Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 329
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 329

by Dionysius of Halicarnassus


  ἄρτι δ᾽ Αἰμιλίου Βαρβόλα ἐπίκλησιν τὴν ἀρχὴν παρειληφότος παρῆσαν οἱ σὺν τῷ Ποστομίῳ [p. 294] πεμφθέντες εἰς τὸν Τάραντα πρές2βεις, ἀπόκρισιν μὲν οὐδεμίαν φέροντες, τὰς δὲ ὕβρεις ἃς ἦσαν ὑβρισμένοι πρὸς αὐτῶν διεξιόντες, καὶ τὴν ἐσθῆτα τοῦ Ποστομίου πίστιν τῶν λόγων παρεχόμενοι. ἀγανακτήσεως δὲ μεγάλης ἐξ ἁπάντων γενομένης συναγαγόντες τὴν βουλὴν οἱ περὶ τὸν Αἰμίλιον ὕπατοι τί χρὴ πράττειν ἐσκόπουν, ἕωθεν ἀρξάμενοι μέχρι δύσεως ἡλίου: καὶ τοῦτ᾽ ἐποίησαν ἐφ᾽ ἡμέρας συχνάς. [2] ἦν δ᾽ ἡ ζήτησις οὐχ ὑπὲρ τοῦ λελύσθαι τὰς περὶ τῆς εἰρήνης ὁμολογίας ὑπὸ τῶν Ταραντίνων, — τοῦτο γὰρ ἅπαντες ὡμολόγουν — ἀλλ᾽ ὑπὲρ τοῦ χρόνου τῆς ἀποσταλησομένης ἐπ᾽ αὐτοὺς στρατιᾶς. ἦσαν γάρ τινες οἱ παραινοῦντες μήπω τοῦτον ἀναλαμβάνειν τὸν πόλεμον, ἕως Λευκανοί τ᾽ ἀφεστήκασι καὶ Βρέττιοι καὶ τῶν Σαυνιτῶν πολὺ καὶ φιλοπόλεμον ἔθνος, καὶ Τυρρηνία παρ᾽ αὐταῖς οὖσα ταῖς θύραις ἔτι ἀχείρωτος ἦν, ἀλλ᾽ ὅταν ὑποχείρια γένηται τάδε τὰ ἔθνη, μάλιστα μὲν ἅπαντα, εἰ δὲ μή γε, τὰ πρὸς ἀνατολὰς καὶ πλησίον τοῦ Τάραντος κείμενα. [3] τοῖς δὲ τἀναντία τούτοις ἐφαίνετο συμφέρειν μηδὲ τὸν ἐλάχιστον χρόνον ἀναμένειν, ἀλλ᾽ ἐπιψηφίζειν τὸν πόλεμον ἤδη. καὶ ἐπεὶ τὰς γνώμας ἔδει διαριθμεῖσθαι, πλείους ἐφάνησαν οὗτοι τῶν ἀναβάλλεσθαι τὸν πόλεμον εἰς ἑτέρους καιροὺς παραινούντων: καὶ ὁ δῆμος ἐπεκύρωσε τὰ δόξαντα τῇ βουλῇ ζήτει ἐν τῷ περὶ στρατηγημάτων. Ursin. [p. 295]

