Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 317
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 317

by Dionysius of Halicarnassus


  ὁ δὲ Οὐεργίνιος ὑπό τ᾽ ὀργῆς καὶ ἐκ τοῦ μηδὲν ἔτι δεδοικέναι τοὺς ἡγεμόνας αὐθαδέστερον αὐτῶν καθήπτετο λυμεῶνας τε καὶ ὀλέθρους τῆς πατρίδος ἀποκαλῶν καὶ παραινῶν τοῖς λοχαγοῖς ἅπασιν ἀραμένους τὰ σημεῖα οἴκαδε ἀπάγειν τὴν στρατιάν. [2] ὀρρωδούντων δ᾽ ἔτι τῶν πολλῶν τὰ ἱερὰ σημεῖα κινεῖν, ἔπειτα τοὺς ἡγεμόνας καὶ τοὺς στρατηγοὺς καταλιπεῖν οὔτε ὅσιον οὔτ᾽ ἀσφαλὲς εἶναι πᾶσι νομιζόντων: ὅ τε γὰρ ὅρκος ὁ στρατιωτικός, ὃν ἁπάντων μάλιστα ἐμπεδοῦσι Ῥωμαῖοι, τοῖς στρατηγοῖς ἀκολουθεῖν κελεύει τοὺς στρατευομένους, ὅποι ποτ᾽ ἂν ἄγωσιν, ὅ τε νόμος [p. 186] ἀποκτείνειν ἔδωκε τοῖς ἡγεμόσιν ἐξουσίαν τοὺς ἀπειθοῦντας: [3] ἢ τὰ σημεῖα καταλιπόντας ἀκρίτως: ταῦτα δὴ δι᾽ εὐλαβείας αὐτοὺς ἔχοντας ὁρῶν Οὐεργίνιος ἐδίδασκεν, ὅτι λέλυκεν αὐτῶν τὸν ὅρκον ὁ νόμος, ἐπειδὴ νόμῳ μὲν ἀποδειχθέντα δεῖ τὸν στρατηγὸν ἄρχειν τῶν δυνάμεων, ἡ δὲ τῶν δέκα ἀνδρῶν ἐξουσία παράνομος ἦν ὑπερβαλοῦσα τὸν ἐνιαύσιον χρόνον, εἰς ὃν ἀπεδείχθη. τὸ δὲ τοῖς μὴ κατὰ νόμον ἄρχουσι ποιεῖν τὸ κελευόμενον οὐκ εὐπείθειαν εἶναι καὶ εὐσέβειαν, ἀλλ᾽ [4] ἄνοιαν καὶ μανίαν. ταῦτ᾽ ἀκούσαντες ὀρθῶς λέγεσθαι ἡγούμενοι καὶ παρακελευόμενοί τε ἀλλήλοις καί τι καὶ θάρσος ἐκ τοῦ δαιμονίου λαβόντες αἴρονται τὰ σημεῖα καὶ προῆγον ἐκ τοῦ χάρακος. ἔμελλον δ᾽, ὅπερ εἰκὸς ἐν ποικίλοις τ᾽ ἤθεσι καὶ οὐχ ἅπασι τὰ κράτιστα διανοουμένοις, ἔσεσθαί τινες οἱ μένοντες ἅμα τοῖς ὀλιγάρχαις καὶ στρατιῶται καὶ λοχαγοί, πλὴν οὐ τοσοῦτοι τὸ [5] πλῆθος, ἀλλ᾽ ἐλάττους παρὰ πολὺ τῶν ἑτέρων. οἱ δ᾽ ἐξελθόντες ἐκ τοῦ στρατοπέδου δι᾽ ὅλης ἡμέρας