The Art of Rhetoric
CONTENTS
Τέχνη περὶ τῶν πανηγυρικῶν
Μέθοδος γαμηλίων
Μέθοδος γενεθλιακῶν
Μέθοδος ἐπιθαλαμίου
Μέθοδος προσφωνηματικῶν
Μέθοδος ἐπιταφίων. Β
Προτρεπτικὸς ἀθληταῖς
Περὶ ἐσχηματισμένων α
Περὶ ἐσχηματισμένων β
Περὶ τῶν ἐν μελέταις πλημμελουμένων
Περὶ λόγων ἐξετάσεως
Τέχνη περὶ τῶν πανηγυρικῶν
[1] Πανηγύρεις εὕρημα μὲν καὶ δῶρον θεῶν εἰς ἀνάπαυσιν τῶν περὶ τὸν βίον αἰεὶ πόνων παραδιδόμεναι, ὥς που ὁ Πλάτων φησίν, οἰκτειράντων τῶν θεῶν τὸ ἀνθρώπειον ἐπίπονον γένος· συνήχθησαν δὲ ὑπὸ ἀνθρώπων σοφῶν, κατεστάθησαν δὲ ὑπὸ πόλεων κοινῇ κοινῷ δόγματι εἰς τέρψιν καὶ ψυχαγωγίαν τῶν παρόντων. συντέλεια δὲ ἡ εἰς τὰς πανηγύρεις ἄλλη ἄλλων· παρὰ μὲν τῶν πλουσίων δαπάναι χρημάτων, παρὰ δὲ τῶν ἀρχόντων κόσμος περὶ τὴν πανήγυριν καὶ τῶν ἐπιτηδείων εὐπορία· οἱ δὲ ἀθληταὶ τῇ ῥώμῃ τῶν σωμάτων κοσμοῦσι τὴν πανήγυριν, καὶ ὅσοι γε δὴ Μουσῶν καὶ Ἀπόλλωνος ὀπαδοί, τῇ μουσικῇ τῇ παρ’ ἑαυτῶν. ἀνδρὶ δὲ περὶ λόγους ἐσπουδακότι καὶ σύμπαντα τὸν ἑαυτοῦ βίον ἀνατεθεικότι τούτοις πρέποι ἂν οἶμαι τοῖς τοιούτοις λόγοις κοσμεῖν τὴν πανήγυριν, τέχνῃ μετιόντι τὸν λόγον, ὡς μὴ κατὰ τοὺς πολλοὺς εἴη αὐτῷ γινόμενος. φέρε οὖν εἰς τοῦτο, ὦ Ἐχέκρατες, λέγωμέν σοι, ὥσπερ ὁδοῦ τινος ἀστιβοῦς τοῖς πολλοῖς ἡγεμόνες γιγνόμενοι, ἃ πάλαι παρὰ τῶν πατέρων τῆς ἡμεδαπῆς σοφίας παραλαβόντες ἔχομεν, ἐκεῖνοι δὲ καὶ οἱ ἔτι τούτων ἀνωτέρω παρ’ Ἑρμοῦ τε καὶ Μουσῶν λαβεῖν ἔφασαν οὐ μείον’ ἢ ὁ Ἀσκραῖος ποιμὴν [ποίησιν] [2] παρὰ τῶν αὐτῶν τούτων ἐν τῷ Ἑλικῶνι. ἴθι οὖν σὺν τέχνῃ οὑτωσὶ μετίωμεν τοὺς λόγους.
Θεὸς μέν γέ που πάντως πάσης ἡστινοσοῦν πανηγύρεως ἡγεμὼν καὶ ἐπώνυμος, οἷον Ὀλυμπίων μὲν Ὀλύμπιος Ζεύς, τοῦ δὲ ἐν Πυθοῖ Ἀπόλλων. ἀρχὴ μὲν δὴ τοῦ λόγου τοῦδε τοῦ θεοῦ, ὅστίς ποτ’ ἂν ᾖ, ἔπαινος ἡμῖν γιγνέσθω, ὥσπερ πρόσωπόν τι τηλαυγὲς προκείμενος τοῦ λόγου. ἐπαινέσεις δὲ ἀπὸ τῶν προσόντων τῷ θεῷ· εἰ μὲν Ζεύς, ὅτι βασιλεὺς θεῶν, ὅτι τῶν ὅλων δημιουργός· εἰ δὲ Ἀπόλλων, ὅτι μουσικῆς εὑρετής, ὅτι ὁ αὐτὸς Ἡλίῳ, Ἥλιος δὲ πάντων πᾶσιν ἀγαθῶν αἴτιος· εἰ δὲ Ἡρακλῆς, ὅτι Διός, καὶ ἃ παρέσχεν τῷ βίῳ. καὶ σχεδὸν ὁ τόπος συμπληρωθήσεται ἐξ ὧν ἕκαστος ἢ εὗρεν ἢ παρέσχεν τοῖς ἀνθρώποις. ἐν βραχεῖ δὲ ταῦτα, ὡς μὴ τοῦ ἐπιόντος ὁ λόγος ὁ προάγων μείζων γίγνοιτο.
[3] Ἐφεξῆς ἐπιέναι χρὴ τὸν ἔπαινον τῆς πόλεως, ἐν ᾗ ἡ πανήγυρις· περὶ θέσεως αὐτῆς, περὶ γενέσεως· ἐν ᾧ τίς ὁ κτίστης θεὸς ἢ ἥρως, καὶ εἴ τι ἔχεις περὶ αὐτοῦ εἰπεῖν· εἴ τι πέπρακται τῇ πόλει ἢ ἐν πολέμοις ἢ ἐπ’ εἰρήνης. ἁρμόσει δὲ καὶ περὶ μεγέθους λέγειν, εἰ μεγάλη, ἢ ‹εἰ› σμικρά, ὅτι κάλλει διαφέρουσα, ὅτι εἰ καὶ σμικρά, ἀλλὰ δυνάμει ἰσοῦται ταῖς μεγάλαις. ὅσα περὶ κόσμου, οἷον ἱερῶν ἢ τῶν ἐν τούτοις ἀναθημάτων, δημοσίων οἰκοδομημάτων, ἰδιωτικῶν, ὥς που καὶ Ἡρόδοτος πεντώροφα καὶ ἑξώροφα φησὶν εἶναι ἐν Βαβυλῶνι· ἂν ποταμὸς ᾖ μέγας ἢ καθαρὸς ἢ συμβαλλόμενος τοῖς ἐνοικοῦσι τὴν χώραν· εἰ δὲ δὴ καὶ μῦθος εἴη λεγόμενός τις περὶ τῆς πόλεως, οὕτω μὲν ἂν καὶ πολλὴν γλυκύτητα ἔχοι ὁ λόγος.
[4] Λεκτέον δὲ ἐπὶ τούτοις καὶ περὶ αὐτοῦ τοῦ ἀγῶνος, τίς ἀρχὴ καὶ κατάστασις αὐτοῦ ἢ ἐφ’ οἷστισιν ἐτέθη, εἴτε μῦθός τις εἴη εἴτε ἄλλό τι ἀρχαῖον. ἐν τούτῳ δὲ γενόμενος μὴ ἁπλῶς παρέλθῃς τὸν τόπον, ἀλλὰ παραβαλεῖν χρὴ πρὸς τοὺς ἄλλους ἀγῶνας. τοῦτο δ’ εὐπορήσεις τῷ λόγῳ, οἷον ἀπὸ καιροῦ παραβάλλων· εἰ μὲν πρὸς ἔαρ ἄγοιτο, ὅτι ἐν τῷ συμμετροτάτῳ πρὸς ἑκάτερα· εἰ δὲ ἐν χειμῶνι, ὅτι ἐν τῷ ἐρρωμενεστάτῳ καὶ ἀνδρειοτάτῳ, ὡς ἂν εἴποι τις, καιρῷ· εἰ δ’ ἐν θέρει, ὅτι πρὸς ἄσκησιν καὶ ‹ἡ› θεωρία τῶν θεωμένων κατεστάθη, καὶ ὅτι ἔλεγχος τῆς προαιρέσεως, [ὡς] καὶ μὴ ὄντων ἀθλητῶν τοὺς θεωμένους ἀγωνίζεσθαι. ἔχοις δ’ ἂν καὶ τὸ φθινόπωρον ἐπαινεῖν καὶ [ὅτι] ἀπὸ συγκομιδῆς τῶν καρπῶν καὶ ἀπὸ τοῦ ἤδη παύεσθαι τοὺς ἀνθρώπους τῶν πόνων.
