τοιαῦτα τοῦ Ῥωμαίου λέξαντος βουλευσάμενοι καθ᾽ αὑτοὺς οἱ πρόβουλοι τῶν Σαυνιτῶν τοιαύτην ἐξήνεγκαν ἀπόκρισιν: [2] τοῦ μὲν ὀψισμοῦ τῆς ἐπὶ τὸν κατὰ Λατίνων πόλεμον συμμαχίας οὐ τὸ κοινὸν αἴτιον — ἐψηφισάμεθα γὰρ ἀποσταλῆναι τὴν στρατιὰν ὑμῖν — οἱ δὲ τὴν ἡγεμονίαν ἔχοντες αὐτῆς πλείονα χρόνον ἀναλώσαντες ἐν τῇ παρασκευῇ, καὶ ὑμεῖς αὐτοὶ θᾶττον ἐπειχθέντες ἐπὶ [p. 273] τὸν ἀγῶνα. τρισὶ γοῦν ἢ τέτταρσιν ἡμέραις ὕστερον τῆς μάχης οἱ πεμφθέντες ὑφ᾽ ἡμῶν ἀφίκοντο. [3] περὶ δὲ τῆς Νεαπολιτῶν πόλεως, ἐν ᾗ τῶν ἡμετέρων τινές εἰσιν, τοσούτου δέομεν ἀδικεῖν ὑμᾶς, εἴ τινα τοῖς κινδυνεύουσι βοήθειαν εἰς σωτηρίαν κοινῇ παρεχόμεθα, ὥστ᾽ αὐτοὶ δοκοῦμεν ὑφ᾽ ὑμῶν ἀδικεῖσθαι μεγάλα. φίλην γὰρ ἡμῶν καὶ σύμμαχον οὖσαν τὴν πόλιν ταύτην οὐκ ἔναγχος οὐδ᾽ ἀφ᾽ οὗ τὰς πρὸς ὑμᾶς ἐποιησάμεθα ὁμολογίας, ἀλλὰ δευτέρᾳ γενεᾷ πρότερον διὰ πολλὰς καὶ μεγάλας εὐεργεσίας, οὐθὲν ἀδικηθέντες ὑμεῖς κατεδουλώσασθε. [4] οὐ μὴν οὐδὲ τούτῳ γε τῷ ἔργῳ τὸ κοινὸν ὑμᾶς τῶν Σαυνιτῶν ἠδίκησεν: ἰδιόξενοι δέ τινές εἰσιν, ὡς πυνθανόμεθα, καὶ φίλοι τῶν Νεαπολιτῶν οἱ κατὰ τὴν ἑαυτῶν προαίρεσιν τῇ πόλει βοηθοῦντες καί τινες καὶ δι᾽ ἀπορίαν ἴσως βίου μισθοφόροι. % φέρειν δὲ τοὺς ὑπηκόους ὑμῶν οὐθὲν δεόμεθα: καὶ γὰρ ἄνευ Φουνδανῶν καὶ Φορμιανῶν ἱκανοὶ βοηθεῖν αὑτοῖς ἐσμεν, ἐὰν καταστῶμεν εἰς ἀνάγκην πολέμου. [5] ἡ δὲ παρασκευὴ τῆς στρατιᾶς ἡμῶν ἐστιν οὐχ ὡς ἀφαιρησομένων τοὺς ὑμετέρους ἀποίκους τὰ ἴδια, ἀλλ᾽ ὡς τὰ ἴδια ἑξόντων διὰ φυλακῆς. ἀντιπροκαλούμεθά τε ὑμᾶς, εἰ βούλεσθε τὰ δίκαια ποιεῖν, ἐκχωρεῖν Φρεγέλλης, ἣν οὐ πρὸ πολλοῦ πολέμῳ κρατησάντων ἡμῶν, ὅσπερ ἐστὶ νόμος κτήσεως δικαιότατος, [p. 274] ὑμεῖς οὐδενὶ δικαίῳ σφετερισάμενοι δεύτερον ἔτος ἤδη κατέχετε. τούτων ἡμεῖς τυχόντες οὐδὲν ὑποληψόμεθα ἀδικεῖσθαι. Vrsin.