  ... φύσιν ἔχουσι τοῖς μὲν διασῶσαι τὰ ἑαυτῶν ἀγαθὰ βουλομένοις οἱ περὶ τὸν αὐτὸν ἀναστρεφόμενοι τόπον οἰωνοὶ σχολαιοτέρᾳ τῇ πτήσει πρὸς ἀγαθοῦ εἶναι συμβόλου, τοῖς δὲ τῶν ἀλλοτρίων ἐφιεμένοις οἱ τὴν ἐπίτομον καὶ ταχεῖαν ὀρμὴν ἔχοντες εἰς τὰ πρόσω: οὗτοι μὲν γὰρ πορισταί τε καὶ θηρευταὶ τῶν οὐχ ὑπαρχόντων εἰσίν, ἐκεῖνοι δὲ ἐπίσκοποι καὶ φύλακες τῶν παρόντων. Ambr. [2] ἅπασαν τὴν πολεμίαν διεξῄει ἀρούρας τε ἀκμαῖον ἤδη τὸ σιτικὸν θέρος ἐχούσας πυρὶ διδοὺς καὶ δένδρα καρποφόρα κείρων. παραπλήσιόν τι πάσχουσιν αἱ δημοκρατούμεναι πόλεις τοῖς πελάγεσιν: ἐκεῖνά τε γὰρ ὑπὸ τῶν ἀνέμων ταράττεται φύσιν ἔχοντα ἠρεμεῖν, αὗταί τε ὑπὸ τῶν δημαγωγῶν κυκῶνται μηδὲν ἐν ἑαυταῖς ἔχουσαι κακόν. Ambr.

  τῶν Ταραντίνων βουλομένων ἐκ τῆς Ἠπείρου Πύρρον μετακαλεῖν ἐπὶ τὸν κατὰ Ῥωμαίων πόλεμον καὶ τοὺς κωλύοντας ἐξελαυνόντων Μέτων τις καὶ αὐτὸς Ταραντῖνος, ἵνα τύχοι προσοχῆς καὶ διδάξειεν αὐτούς, ὅσα μετὰ τῆς βασιλικῆς ἐξουσίας εἰς πόλιν ἐλευθέραν καὶ τρυφῶσαν εἰσελεύσεται, συγκαθημένου τοῦ πλήθους παρῆν εἰς τὸ θέατρον [p. 296] ἐστεφανωμένος ὥσπερ ἐκ συμποσίου, παιδίσκην περιειληφὼς αὐλητρίδα κωμαστικὰ μέλη προσαυλοῦσαν. [2] διαλυθείσης δὲ τῆς ἁπάντων σπουδῆς εἰς γέλωτα, καὶ τῶν μὲν ᾄδειν αὐτὸν κελευόντων, τῶν δὲ ὀρχεῖσθαι περιβλέψας κύκλῳ καὶ τῇ χειρὶ διασημήνας ἡσυχίαν αὐτῷ παρασχεῖν, ἐπειδὴ κατέστειλε τὸν θόρυβον: ἄνδρες, ἔφη, πολῖται, τούτων, ὧν ἐμὲ ποιοῦντα ὁρᾶτε νῦν, οὐδὲν ὑμῖν ἐξέσται ποιεῖν, ἐὰν βασιλέα καὶ φρουρὰν εἰς τὴν πόλιν εἰσελθεῖν ἐάσητε. [3] ὡς δὲ κινουμένους καὶ προσέχοντας εἶδε πολλοὺς καὶ κελεύοντας λέγειν, σώζων ἔτι τὸ προσποίημα τῆς κραιπάλης τὰ συμβησόμενα αὐτοῖς ἠριθμεῖτο κακά: ἔτι δὲ αὐτοῦ λέγοντος οἱ τῶν κακῶν αἴτιοι συλλαβόντες αὐτὸν κατὰ κεφαλῆς ἐξωθοῦσιν ἐκ τοῦ θεάτρου. Ambr.