[5] Σκοπεῖσθαι δὲ καὶ τὸν τρόπον τῆς διαθέσεως τοῦ ἀγῶνος δεῖ. εἰ μὲν μουσικὸς καὶ γυμνικὸς εἴη, ὅτι τελεώτατος ὁ ἀγὼν καὶ ἀνενδεῶς κεκραμένος καὶ ῥώμῃ σωμάτων καὶ καλλιφωνίᾳ καὶ τοῖς λοιποῖς μέρεσι τῆς μουσικῆς· εἰ δὲ γυμνικός, ὅτι τὴν μουσικὴν ὡς ἐκθηλύνουσαν τὴν ψυχὴν παρῃτήσατο, τὴν δὲ ῥώμην τῶν σωμάτων παρέλαβεν, καὶ ὅτι ὁ τρόπος τῆς ἀγωνίας χρήσιμος πρὸς τὴν ἀνδρείαν τὴν ἐν τοῖς πολέμοις.
[6] Μὴ παρέργως δὲ μηδὲ αὐτὸν τὸν στέφανον παρέλθῃς, ὅστις ἐπῇ (οὐδὲ γὰρ ἐν τούτῳ γενόμενος ἀπορήσεις ἐπαίνου)· τὴν μὲν δρῦν, ὅτι ἱερὰ Διός, καὶ ὅτι ἡ πρώτη καὶ πρεσβυτάτη τροφὴ τῶν ἀνθρώπων, καὶ ὅτι οὐκ ἄφωνος, ἀλλὰ καὶ ἐφθέγξατό ποτε ἐν Δωδώνῃ. εἰ δὲ ἐλαία, ὅτι ἱερὰ τῆς Ἀθηνᾶς, καὶ ὅτι ἄκος πόνων, καὶ ὅτι τὰ τρόπαια ἀπὸ τούτου τοῦ φυτοῦ ἀνέθεσαν οἱ παλαι�
�ί, καὶ ὅτι τῆς νίκης τοῦτο σύμβολον τὸ φυτόν, καὶ ὅτι ἡ Ἀθηνᾶ τούτῳ πρώτη ἐστέψατο νικήσασα τὸν Ποσειδῶνα, καὶ ὅτι οἰκειότατον τοῖς ἀγωνιζομένοις (τὰ γὰρ γυμνάσια διὰ τοῦ ἐλαίου διαπονεῖται), καὶ ὅτι συναγωνίζεται πρὸς τὸν λόγον δι’ οὗ πανηγύρεις κοσμοῦνται. καὶ τὴν δάφνην δὲ ἐρεῖς ὅτι καὶ ἱερὰ τοῦ Ἀπόλλωνος καὶ μαντικὸν τὸ φυτόν· εἰ δὲ βούλει καὶ τοῦ μύθου ἐφάπτεσθαι τοῦ περὶ τῆς Δάφνης, οὐδὲ τοῦτό σοι ἄπο τρόπου εἴη ἂν εἰρημένον. ὁμοίως δὲ καὶ ἕτερον εἰ ἐπείη, οἱονεὶ καρποὶ Δημητριακοὶ ἢ πίτυς, εὐπορήσεις που καὶ περὶ τούτων ἑκάστου. οὐκ ἔξω δὲ φιλοτιμίας οὐδὲ τὸ παραβαλεῖν τὸν στέφανον πρὸς τοὺς παρ’ ἄλλοις.
[7] Ὁ δέ σοι τοῦ παντὸς λόγου οἱονεὶ κολοφὼν ἐπήχθω τοῦ βασιλέως ἔπαινος, καὶ ὅτι τῷ ὄντι ἀγωνοθέτης πάντων ἀγώνων ὁ τὴν εἰρήνην πρυτανεύων, δι’ ἣν καὶ τοὺς ἀγῶνας ἐπιτελεῖν οἷόν τε. ἤδη δέ τινες καὶ τοὺς διατιθέντας τοὺς ἀγῶνας ἐπῄνεσαν, εἰ ἄρα ἔνδοξοί τινες οὗτοι, ὅτι καὶ ἐν ἄλλοις πρότερον γενόμενοι χρήσιμοι, καὶ ἐν τούτοις ὅτι φιλοτιμότατοι. εἰ δὲ μὴ ἄλλα ἔχεις πρεσβύτερα, ὅτι ἀρχὴ τῆς φιλοτιμίας τῆς περὶ τὴν πατρίδα μεγίστη καὶ Ἑλληνικωτάτη.