ἐπιπορευθέντες ἑσπέρας καταλαβούσης παρῆσαν εἰς τὴν πόλιν οὐδενὸς ἐξαγγείλαντος αὐτῶν τὴν ἔφοδον, καὶ συνετάραξαν τοὺς ἔνδον οὐ μετρίως πολέμιον οἰομένους στρατὸν εἰσεληλυθέναι: κραυγή τε καὶ δρόμος ἄτακτος ἀνὰ τὴν πόλιν ἦν. οὐ μὴν ἐπὶ πολύν γε διέμεινεν ἡ ταραχὴ χρόνον, ὥστε κακόν τι γενέσθαι δι᾽ αὐτήν. διεξιόντες γὰρ τοὺς στενωποὺς ἐβόων, ὅτι φίλοι τ᾽ εἰσὶ καὶ ἐπ᾽ ἀγαθῷ τῆς πόλεως εἰσεληλύθασι, καὶ τὰ ἔργα ὅμοια παρείχοντο τοῖς λόγοις ἀδικοῦντες οὐδένα. [p. 187] [6] ἀφικόμενοι δ᾽ εἰς τὸν καλούμενον Ἀουεντῖνον — ἔστι δὲ τῶν ἐμπεριεχομένων ἐν τῇ Ῥώμῃ λόφων οὗτος ἐπιτηδειότατος ἐνστρατοπεδεύεσθαι — περί τε τὸ τῆς Ἀρτέμιδος ἱερὸν τίθενται τὰ ὅπλα, τῇ δ᾽ ἑξῆς ἡμέρᾳ κρατυνάμενοι τὸν χάρακα καὶ χιλιάρχους δέκα τῶν κοινῶν ἀποδείξαντες κυρίους, ὧν ἡγεμὼν ἦν Μάρκος Ὄππιος, ἔμενον ἐφ᾽ ἡσυχίας.

  ἧκον δ᾽ αὐτοῖς ἐπίκουροι μετ᾽ οὐ πολὺ καὶ ἀπὸ τῆς ἐν Φιδήνῃ στρατιᾶς οἱ κράτιστοι τῶν τριῶν ταγμάτων λοχαγοὶ πολλὴν δύναμιν ἐπαγόμενοι, ἀλλοτρίως μὲν ἔτι πάλαι διακείμενοι πρὸς τοὺς ἐκεῖ στρατηγούς, ἐξ οὗ Σίκκιον τὸν πρεσβευτὴν ἀπέκτειναν, ὥσπερ ἔφην, δεδιότες δ᾽ ἄρξαι τῆς ἀποστάσεως πρότεροι, ὡς οἰκείων ὄντων τῇ δεκαδαρχίᾳ τῶν ἐν Ἀλγιδῷ πέντε ταγμάτων, τότε δ᾽, ἐπειδὴ τὴν ἐκείνων ἀπόστασιν ἐπέγνωσαν, ἀγαπητῶς τὸ συμβὰν ἀπὸ τῆς τύχης δεξάμενοι. [2] ἡγεμόνες δὲ καὶ τούτων τῶν ταγμάτων ἦσαν δέκα χιλίαρχοι καθ᾽ ὁδὸν ἀποδειχθέντες, ὧν ἐπιφανέστατος Σέξτος Μάλιος ἦν. ἐπεὶ δὲ συνέμιξαν ἀλλήλοις, θέμενοι τὰ ὅπλα τοῖς εἴκοσι χιλιάρχοις ἐπέτρεψαν ἅπαντα ὑπὲρ τοῦ κοινοῦ λέγειν τε καὶ πράττειν. ἐκ δὲ τῶν εἴκοσι τοὺς ἐπιφανεστάτους ἀπέδειξαν δύο προβούλους, Μάρκον Ὄππιον καὶ Σέξτον Μάλιον: οὗτοι βουλευτήριον ἐξ ἁπάντων καταστησάμενοι τῶν