  βασιλεὺς Ἠπειρωτῶν Πύρρος, βασιλέως Αἰακίδου, Ποπλίῳ Οὐαλερίῳ τῷ Ῥωμαίων ὑπάτῳ χαίρειν. πεπύσθαι μὲν εἰκός σε παρ᾽ ἑτέρων, ὅτι πάρειμι μετὰ τῆς δυνάμεως Ταραντίνοις τε καὶ τοῖς ἄλλοις Ἰταλιώταις ἐπικαλεσαμένοις βοηθήσων: καὶ μηδὲ ταῦτα ἀγνοεῖν, τίνων τε ἀνδρῶν ἀπόγονός εἰμι καὶ τίνας αὐτὸς ἀποδέδειγμαι πράξεις καὶ πόσην δύναμιν ἐπάγομαι καὶ ὡς τὰ πολέμια ἀγαθήν. [2] οἰόμενος δή σε τούτων ἕκαστον ἐπιλογιζόμενον μὴ περιμένειν, ἕως ἔργῳ καὶ πείρᾳ μάθῃς τὴν κατὰ τοὺς ἀγῶνας [p. 297] ἡμῶν ἀρετήν, ἀλλ᾽ ἀποστάντα τῶν ὅπλων χωρεῖν ἐπὶ τοὺς λόγους, συμβουλεύω τε σοι, περὶ ὧν ὁ Ῥωμαίων δῆμος διαφέρεται πρὸς Ταραντίνους ἢ Λευκανοὺς ἢ Σαυνίτας ἐμοὶ τὴν διάγνωσιν ἐπιτρέπειν — διαιτήσω γὰρ ἀπὸ παντὸς τοῦ δικαίου τὰ διάφορα — καὶ παρέξω τοὺς ἐμαυτοῦ φίλους ἁπάσας τὰς βλάβας ἀποτίνοντας, [3] ἃς ἂν αὐτῶν ἐγὼ καταγνῶ. ὀρθῶς δὲ ποιήσετε καὶ ὑμεῖς βεβαιωτὰς παρασχόντες ὑπὲρ ὧν ἂν ἐκείνων τινὲς ἐπικαλῶσιν, ὅτι τὰ κριθέντα ὑπ᾽ ἐμοῦ φυλάξετε κύρια. ταῦτα ποιοῦσι μὲν ὑμῖν εἰρήνην ἐπαγγέλλομαι παρέξειν καὶ φίλος ἔσεσθαι καὶ ἐφ᾽ οὓς ἄν με παρακαλῆτε πολέμους προθύμως βοηθήσειν, [4] μὴ ποιοῦσι δ᾽ οὐκ ἂν ἐπιτρέψαιμι χώραν συμμάχων ἀνσδρῶν ἐξερημοῦν καὶ πόλεις Ἑλληνίδας ἀναρπάζειν καὶ σώματα ἐλεύθερα λαφυροπωλεῖν, ἀλλὰ κωλύσω τοῖς ὅπλοις, ἵνα παύσησθε ἤδη ποτὲ ἄγοντες καὶ φέροντες ὅλην Ἰταλίαν καὶ πᾶσιν ἀνθρώποις ὡς δούλοις ἐντρυφῶντες. ἐκδέξομαι δὲ τὰς σὰς ἀποκρίσεις μέχρι δεκάτης ἡμέρας: περαιτέρω γὰρ οὐκ ἂν ἔτι δυναίμην. Ambr.