[6] μετὰ τοῦτο παραλαβὼν τὸν λόγον ὁ τῶν Ῥωμαίων εἰρηνοδίκης εἶπεν: οὐθὲν ἔτι τὸ κωλῦσόν ἐστιν, οὕτω φανερῶς ἀνῃρη- κότων ὑμῶν τὰ περὶ τῆς εἰρήνης ὅρκια .... βουλεύεσθε τὸν Ῥωμαίων δῆμον αἰτιάσασθαι. πάντα γὰρ αὐτῷ πέπρακται κατὰ τοὺς ἱερούς τε καὶ πατρίους νόμους, τά τε πρὸς τοὺς θεοὺς ὅσια καὶ τὰ πρὸς ἀνθρώπους δίκαια, δικασταὶ δὲ τῶν μενόντων ἐν ταῖς ὁμολογίαις οἱ λαχόντες πολέμους ἐπισκοπεῖν ἔσονται θεοί. [2] μέλλων δ᾽ ἀπιέναι τήν τε περιβολὴν κατὰ κεφαλῆς εἵλκυσε καὶ τὰς χεῖρας ἀνασχὼν εἰς τὸν οὐρανόν, ὡς ἔθος ἐστίν, ἀρὰς ἐποιήσατο τοῖς θεοῖς: εἰ μὲν ἄδικα πάσχουσα ὑπὸ Σαυνιτῶν ἡ Ῥωμαίων πόλις καὶ μὴ δυναμένη μετὰ λόγου καὶ κρίσεως διαλῦσαι τὰς διαφορὰς ἐπὶ τὰ ἔργα χωρήσαι, βουλάς τ᾽ ἀγαθὰς αὐτῇ θεοὺς καὶ δαίμονας ἐπὶ νοῦν ἄγειν, καὶ % πράξειεν πᾶσι διδόναι τοῖς πολεμίοις ἐντυχεῖν, εἰ δ᾽ αὐτή τι πλημμελοῦσα περὶ τὰ τῆς φιλίας ὅρκια προφάσεις κατασκευάζεται τῆς ἔχθρας οὐκ ἀληθεῖς, μήτε βουλὰς ὀρθοῦν αὐτοῖς μήτε πράξεις. Ursin. [p. 275]
ὡς διελύθησαν ἐκ τοῦ συλλόγου καὶ τὰ λεχθέντα ἐδήλωσαν ἑκάτεροι ταῖς ἑαυτῶν πόλεσι, τὰς ἐναντίας ἔσχον ὑπὲρ ἀλλήλων δόξας ἀμφότεροι, Σαυνῖται μὲν βραδύτερα τὰ τῶν Ῥωμαίων ἔσεσθαι νομίζοντες, ὥσπερ αὐτοῖς ἔθος ἐστὶ ποιεῖν, ὅτε μέλλοιεν ἄρχειν πολέμου, Ῥωμαῖοι δ᾽ ἐν ὀλίγῳ τὴν Σαυνιτῶν στρατιὰν ἥξειν ἐπὶ τοὺς αὑτῶν ἀποίκους Φρεγελλάνους οἰόμενοι. ἔπειτ᾽ αὐτοῖς τὰ εἰκότα παθεῖν συνέβη. [2] οἱ μὲν γὰρ παρασκευαζόμενοι καὶ μέλλοντες ἀπώλεσαν τοὺς καιροὺς τῶν πράξεων, Ῥωμαῖοι δ᾽ ἐν ἑτοίμῳ πᾶσαν ἔχοντες παρασκευὴν ἅμα τῷ πυθέσθαι τὰς ἀποκρίσεις τόν τε πόλεμον ἐψηφίσαντο καὶ τοὺς ὑπάτους ἀπέστειλαν ἀμφοτέρους: καὶ πρὶν αἰσθέσθαι τοὺς πολεμίους τὴν ἔξοδον, ἥ τε νεωστὶ καταγραφεῖσα καὶ ἡ περὶ Οὐολούσκους χειμερίζουσα δύναμις, ἣν εἶχε Κορνήλιος, ἐντὸς ἦν τῶν Σαυνιτικῶν ὅρων. Ursin.
