὃ μὴ καὶ τοῖς ἄλλοις [p. 164] ἀποδίδοται Ῥωμαίοις δίκαιον, εἰ καὶ μὴ πᾶσιν ἀνθρώποις, σώματος εἰς δουλείαν ἐξ ἐλευθερίας ἀγομένου μὴ τὸν ἀφαιρούμενον τὴν ἐλευθερίαν, ἀλλὰ τὸν φυλάττοντα κύριον εἶναι μέχρι δίκης. [4] ἔφη τε διὰ πολλὰς αἰτίας προσήκειν τῷ Ἀππίῳ φυλάττειν τοῦτο τὸ δίκαιον: πρῶτον μὲν ὅτι τὸν νόμον τοῦτον ἅμα τοῖς ἄλλοις ἐν ταῖς δώδεκα δέλτοις ἀνέγραψεν: ἔπειθ᾽ ὅτι τῆς δεκαδαρχίας ἡγεμών: πρὸς δὲ τούτοις ὅτι μετὰ τῆς ὑπατικῆς ἐξουσίας καὶ τὴν δημαρχίαν προσειλήφει, ἧς εἶναι κράτιστον ἔργον τοῖς ἀσθενέσι καὶ ἐρήμοις τῶν πολιτῶν βοηθεῖν. [5] ἠξίου τε τὴν καταπεφευγυῖαν ἐπ᾽ αὐτὸν ἐλεῆσαι παρθένον, μητρὸς μὲν ὀρφανὴν οὖσαν ἔτι πάλαι, πατρὸς δ᾽ ἔρημον ἐν τῷ τότε χρόνῳ, κινδυνεύουσαν οὐ χρημάτων ἀποστερηθῆναι προγονικῶν, ἀλλὰ καὶ ἀνδρὸς καὶ πατρίδος καὶ ὃ πάντων μέγιστον εἶναι δοκεῖ τῶν ἀνθρωπίνων ἀγαθῶν, τῆς τοῦ σώματος ἐλευθερίας. ἀνακλαυσάμενος δὲ τὴν ὕβριν, εἰς ἣν ἔμελλεν ἡ παῖς παραδοθήσεσθαι, καὶ πολὺν ἐκ τῶν παρόντων κινήσας ἔλεον περὶ τοῦ χρόνου τῆς δίκης ἔφη τελευτῶν: [6] ἐπειδὴ ταχεῖαν αὐτῆς βούλεται γενέσθαι τὴν κρίσιν Κλαύδιος, ὁ μηδὲν ἠδικῆσθαι φάμενος ἐν τοῖς πεντεκαίδεκα ἔτεσιν, ἕτερος μὲν ἄν τις ὑπὲρ τηλικούτων ἀγωνιζόμενος δεινὰ πάσχειν ἔλεξε καὶ ἠγανάκτει κατὰ τὸ εἰκός, ὅταν εἰρήνη γένηται καὶ πάντες ἔλθωσιν οἱ νῦν ὄντες ἐπὶ στρατοπέδου, τότε [p. 165] τὴν δίκην ἀξιῶν ἀπολογεῖσθαι, ὅτε καὶ μαρτύρων εὐπορία καὶ φίλων καὶ δικαστῶν ἀμφοτέροις ἔσται τοῖς δικαζομένοις, πολιτικὰ καὶ μέτρια πράγματα προφέρων καὶ τῇ Ῥωμαίων συνήθη πολιτείᾳ: [7] ἡμεῖς δ᾽, ἔφη, λόγων οὐδὲν δεόμεθα οὔτ᾽ εἰρήνης οὔτ᾽ ὄχλου φίλων καὶ δικαστῶν οὔτ᾽ εἰς τοὺς δικασίμους χρόνους τὸ πρᾶγμα ἀναβαλλόμεθα, ἀλλὰ καὶ ἐν πολέμῳ καὶ ἐν σπάνει φίλων καὶ οὐκ ἐν ἴσοις δικασταῖς καὶ παραχρῆμα ὑπομένομεν ἀπολογεῖσθαι, τοσοῦτον αἰτησάμενοι παρὰ σοῦ χρόνον, Ἄππιε, ὅσος ἱκανὸς ἔσται τῷ πατρὶ τῆς κόρης ἀπὸ στρατοπέδου παραγενηθέντι τὰς ἰδίας ἀποδύρασθαι τύχας, καὶ δι᾽ ἑαυτοῦ τὴν δίκην ἀπολογήσασθαι.