λοχαγῶν, [3] μετ᾽ ἐκείνων ἅπαντα διετέλουν πραγματευόμενοι. ἀδήλου δ᾽ ἔτι τοῖς πολλοῖς τῆς διανοίας αὐτῶν οὔσης Ἄππιος μέν, οἷα δὴ συγγινώσκων ἑαυτῷ τῆς παρούσης [p. 188] ταραχῆς αἰτίῳ γεγονότι καὶ τῶν προσδοκωμένων δι᾽ αὐτὴν ἔσεσθαι κακῶν, οὐκέτι τῶν κοινῶν οὐδὲν ἠξίου πράττειν, ἀλλὰ κατ᾽ οἶκον ἔμενεν: ὁ δὲ σὺν αὐτῷ τεταγμένος ἐπὶ τῆς πόλεως Σπόριος Ὄππιος, διαταραχθεὶς κατ᾽ ἀρχὰς καὶ αὐτός, ὡς αὐτίκα μάλα τῶν ἐχθρῶν σφίσιν ἐπιθησομένων καὶ ἐπὶ τούτῳ ἡκόντων, ἐπειδὴ κατέμαθεν οὐδὲν νεωτερίσαντας αὐτούς, ὑφέμενος τοῦ δέους ἐκάλει τὴν βουλὴν εἰς τὸ συνέδριον ἐκ τῶν οἰκιῶν κατ᾽ ἄνδρα μεταπεμπόμενος. [4] ἔτι δ᾽ αὐτῶν συλλεγομένων ἧκον οἱ ἐκ τῆς ἐν Φιδήνῃ στρατιᾶς ἡγεμόνες ἀγανακτοῦντες ἐπὶ τῷ καταλελεῖφθαι τοὺς χάρακας ὑπὸ τῶν στρατιωτῶν ἀμφοτέρους, καὶ τὴν βουλὴν πείθοντες ἀξίαν τοῦ πράγματος ὀργὴν κατ᾽ αὐτῶν λαβεῖν. ἐπεὶ δ᾽ ἀγορεύειν γνώμην ἕκαστον ἔδει, Λεύκιος μὲν Κορνήλιος ἔφη δεῖν ἀπεῖναι τοὺς ταχθέντα εἰς τὸν Ἀουεντῖνον αὐθημερὸν ἐπὶ τοὺς ἑαυτῶν χάρακας, καὶ τὰ κελευόμενα ὑπὸ τῶν στρατηγῶν ἐπιτελεῖν μηδενὸς ὄντας τῶν γεγονότων ὑποδίκους, πλὴν τῶν αἰτίων τῆς ἀποστάσεως μόνων: [5] τούτοις δὲ προσθεῖναι δίκας τοὺς στρατηγούς. ἐὰν δὲ μὴ ποιῶσι ταῦτα, βουλεύειν περὶ αὐτῶν τὸ συνέδριον ὡς ἐκλελοιπότων τὴν τάξιν, ἐφ᾽ ἣν ἐτάχθησαν ὑπὸ τῶν ἡγεμόνων, καὶ περὶ τὸν στρατιωτικὸν ἠσεβηκότων ὅρκον. Λεύκιος δὲ Οὐαλέριος %2 %2 %2 %2 %2 %2 [p. 189] ἀλλ᾽ ὑπὲρ τῶν Ῥωμαϊκῶν νόμων, οὓς ἐν ταῖς δώδεκα δέλτοις ἀναγεγραμμένους εὕρομεν, οὔτε μηδένα ποιήσασθαι λόγον ἥρμοττεν, οὕ�
�ω σεμνῶν ὄντων καὶ τοσαύτην ἐχόντων διαφορὰν παρὰ τὰς Ἑλληνικὰς νομοθεσίας, οὔτε περαιτέρω τοῦ δέοντος προβαίνειν ἐκμηκύναντας τὴν περὶ αὐτῶν ἱστορίαν.