EXCERPTS FROM BOOK XVI
Ῥωμαίων εἰς τὸν κατὰ Σαυνιτῶν τελευταῖον πόλεμον ἐξιόντων κεραυνὸς εἰς τὸν ἐπιφανέστατον τόπον κατασκήψας πέντε μὲν στρατιώτας ἀπέκτεινε, δύο δὲ σημείας διέφθειρεν, ὅπλα δὲ πολλὰ τὰ μὲν κατέκαυσε, τὰ δ᾽ ἐσπίλωσε. κεραυνοὶ δὲ κατηνέχθησαν τοῖς ἔργοις ἔτυμον φέροντες τοὔνομα: κεραϊσμοὶ γάρ τινές εἰσι καὶ μεταβολαὶ τῶν ὑποκειμένων εἰς τἀναντία τρέποντες τὰς ἀνθρωπίνας τύχας. [2] αὐτὸ γὰρ πρῶτον ἠνάγκασται τὴν ἰδίαν ἀλλάξαι φύσιν τὸ κεραύνιον πῦρ, εἴτε δὴ αἴθριον εἴτε μετάρσιόν ἐστι, κάτω φερόμενον: οὐ γὰρ δὴ αὐτῷ θέμις ἐπὶ γῆν βρίθειν κατὰ τὴν ἑαυτοῦ φύσιν, ἀλλ᾽ ἀπὸ γῆς ἄνω μετεωροπολεῖν: ἐν αἰθέρι γὰρ αἱ πηγαὶ τοῦ θείου πυρός. [3] δηλοῖ δὲ καὶ τὸ πῦρ τὸ παρ᾽ ἡμῖν, εἴτε Προμηθέως εἴτε Ἡφαίστου δῶρόν ἐστιν, ὁπότε [p. 277] λύσειε τοὺς δεσμούς, ἐν οἷς ἠνάγκασται μένειν, δι᾽ ἀέρος ἄνω φερόμενον ἐπὶ τὸ συγγενὲς ἐκεῖνο καὶ πᾶσαν ἐν κύκλῳ περιειληφὸς τὴν τοῦ κόσμου φύσιν. τὸ δὴ θεῖον ἐκεῖνο καὶ χωρισθὲν ὕλης φθαρτῆς δι᾽ ἀέρος ὀχούμενον, ὅταν ἐπὶ τὴν γῆν καταφέρηται, βιασθὲν ὑπ᾽ ἀνάγκης τινὸς ἰσχυρᾶς μεταβολὰς μαντεύεται καὶ [4] τροπὰς ἐπὶ τοὔμπαλιν. τοιούτου γοῦν τινος γενομένου καὶ τότε καταφρονήσαντες οἱ Ῥωμαῖοι καὶ ὑπὸ Ποντί
ου τοῦ Σαυνίτου κατακλεισθέντες εἰς ἀνεξόδους δυσχωρίας, μέλλοντες ἤδη τῷ λιμῷ διαφθείρεσθαι παρέδωκαν ἑαυτοὺς τοῖς πολεμίοις ἀμφὶ τοὺς τετρακισμυρίους ὄντες: καὶ καταλείψαντες τά τε ὅπλα καὶ τὰ χρήματα τὸν ζυγὸν ἅπαντες ὑπῆλθον: τοῦτο δὲ σημεῖον τῶν ὑπὸ χεῖρας ἐλθόντων ἐστί. μετ᾽ οὐ πολὺ δὲ τὰ αὐτὰ καὶ ὁ Πόντιος ὑπὸ Ῥωμαίων ἔπαθε, καὶ τὸν ζυγὸν ὑπῆλθον καὶ αὐτὸς καὶ οἱ σὺν αὐτῷ. Ambr.