  τοιαῦτα τοῦ Νομιτωρίου λέξαντος καὶ τοῦ περιεστηκότος ὄχλου μεγάλῃ βοῇ διασημήναντος, ὡς δίκαια ἀξιοῖ, μικρὸν ἐπισχὼν χρόνον Ἄππιος: ἐγὼ τὸν μὲν νόμον, εἶπεν, οὐκ ἀγνοῶ τὸν ὑπὲρ τῆς διεγγυήσεως τῶν εἰς δουλείαν ἀγομένων κείμενον, ὃς οὐκ ἐᾷ παρὰ τοῖς ἀφαιρουμένοις εἶναι τὸ σῶμα μέχρι δίκης, οὐδὲ καταλύσαιμι ἂν ὃν αὐτὸς ἔγραψα ἑκών: ἐκεῖνο μέντοι δίκαιον ἡγοῦμαι, δυεῖν ὄντων τῶν ἀντιποιουμένων, κυρίου καὶ πατρός, εἰ μὲν ἀμφότεροι παρῆσαν, τὸν πατέρα κρατεῖν τοῦ σώματος μέχρι δίκης. [2] ἐπεὶ δ᾽ ἐκεῖνος ἄπεστι, τὸν κύριον ἀπαγαγεῖν ἐγγυητὰς ἀξιοχρέους δόντα καταστήσειν ἐπὶ τὴν ἀρχήν, ὅταν ὁ πατὴρ αὐτῆς παραγένηται. περὶ δὲ τῶν ἐγγυητῶν [p. 166] καὶ τοῦ τιμήματος καὶ τοῦ μηδὲν ὑμᾶς ἐλαττωθῆναι περὶ τὴν δίκην, πολλὴν ποιήσομαι πρόνοιαν, ὦ Νομιτώριε. [3] νῦν δὲ παράδος τὴν κόρην. τοῦτο τὸ τέλος ἐξενέγκαντος Ἀππίου πολὺς μὲν ὀδυρμὸς ὑπὸ τῆς παρθένου καὶ τῶν περὶ αὐτὴν γυναικῶν ἐγίνετο καὶ κοπετός, πολλὴ δὲ κραυγὴ καὶ ἀγανάκτησις ἐκ τοῦ περιεστηκότος ὄχλου τὸ βῆμα. ὁ δὲ μέλλων ἄγεσθαι τὴν κόρην Ἰκίλιος ἐμφύεταί τε αὐτῆς καί φησιν: οὐκ ἐμοῦ γε ζῶντος, Ἄππιε, ταύτην ἀπάξεταί τις. [4] ἀλλ᾽ εἴ σοι δέδοκται τοὺς νόμους καταλύειν, τὰ δὲ δίκαια συγχεῖν καὶ τὴν ἐλευθερίαν ἡμῶν ἀφαιρεῖσθαι, μηκέτι τὴν ὀνειδιζομένην ὑμῖν ἀρνοῦ τυραννίδα, ἀλλὰ τὸν ἐμὸν ἀποκόψας τράχηλον ταύτην τε ἀπαγαγεῖν, ὅπου σοι δοκεῖ, καὶ τὰς ἄλλας παρθένους καὶ γυναῖκας, ἵνα δὴ μάθωσιν ἤδη ποτὲ Ῥωμαῖοι δοῦλοι γεγονότες ἀντ᾽ ἐλευθέρων, καὶ μηδὲν ἔτι μεῖζον φρονῶσι τῆς τύχης. [5] τί οὖν ἔτι μέλλεις, ἀλλ᾽ οὐ τοὐμὸν ἐκχεῖς αἷμα πρὸ τοῦ βήματος ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς; ἴσθι μέντοι σαφῶς, ὅτι ἤτοι μεγάλων κακῶν ἄρξει Ῥωμαίοις ὁ θάνατος οὑμὸς ἢ μεγάλων ἀγαθῶν.