  πρὸς ταῦτα ὁ Ῥωμαίων ὕπατος ἀντιγράφει τήν τε αὐθάδειαν τοῦ ἀνδρὸς ἐπιρραπίζων καὶ τὸ φρόνημα τῆς Ῥωμαίων πόλεως ἐνδει�
�νύμενος: Πόπλιος Οὐαλέριος Λαβίνιος, στρατηγὸς ὕπατος Ῥωμαίων, [2] βασιλεῖ Πύρρῳ χαίρειν. ἀνδρὸς ἔργον εἶναί [p. 298] μοι δοκεῖ σώφρονος ἀπειλητικὰς πέμπειν ἐπιστολὰς πρὸς τοὺς ὑπηκόους: ὧν δ᾽ οὔτε τὴν δύναμιν ἐξήτακεν οὔτε τὰς ἀρετὰς ἐπέγνωκε, τούτων ὡς φαύλων καὶ μηδενὸς ἀξίων καταφρονεῖν, ἀνοήτου μοι φαίνεται τρόπου τεκμήριον εἶναι καὶ τὸ διάφορον οὐκ ἐπισταμένου. [3] ἡμεῖς δὲ οὐ τοῖς λόγοις τιμωρεῖσθαι τοὺς ἐχθροὺς εἰώθαμεν, ἀλλὰ τοῖς ἔργοις, καὶ οὔτε δικαστὴν ποιούμεθά σε περὶ ὧν Ταραντίνοις ἢ Σαυνίταις ἢ τοῖς ἄλλοις πολεμίοις ἐγκαλοῦμεν οὔτ᾽ ἐγγυητὴν λαμβάνομεν ἐκτίσματος οὐδενός, ἀλλὰ τοῖς ἡμῶν αὐτῶν ὅπλοις τὸν ἀγῶνα κρινοῦμεν καὶ τὰς τιμωρίας, ὡς ἂν αὐτοὶ θέλωμεν, ἀναπράξομεν. ταῦτα δὴ προειδὼς ἀνταγωνιστὴν ἡμῖν παρασκεύαζε σαυτόν, ἀλλὰ [4] μὴ δικαστήν. καὶ περὶ ὧν ἡμᾶς αὐτὸς ἀδικεῖς οὕστινας ἐγγυητὰς ἐκτισμάτων παρέξεις σκόπει: μὴ Ταραντίνους ἀναδέχου μηδὲ τοὺς πολεμίους τὰ δίκαια ὑφέξειν. εἰ δ᾽ ἐκ παντὸς τρόπου πόλεμον αἴρεσθαι πρὸς ἡμᾶς διέγνωκας, ἴσθι σοι ταὐτὸ συμβησόμενον, ὃ πᾶσι συμβαίνειν ἀνάγκη τοῖς μάχεσθαι βουλομένοις, [5] πρὶν ἐξετάσαι πρὸς οὓς ποιήσονται τὴν μάχην. ταῦτα ἐνθυμούμενος, εἴ τινος δέῃ τῶν ἡμετέρων, ἀποθέμενος τὰς ἀπειλὰς καὶ τὸ βασιλικὸν αὔχημα καταβαλὼν ἴθι πρὸς τὴν βουλὴν καὶ δίδασκε καὶ πεῖθε τοὺς συνέδρους, ὡς οὐδενὸς ἀτυχήσων οὔτε τῶν δικαίων οὔτε τῶν εὐγνωμόνων. Ambr.

  Λαβίνιος ὁ Ῥωμαίων ὕπατος κατάσκοπον τοῦ Πύρρου συλλαβὼν καθοπλίσας τὴν στρατιὰν [p. 299] πᾶσαν καὶ εἰς τάξιν καταστήσας, ὡς ἐπέδειξε τῷ κατασκόπῳ, φράζειν ἐκέλευσε πρὸς τὸν ἀποστείλαντα πᾶσαν τὴν ἀλήθειαν, καὶ πρὸς οἷς ἐθεάσατο λέγειν, ὅτι Λαβίνιος ὁ Ῥωμαίων ὕπατος αὐτὸν παρακαλεῖ μὴ λάθρα πέμπειν ἑτέρους ἔτι τοὺς κατασκεψομένους, ἀλλ᾽ αὐτὸν ἐλθόντα φανερῶς ἰδεῖν τε καὶ μαθεῖν τὴν Ῥωμαίων δύναμιν. Ambr.