ἓν τοῦτό σε ἀξιοῦμεν ἤδη κείμενοι καὶ τὸ μηδὲν ὄντες μηδεμίαν ἡμῶν ὕβριν προσθεῖναι ταῖς συμφοραῖς μηδὲ βαρεῖ ποδὶ ταῖς ἀθλίαις ἐπεμβῆναι τύχαις. [2] οὐκ οἶδας, ὅτι πολλοὶ μὲν τῶν ἡμετέρων παῖδας ἐν τοῖς πολέμοις ἀπολωλέκασι, πολλοὶ δὲ ἀδελφούς, πολλοὶ δὲ φίλους; οἷς ἅπασι πῶς ἄκρατον νομίζεις ἐπὶ [p. 278] τῶν σπλάγχνων ἀνθήσειν τὴν χολήν, ἐὰν κωλύῃ τις αὐτοὺς τοσαύταις ψυχαῖς πολεμίων τιμῆσαι τοὺς κατὰ γῆς, αἵπερ μόναι τῶν κατοιχομένων δοκοῦσιν εἶναι τιμαί; [3] φέρε δὴ κεἰ τοῦτο πεισθέντες ἢ βιασθέντες ἢ ὅ τι δή ποτε παθόντες εἴξουσί τε καὶ ζῆν αὐτοὺς ἐάσουσιν, ἆρ᾽ ἔτι σοι δοκοῦσι καὶ τὰ χρήματα αὐτοὺς ἐάσειν ἔχειν καὶ μηδεμιᾶς πειραθέντας ἀσχημοσύνης, ὥσπερ ἡρῶάς τινας ἐπ᾽ ἀγαθῷ τῆσδε τῆς γῆς φανέντας, ὁπότε δόξειεν αὐτοῖς, ἀπελθεῖν, ἀλλ᾽ οὐχ ὥσπερ θηρία περιχυθέντας διασπάσεσθαι ταῦτα λέγειν ἐπιβαλόμενον ἐμέ; [4] οὐχ ὁρᾷς, ὅτι καὶ τοὺς κυνηγοὺς οἱ θηρευταὶ κύνες, ὅταν ἁλῷ θηρίον κατακλεισθὲν ὑπ᾽ αὐτῶν εἰς τὰ λίνα, περιίστανται τὴν ἐπιβάλλουσαν μοῖραν ἀπαιτοῦντες τῆς ἄγρας, καὶ ἐὰν μὴ μεταλάβωσιν εὐθὺς αἵματος ἢ σπλάγχνων, ἀρράζουσιν ἑπόμενοι καὶ σπαράττουσι τὸν κυνηγόν, καὶ οὔτε διωκόμενοι οὔτε παιόμενοι ἀπείργονται; Ambr.
δι᾽ ἡμέρας μὲν ὅλης ἀγωνιζόμενοι τῶν πόνων ἠνείχοντο, ἀφελομένου δὲ τοῦ σκότους τὴν γνῶσιν τῶν τε οἰκείων καὶ τῶν πολεμίων πρὸς τοὺς οἰκείους χάρακας ἀπηλλάγησαν. Ἄππιος Κλαύδιος περὶ τὰς θυσίας παρανομήσας [p. 279] τι ἀπετυφλώθη καὶ Καῖκος προσηγορεύθη: οὕτω γὰρ τοὺς τυφλοὺς Ῥωμαῖοι καλοῦσιν. [2] αἱ ἐντοίχιοι γραφαὶ ταῖς τε γραμμαῖς πάνυ ἀκριβεῖς ἦσαν καὶ τοῖς μίγμασιν ἡδεῖαι, παντὸς ἀπηλλαγμένον ἔχουσαι τοῦ καλουμένου ῥώπου τὸ ἀνθηρόν. τὰς νουμηνίας οἱ Ῥωμαῖοι καλάνδας καλοῦσι, τὰς δὲ διχοτόμους νόννας, τὰς δὲ πανσελήνους εἰδούς. Ambr. [3] τοῖς δὲ κατὰ μέσην ἀγωνιζομένοις τὴν φάλαγγα ἀσπάθητον οὖσαν καὶ λαγαρὰν οἱ τῇδε τεταγμένοι συμπεσόντες ἐξέωσαν τῆς στάσεως. ὁ κατοικίδιός τε καὶ διοπετὴς πόλεμος ἐμάραινε τὴν ἀκμὴν τῆς πόλεως. ἄνδρας ἱεραγωγοὺς καὶ ἱεραφορίᾳ τετιμημένους. φορᾶς ἀβούλου μεστὸς ἀνὴρ καὶ μανικὸν ἔχων τὸ τολμηρόν, ἰδιογνωμονήσας καὶ ὑφ᾽ ἑαυτῷ ποιήσας πάντα τὰ τοῦ πολέμου. [4] ἔπειτα σὺ τολμᾷς κατηγορεῖν τῆς τύχης ὡς κακῶς τοῖς πράγμασι χρησαμένης ἐπὶ περιτραπέντος αὐτὴν καθίσας σκάφους; οὕτω σκαιὸς ἦν. μέλη τὰ μὲν θεραπείας ἔτι δεόμενα, τὰ δὲ τὰς οὐλὰς ἐφέλκοντα νεωστί. Ambr. [p. 280]
ὅτι, φησὶ Διονύσιος, μιᾶς ἔτι μνησθήσομαι πράξεως πολιτικῆς ἀξίας ὑπὸ πάντων ἀνθρώπων ἐπαινεῖσθαι, ἐξ ἧς καταφανὲς ἔσται τοῖς Ἕλλησιν, ὅσον ἦν τὸ μισοπόνηρον ἐν τῇ Ῥώμῃ τότε καὶ τὸ πρὸς τοὺς παραβαίνοντας τὰ κοινὰ νόμιμα τῆς ἀνθρωπίνης φύσεως ἀμείλικτον. [2] Γάιος Λαιτώριος Μέργος ἐπίκλησιν ἐπιφανὴς κατὰ γένος καὶ κατὰ τὰς πολεμικὰς πράξεις οὐκ ἀγεννής, ἑνὸς τῶν ταγμάτων χιλίαρχος ἀποδειχθεὶς ἐν τῷ Σαυνιτικῷ πολέμῳ, νεανίαν τινὰ τῶν ὁμοσκήνων διαφέροντα τὴν ὄψιν ἑτέρων μέχρι μέν τινος ἔπειθεν ἑαυτῷ χαρίσασθαι τὴν τοῦ σώματος ὥραν ἑκόντα. ὡς δ᾽ οὔτε δωρεαῖς οὔτ᾽ ἄλλῃ φιλανθρωπίᾳ τὸ μειράκιον ἡλίσκετο, κατέχειν τὴν ἐπιθυμίαν ἀδύνατος ὢν βίαν προσφέρειν ἐπεβάλετο. [3] περιβοήτου δὲ τῆς ἀκοσμίας τοῦ ἀνδρὸς ἅπασι τοῖς ἐπὶ τοῦ στρατοπέδου γενομένης κοινὸν ἀδίκημα τῆς πόλεως εἶναι νομίσαντες οἱ δήμαρχοι γραφὴν ἀποφέρουσι κατ᾽ αὐτοῦ δημοσίᾳ, καὶ ὁ δῆμος ἁπάσαις ταῖς ψήφοις τοῦ ἀνδρὸς κατέγνω τίμημα δίκης ὁρίσας θάνατον, οὐκ ἀξιῶν εἰς ἐλεύθερα σώματα καὶ προπολεμοῦντα τῆς τῶν ἄλλων ἐλευθερίας τοὺς ἐν ταῖς τιμαῖς ὄντας καὶ ἀρχαῖς ὑβρίζειν τὰς ἀνηκέστους [p. 281] καὶ παρὰ φύσιν τοῖς ἄρρεσιν ὕβρεις. Vales. ετ συιδ. ς. ϝ. Γάιος Λαιτώριος.