  οἱ δὲ μετὰ τὴν κατάλυσιν τῆς δεκαδαρχίας τὴν ὕπατον ἀρχὴν πρῶτοι παρὰ τοῦ δήμου λαβόντες ἐπὶ τῆς λοχίτιδος ἐκκλησίας, ὥσπερ ἔφην, Λεύκιος Οὐαλέριος Ποτῖτος καὶ Μάρκος Ὁράτιος Βαρβᾶτος, αὐτοί τε δημοτικοὶ τὰς φύσεις ὄντες καὶ παρὰ τῶν προγόνων ταύτην διαδεδεγμένοι τὴν πολιτείαν, τὰς ὑποσχέσεις φυλάττοντες, ἃς ἐποιήσαντο πρὸς τοὺς δημοτικούς, ὅτ᾽ ἀποθέσθαι τὰ ὅπλα συνέπειθον αὐτούς, ὡς πάντα τὰ συμφέροντα τῷ δήμῳ πολιτευσόμενοι, νόμους ἐκύρωσαν ἐν ἐκκλησίαις λοχίτισι, δυσχεραινόντων μὲν τῶν πατρικίων, αἰδουμένων δ᾽ ἀντιλέγειν, ἄλλους τέ τινας, οὓς οὐ δέομαι γράφειν, καὶ τὸν κελεύοντα τοὺς ὑπὸ τοῦ δήμου τεθέντας ἐν ταῖς φυλετικαῖς ἐκκλησίαις νόμους ἅπασι κεῖσθαι Ῥωμαίοις ἐξ ἴσου, τὴν αὐτὴν ἔχοντας δύναμιν τοῖς ἐν ταῖς λοχίτισιν ἐκκλησίαις τεθησομένοις. τιμωρίαι δὲ προσέκειντο τοῖς καταλύουσιν ἢ παραβαίνουσι τὸν νόμον, [2] ἐὰν ἁλῶσι, θάνατος καὶ δήμευσις τῆς οὐσίας. οὗτος ὁ νόμος ἐξέβαλε τὰς ἀμφισβητήσεις τῶν πατρικίων, ἃς ἐποιοῦντο πρὸς τοὺς δημοτικοὺς πρότερον, οὐκ ἀξιοῦντες [p. 190] τοῖς ὑπ᾽ ἐκείνων τεθεῖσι νόμοις πειθαρχεῖν, οὐδ᾽ ὅλως τὰ ἐν ταῖς φυλετικαῖς ἐκκλησίαις ἐπικυρούμενα κοινὰ τῆς πόλεως ἁπάσης δόγματα νομίζοντες, ἀλλ᾽ αὐτὸ μόνοις ἐκείνοις ἴδιον: ὅ τι δ᾽ ἂν ἡ λοχῖτις ἐκκλησία γνῷ, τοῦθ᾽ ἡγούμενοι σφίσι τ᾽ αὐτοῖς καὶ τοῖς ἄλλοις πολίταις τετάχθαι. [3] εἴρηται δὲ καὶ πρότερον, ὅτι ἐν μὲν ταῖς φυλετικαῖς ἐκκλησίαις οἱ δημοτικοὶ καὶ πένητες ἐκράτουν τῶν πατρικίων, ἐν δὲ ταῖς λοχίτισιν ἐκκλησίαις οἱ πατρίκιοι παρὰ πολὺ τῶν ἄλλων ἐλάττους ὄντες περιῆσαν τῶν δημοτικῶν.

  τούτου κυρωθέντος ὑπὸ τῶν ὑπάτων τοῦ νόμου σὺν ἄλλοις τισὶν ὥσπερ ἔφην δημοτικοῖς εὐθὺς οἱ δήμαρχοι καιρὸν ἐπιτήδειον ἥκειν νομίζοντες, ἐν ᾧ τιμωρήσονται τοὺς περὶ τὸν Ἄππιον, εἰσαγγελίας ᾤοντο δεῖν ποιήσασθαι κατ᾽ αὐτῶν, οὐχ ἅμα πάντας ὑπάγοντες ὑπὸ τὴν δίκην, ἵνα μηδὲν ἀλλήλους ὠφελῶσιν, ἀλλὰ καθ᾽ ἕνα: ῥᾷον γὰρ οὕτως ὑπελάμβανον εὐμεταχειρίστους ἔσεσθαι. [2] σκοπούμενοι