  ἀνήρ τις Ὀβλάκος ὄνομα, Οὐλσίνιος ἐπίκλησιν, τοῦ Φερεντανῶν ἔθνους ἡγεμών, ὁρῶν τὸν Πύρρον οὐ μίαν ἔχοντα στάσιν, ἀλλὰ πᾶσι τοῖς μαχομένοις ὀξέως ἐπιφαινόμενον, προσεῖχεν ἐκείνῳ μόνῳ τὸν νοῦν, καὶ ὅποι παριππεύοι τὸν ἴδιον ἀντιπαρῆγεν ἵππον: [2] καί τις ἰδὼν αὐτὸν τῶν μετὰ τοῦ βασιλέως, Λεοννᾶτος Λεοφάντου Μακεδών, ὑποπτεύει τε καὶ δείξας τῷ Πύρρῳ λέγει: τοῦτον τὸν ἄνδρα φυλάττου, βασιλεῦ: πολεμιστὴς γὰρ ἄκρος ταὶ οὐκ ἐφ᾽ ἑνὸς ἑστηκὼς τόπου μάχεται, σὲ δὲ παρατηρεῖ καὶ τέτακεν ἐπὶ [3] σοὶ τὸν νοῦν. τοῦ δὲ βασιλέως λέγοντος: τί δ᾽ ἄν με δράσειεν εἷς ὢν τοσούτους ἔχοντα περὶ ἐμαυτόν; καί τι καὶ νεανιευομένου περὶ τῆς ἑαυτοῦ ῥώμης, ὡς εἰ καὶ συνέλθοι πρὸς ἕνα μόνος οὐκ ἄπεισιν ὀπίσω χαίρων, λαβὼν ὃν ἀνέμενε καιρὸν ὁ Φερεντανὸς Ὀβλάκος ἐλαύνει σὺν τοῖς περὶ αὐτὸν εἰς μέσην τὴν βασιλικὴν ἴλην: διακόψας δὲ τὸ στίφος τῶν πέριξ ἱππέων ἐπ᾽ αὐτὸν ἐφέρετο τὸν βασιλέα, διαλαβὼν ἀμφοτέραις [p. 300] [4] ταῖς χερσὶ τὸ δόρυ: κατὰ τὸν αὐτὸν δὲ χρόνον ὁ μὲν Λεοννᾶτος, ὁ προειπὼν τῷ Πύρρῳ φυλάττεσθαι τὸν ἄνδρα, μικρὸν ἐκνεύσας εἰς τὰ πλάγια τὸν ἵππον αὐτοῦ παίει τῷ ξυστῷ διὰ τῆς λαγόνος, ὁ δὲ Φερεντανὸς ἤδη καταφερόμενος τὸν τοῦ βασιλέως διὰ τοῦ στήθους ἐλαύνει, καὶ συγκαταπίπτουσι τοῖς ἵπποις ἀμφότεροι. [5] τὸν μὲν οὖν βασιλέα τῶν σωματοφυλάκων ὁ πιστότατος ἐπὶ τὸν ἴδιον ἵππον ἀναβιβάσας ἐξελαύνει, τὸν δὲ Ὀβλάκον μέχρι πολλοῦ διαγωνισάμενον, ἔπειτα ὑπὸ πλήθους τῶν τραυμάτων καταπονηθέντα, τῶν ἑταίρων τινὲς ἀράμενοι μεγάλου περὶ [6] τὸν νεκρὸν ἀγῶνος γενομένου διακομίζουσιν. ἐκ τότε δὲ ὁ βασιλεύς, ἵνα μὴ διάσημος εἴη τοῖς πολεμίοις, τὴν μὲν ἰδίαν χλαμύδα, ἣν ἐν ταῖς μάχαις εἰώθει φορεῖν, ἁλουργῆ τε οὖσαν καὶ χρυσόπαστον, καὶ τὸν ὁπλισμὸν πολυτελέστερον ὄντα τῶν ἄλλων τῆς τε ὕλης ἕνεκα καὶ τῆς τέχνης, τὸν πιστότατον τῶν ἑταίρων καὶ κατὰ τοὺς ἀγῶνας ἀνδρειότατον Μεγακλῆν ἐκέλευσεν ἐνδῦναι, τὴν δὲ φαιὰν ἐκείνου χλαμύδα καὶ τὸν θώρακα καὶ τὴν ἐπὶ τῇ κεφαλῇ καυσίαν αὐτὸς ἔλαβεν: ὅπερ αἴτιον αὐτῷ τῆς σωτηρίας ἔδοξε γενέσθαι. Ambr.