ἔτι δὲ τούτου θαυμασιώτερον ἔπραξαν οὐ πολλοῖς πρότερον χρόνοις, καίτοι περὶ δοῦλον σῶμα γενομένης τῆς ὕβρεως. ἑνὸς γὰρ τῶν παραδόντων Σαυνίταις τὸ στρατόπεδον χιλιάρχων καὶ ὑπὸ ζυγὸν ὑπελθόντων, Ποπλιλίου υἱὸς ὡς ἐν πολλῇ καταλειφθεὶς πενίᾳ δάνειον ἠναγκάσθη λαβεῖν εἰς τὴν ταφὴν τοῦ πατρός, ὡς ἐρανισθησόμενος ὑπὸ τῶν συγγενῶν. διαψευσθεὶς δὲ τῆς ἐλπίδος ἀπήχθη πρὸς τὸ χρέος τῆς προθεσμίας διελθούσης, κομιδῇ νέος ὢν καὶ τῇ ὄψει ὡραῖος. [2] οὗτος τὰ μὲν ἄλλα ὑπηρετῶν, ὅσα δούλους δεσπόταις νόμος ἦν, ἠνείχετο, τὴν δὲ τοῦ σώματος ὥραν χαρίσασθαι κελευόμενος ἠγανάκτει καὶ μέχρι παντὸς ἀπεμάχετο. πολλὰς δὲ διὰ τοῦτο μαστίγων λαβὼν πληγὰς ἐξέδραμεν εἰς τὴν ἀγορὰν καὶ στὰς ἐπὶ μετεώρου τινός, ἔνθα πολλοὺς ἔμελλε τῆς ὕβρεως λήψεσθαι μάρτυρας, τήν τ᾽ ἀκολασίαν τοῦ δανειστοῦ διηγήσατο καὶ τῶν μαστίγων τοὺς μ�
�λωπας ὑπέδειξεν. [3] ἀγανακτήσαντος δὲ τοῦ δήμου καὶ δημοσίας ὀργῆς ἄξιον ἡγησαμένου τὸ πρᾶγμα καὶ τὴν κρίσιν κατηγορούντων τὴν εἰσαγγελίαν τῶν δημάρχων ὦφλε θανάτου δίκην. καὶ δι᾽ ἐκεῖνο τὸ πάθος ἅπαντες οἱ δουλωθέντες [p. 282] πρὸς τὰ χρέα Ῥωμαῖοι νόμῳ κυρωθέντι τὴν ἀρχαίαν ἐλευθερίαν ἐκομίσαντο. Vales. ετ συιδας ς. ϝ. Γάιος Λαιτώριος.
ἀξιῶν τὴν βουλὴν ὑπὲρ τῶν ἀπόρων καὶ κατάχρεων. αἱ νεοσφαγεῖς τῶν θυομένων σάρκες μέχρι τούτου διατελοῦσι τρέμουσαί τε καὶ παλλόμεναι, ἕως ἂν τὸ κατεχόμενον ἐν αὐταῖς συγγενὲς πνεῦμα βιασάμενον τοὺς πόρους ἅπαν ἐξαναλωθῇ. [2] τοῦτο σεισμῶν αἴτιον γίνεται καὶ τῇ Ῥώμῃ: ἅπασα γὰρ ὑπόνομος οὖσα μεγάλαις καὶ συνεχέσι τάφροις, δι᾽ ὧν ὀχετεύεται τὸ ὕδωρ, καὶ πολλὰς ἀναπνοὰς στομάτων ἔχουσα, διὰ τούτων ἀνίησι τὸ κατακλεισθὲν πνεῦμα ἐν αὐτῇ: καὶ τοῦτο ἔστιν, ὃ κραδαίνει τε αὐτὴν καὶ σπαράττει τὴν ἐπιφάνειαν, ὅταν πολὺ καὶ βίαιον ἐναποληφθὲν εἴργηται. Ambr.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 327