δ᾽ ἀπὸ τίνος ἂν ἄρξαιντο ἐπιτηδειοτάτου, τὸν Ἄππιον πρῶτον ἔγνωσαν εὐθύνειν τῶν τ᾽ ἄλλων ἀδικημάτων ἕνεκα μισούμενον ὑπὸ τοῦ δήμου, καὶ τῶν νεωστὶ περὶ τὴν παρθένον γενομένων παρανομιῶν. ἑλόντες μὲν γὰρ τοῦτον εὐπετῶς ἐδόκουν καὶ τῶν ἄλλων κρατήσειν, εἰ δ᾽ ἀπὸ τῶν ταπεινοτέρων ἄρξαιντο, μαλακωτέρας ὑπελάμβανον τὰς ὀργὰς τῶν πολιτῶν πρὸς τοὺς ἐπιφανεστάτους καὶ τελευταίους κρινομένους ἔσεσθαι, [p. 191] συντονωτέρας οὔσας ἐπὶ τοῖς προτέροις ἀγῶσιν, ὃ [3] πολλάκις ἤδη συνέβη. ταῦτα βουλευσάμενοι συνέσχον τοὺς ἄνδρας, Ἀππίου δὲ Οὐεργίνιον ἔταξαν ἄνευ κλήρου κατηγορεῖν. εἰσαγγέλλεται δὴ μετὰ τοῦτο εἰς τὸν δῆμον Ἄππιος ὑπὸ τοῦ Οὐεργινίου κατηγορηθεὶς ἐπὶ τῆς ἐκκλησίας καὶ αἰτεῖται χρόνον εἰς ἀπολογίαν. ἀπαχθεὶς δ᾽ εἰς τὸ δεσμωτήριον, ἵνα φυλάττηται μέχρι δίκης — οὐ γὰρ ἐδόθη διεγγύησις αὐτῷ — πρὶν ἐπιστῆναι τὴν ἀποδειχθεῖσαν ἡμέραν τῆς κρίσεως ἐν τοῖς δεσμοῖς ἀποθνήσκει, ὡς μὲν ἡ τῶν πολλῶν ὑπόληψις ἦν ἐξ ἐπιταγῆς τῶν δημάρχων, ὡς δ᾽ οἱ τὴν αἰτίαν ἀπολύσασθαι βουλόμενοι διεφήμιζον, αὐτὸς ἑαυτὸν ἀναρτησάμενος βρόχῳ. [4] μετ᾽ ἐκεῖνον Σπόριος Ὄππιος εἰσαχθεὶς εἰς τὸν δῆμον ὑφ᾽ ἑτέρου τῶν δημάρχων Ποπλίου Νομιτωρίου καὶ τυχὼν ἀπολογίας ἁπάσαις ἁλίσκεται ταῖς ψήφοις καὶ παραδοθεὶς εἰς τὸ δεσμωτήριον αὐθημερὸν ἀποθνήσκει. οἱ δὲ λοιποὶ τῶν δέκα πρὶν εἰσαγγελθῆναι φυγαῖς αὑτοὺς ἐζημίωσαν. τὰς δ᾽ οὐσίας τῶν ἀνῃρημένων καὶ τῶν πο ... οἱ ταμίαι τῆς πόλεως ἀνέλαβον εἰς τὸ δημόσιον. [5] εἰσαγγέλλεται δὲ καὶ Μάρκος Κλαύδιος ὁ τὴν παρθένον ἐπιβαλόμενος ὡς δούλην ἀπάγειν ὑπὸ τοῦ μνηστῆρος αὐτῆς Ἰκιλίου: καὶ τὴν αἰτίαν εἰς τὸν ἐπιτάξαντα παρανομεῖν Ἄππιον ἀναφέρων θανάτου μὲν ἀπολύεται, φυγῇ δ᾽ ἀιδίῳ ζημιοῦται, τῶν δ᾽ ἄλλων τῶν ὑπηρετησάντων τι παράνομον τοῖς ὀλιγάρχαις οὐδεὶς ἔσχεν ἀγῶνα δημόσιον, [p. 192] ἀλλὰ πᾶσιν ἄδεια ἐδόθη. ὁ δὲ τοῦτο τὸ πολίτευμα εἰσηγησάμενος ἦν Μάρκος Δοέλλιος ὁ δήμαρχος ἀχθομένων ἤδη τῶν πολιτῶν καὶ τῶν πολεμίων γενέσθαι προσδοκώντων.