  ὅτι Πύρρου τοῦ Ἠπειρωτῶν βασιλέως ἐπὶ τὴν Ῥώμην στρατιὰν ἐξαγαγόντος ἐβουλεύσαντο πρεσβευτὰς ἀποστεῖλαι τοὺς ἀξιώσοντας Πύρρον ἀπολυτρῶσαι σφίσι τοὺς αἰχμαλώτους εἴτ᾽ ἀντιδιαλλαξάμενον [p. 301] ἑτέρων σωμάτων εἴτ᾽ ἀργύριον κατ᾽ ἄνδρα ὁρίσαντα, καὶ ἀποδεικνύουσι πρέσβεις Γάιον Φαβρίκιον, ὃς ἐνιαυτῷ τρίτῳ πρότερον ὑπατεύων Σαυνίτας καὶ Λευκανοὺς καὶ Βρεττίους ἐνίκησε μεγάλαις μάχαις καὶ τὴν Θουρίων πολιορκίαν ἔλυσε, καὶ Κόιντον Αἰμίλιον τὸν συνάρξαντα τῷ Φαβρικίῳ καὶ τὴν ἡγεμονίαν τοῦ Τυρρηνικοῦ πολέμου σχόντα, καὶ Πόπλιον Κορνήλιον, ὃς ἐνιαυτῷ τετάρτῳ πρότερον ὑπατεύων Κελτῶν ἔθνος ὅλον, τοὺς καλουμένους Σένωνας ἐχθίστους Ῥωμαίων ὄντας, πολεμῶν ἅπαντας ἡβηδὸν κατέσφαξεν. [2] οὗτοι πρὸς Πύρρον ἀφικόμενοι καὶ διαλεχθέντες, ὅσα τῇ τοιαύτῃ χρείᾳ πρόσφορα ἦν, ὡς ἀτέκμαρτον πρᾶγμα τύχη καὶ ταχεῖαι τῶν πολέμων αἱ τροπαὶ καὶ τῶν συμβησομένων οὐδὲν ἀνθρώποις προειδέναι ῥᾴδιον, ἐπ᾽ ἐκείνῳ τὴν προαίρεσιν ἐποίουν, εἴτ᾽ ἀργύριον ἀ
ντὶ τῶν αἰχμαλώτων ἐβούλετο λαβεῖν εἴτε ἑτέρους αἰχμαλώτους. [3] Πύρρος δὲ μετὰ τῶν φίλων βουλευσάμενος ἀποκρίνεται τάδε αὐτοῖς: σχέτλιόν τι πρᾶγμα ποιεῖτε, ὦ ἄνδρες Ῥωμαῖοι, φιλίαν μὲν οὐ βουλόμενοι συνάψαι πρὸς ἐμέ, τοὺς δὲ ἁλόντας κατὰ πόλεμον ἀξιοῦντες ἀπολαβεῖν, ἵνα τοῖς αὐτοῖς τούτοις σώμασιν εἰς τὸν κατ᾽ ἐμοῦ πόλεμον ἔχητε χρῆσθαι. [4] ἀλλ᾽ εἰ τὰ κράτιστα βουλεύεσθε πράττειν καὶ τὸ κοινῇ συμφέρον ἀμφοτέροις ἡμῖν σκοπεῖτε, σπεισάμενοι τὸν πόλεμον τὸν πρὸς ἐμὲ καὶ τοὺς ἐμοὺς [p. 302] συμμάχους ἀπολάβετε τοὺς ἰδίους προῖκα παρ᾽ ἐμοῦ πολίτας τε καὶ συμμάχους ἅπαντας: ἄλλως δ᾽ οὐκ ἂν ὑπομείναιμι πολλοὺς καὶ ἀγαθοὺς ὑμῖν προέσθαι. Ursin.

 

‹ Prev