  ἔτι δ᾽ αὐτοῦ βουλομένου λέγειν οἱ μὲν ῥαβδοῦχοι κελευσθέντες ὑπὸ τῆς ἐξουσίας ἀνεῖργον αὐτοὺς ἀπὸ τοῦ βήματος καὶ πειθαρχεῖν τοῖς κεκριμένοις [p. 167] ἐκέλευον: ὁ δὲ Κλαύδιος ἐπιλαβόμενος τῆς παιδὸς ἀπάγει
ν ἐβούλετο τοῦ θείου καὶ τοῦ μνηστῆρος ἀντεχομένην. ἰδόντες δὲ πένθος ἐλεεινὸν οἱ περὶ τὸ βῆμα πάντες ἀνέκραγον ἅμα καὶ παρ᾽ οὐδὲν ἡγησάμενοι τὴν τοῦ κρατοῦντος ἐξουσίαν ὠθοῦνται τοῖς βιαζομένοις ὁμόσε, ὥστε δείσαντα τὴν ἐπιφορὰν αὐτῶν τὸν Κλαύδιον τήν τε κόρην ἀφεῖναι καὶ ὑπὸ [2] τοὺς πόδας τοῦ στρατηγοῦ καταφυγεῖν. ὁ δ᾽ Ἄππιος καταρχὰς μὲν εἰς πολλὴν ταραχὴν κατέστη ἠγριωμένους ἅπαντας ὁρῶν καὶ πολὺν ἠπόρει χρόνον, ὅ τι χρὴ ποιεῖν, ἔπειτα τὸν Κλαύδιον καλέσας ἐπὶ τὸ βῆμα καὶ μικρὰ διαλεχθεὶς πρὸς αὐτὸν ὡς ἐδόκει,τοῖς τε περιεστῶσι διασημήνας ἡσυχίαν παρασχεῖν λέγει τοιάδε: [3] ἐγὼ τὸ μὲν ἀκριβές, ὦ δημόται, περὶ τῆς διεγγυήσεως τοῦ σώματος, ἐπειδὴ τραχυνομένους ὑμᾶς πρὸς τὴν ἀπόφασιν ὁρῶ, παρίημι: χαρίζεσθαι δ᾽ ὑμῖν βουλόμενος πέπεικα τὸν ἐμαυτοῦ πελάτην ἐᾶσαι μὲν τοῖς συγγενέσι τῆς παρθένου δοῦναι τὴν διεγγύησιν, ἕως ὁ [4] πατὴρ αὐτῆς παραγένηται. ἀπάγεσθε οὖν, ὦ Νομιτώριε, τὴν κόρην, καὶ τὴν ἐγγύην ὁμολογεῖτε περὶ αὐτῆς εἰς τὴν αὔριον ἡμέραν. ἀπόχρη γὰρ ὁ χρόνος ὑμῖν οὗτος ἀπαγγεῖλαί τε Οὐεργινίῳ τήμερον καὶ τριῶν ἢ τεττάρων ὡρῶν αὔριον ἐκ τοῦ χάρακος δεῦρο ἀγαγεῖν. πλείονα δ᾽ αὐτῶν χρόνον αἰτουμένων οὐδὲν ἔτι ἀποκρινάμενος ἀνέστη καὶ τὸν δίφρον ἐκέλευσεν ἆραι.

 

‹ Prev