  ἐπεὶ δ᾽ αἱ κατὰ πόλιν ἐπαύσαντο ταραχαί, συναγαγόντες τὴν βουλὴν οἱ ὕπατοι δόγμα κυροῦσιν ἐξάγειν τὸν στρατὸν ἐπὶ τοὺς πολεμίους διὰ ταχέων. ἐπικυρώσαντος δὲ τοῦ δήμου τὰ ψηφισθέντα ὑπὸ τῆς βουλῆς Οὐαλέριος μὲν ἅτερος τῶν ὑπάτων τὴν ἡμίσειαν ἔχων τοῦ στρατοῦ μοῖραν ἐξῆγεν ἐπί τ᾽ Αἰκανοὺς καὶ Οὐολούσκους: συνῆλθε γὰρ ἀμφότερα τὰ ἔθνη. [2] ἐπιστάμενος δὲ τοὺς Αἰκανοὺς ἐκ τῶν προτέρων κατορθωμάτων αὔχημα προσειληφότας καὶ εἰς πολλὴν καταφρόνησιν τῆς Ῥωμαίων δυνάμεως προελθόντας, ἔτι μᾶλλον ἐβούλετο ἐπᾶραι καὶ θρασυτέρους ποιῆσαι δόξαν οὐκ ἀληθῆ παρασχών, ὡς ὀρρωδῶν εἰς χεῖρας ἰέναι πρὸς αὐτοὺς καὶ πάντα δεδιότως ἐποίει. [3] χωρίον τε γὰρ εἰς στρατοπεδείαν ὑψηλὸν καὶ δυσπρόσιτον �
��ξελέξατο τάφρον τε βαθεῖαν περιεβάλετο καὶ χάρακας ἤγειρεν ὑψηλούς. προκαλουμένων δὲ τῶν πολεμίων αὐτὸν εἰς μάχην πολλάκις καὶ κακιζόντων [p. 193] τὴν ἀνανδρίαν ἠνείχετο μένων ἐφ᾽ ἡσυχίας. ἐπεὶ δ᾽ ἔγνω τὴν κρατίστην τῶν πολεμίων δύναμιν ἐπὶ προνομὴν τῆς Ἑρνίκων τε καὶ Λατίνων γῆς ἐξεληλυθυῖαν, ἐν δὲ τῷ χάρακι φυλακὴν οὔτε πολλὴν καταλειπομένην οὔτ᾽ ἀγαθήν, τοῦτον εἶναι νομίσας τὸν καιρὸν ἐπιτήδειον ἐξῆγε κεκοσμημένην τὴν στρατιὰν καὶ παρέστησεν ὡς εἰς μάχην. [4] οὐδενός τ᾽ ἀντεπιόντος ἐκείνην μὲν τὴν ἡμέραν ἐπεῖχε, τῇ δ᾽ ἑξῆς ἐπὶ τὴν ἀποσκευὴν αὐτῶν ἦγεν οὐ σφόδρα ὀχυρὰν οὖσαν. μαθόντες δὲ πολιορκούμενον τὸν χάρακα οἱ προεξεληλυθότες ἐπὶ τὰς προνομὰς ταχέως ἧκον, πλὴν οὐχ ἅμα καὶ ἐν κόσμῳ, σποράδες δὲ καὶ κατ᾽ ὀλίγους ὡς ἕκαστοι εἶχον ἐπιφαινόμενοι: οἵ τ᾽ ἐκ τοῦ χάρακος ἐπεὶ τοὺς σφετέρους προσιόντας ἐθεάσαντο, θρασύτεροι γεγονότες ἐξῆλθον ἀθρόοι. [5] καὶ γίνεται μέγας ἀγὼν καὶ φόνος ἐξ ἀμφοτέρων πολύς, ἐν ᾧ νικήσαντες οἱ Ῥωμαῖοι τούς τε συστάδην μαχομένους ἐτρέψαντο καὶ τοὺς φεύγοντας ἐπιδιώκοντες, οὓς μὲν ἀπέκτειναν, οὓς δ᾽ αἰχμαλώτους ἔλαβον, τοῦ δὲ χάρακος αὐτῶν κρατήσαντες χρήματα πολλὰ καὶ λείαν ἄφθονον περιεβάλοντο. Οὐαλέριος μὲν δὴ ταῦτα διαπραξάμενος ἀδεῶς ἤδη τὴν γῆν τῶν πολεμίων ἐπιὼν ἐδῄου.

 

‹ Prev