Ἡ δὲ λέξις ἄλλη μὲν κατὰ τὴν ἑκάστων φύσιν ἢ [8] βούλησιν. εἰ δὲ δὴ κρατεῖν χρὴ τὴν ἐμὴν γνώμην, οὐ μονότροπον ταύτην συμβουλεύσαιμ’ ἂν εἶναι ἀλλὰ ποικίλην καὶ μεμιγμένην, καὶ τὰ μὲν ‹ἐν› τῇ ἀφελείᾳ προάγοντα, τὰ δὲ ἐν ἀντιθέτοις τε καὶ παρισώσεσιν Ἰσοκράτους, τὰ δὲ διηρμένως. ταύτην γὰρ τὴν ὁδὸν καὶ τὸν τοῦ ἡμεδαποῦ χοροῦ ἡγεμόνα τε καὶ κορυφαῖον οἶδα μετιόντα ‹πάντῃ› ὡς ἔπος εἰπεῖν ἢ ἐν τοῖς πλείστοις, εἰ μή τι πρὸς εἶδος γράφειν τι προὔθετο· ἑκάστης δὲ ἰδέας ἔδωκεν ἡ ὕλη τὴν ἀφορμήν. δεῖ δὲ τοῖς νοήμασιν ἐπακολουθοῦσαν καὶ τὴν ἑρμηνείαν ἐπάγειν, οἷον τὰ μὲν ἀφηγηματικὰ καὶ μύθου τινὸς ἐχόμενα ἀφελῶς προάγοντα· ὅσα δὲ περὶ βασιλέων ἢ θεῶν, σεμνῶς· ὅσα δὲ περὶ παραβολῶν καὶ συγκρίσεων, πολιτικῶς· εἰ μὴ ἄρα τις πρὸς τὸ ἀξίωμα ‹μίαν› τινὰ ἰδέαν λόγου διὰ πάντων παρέχοιτο· ἐπιδεικτικώτερον δὲ τὸ προειρημένον καὶ δημοτερπέστερον.
[2]
Μέθοδος γαμηλίων
[1] Ἐμοὶ μὲν ἦν τερπνὸν αὐτὸν παρόντα καὶ συγχορεύοντα καὶ ἀναβακχεύοντα μετὰ σοῦ τῆς φίλης ἐμοὶ κεφαλῆς ὑμνεῖν τε καὶ ἀνυμνεῖν τὸν μικρὸν ὕστερον ἐπιτελεσθησόμενον γάμον καὶ ᾄδειν γε τὸν ὑμέναιον τὸν ἐπὶ τοῖς γάμοις πρέποντα λέγεσθαι. ἐπεὶ δὲ ἔοικεν δεσμός τις οὗτος ὁ πρὸς τοῖς λόγοις καὶ τῇ παιδεύσει τῇ παρούσῃ διαιρεῖν ἡμᾶς τοῖς σώμασιν καὶ τοῖς τόποις ἀπ’ ἀλλήλων (μὴ γὰρ δὴ ταῖς ψυχαῖς τε καὶ διαθέσεσιν καὶ εὐνοίαις ταῖς ἐπ’ αὐταῖς χωρισθείημέν ποτε), ἀλλ’ οὖν ἔστω σοι ὥσπέρ τι δῶρον παρ’ ἐμοῦ εἰς συντέλειάν τε καὶ κόσμον τῶν γάμων τὸ μηδὲ τῶν περὶ τούτων εἰωθότων λέγεσθαι μηδὲ αὐτὸν ἀπείρως ἔχειν, εἴτ’ οὖν αὐτὸς καὶ παρὰ σεαυτῷ φυλάττειν βούλοιο εἴτε καὶ ἑτέρῳ τινὶ τοῦτον οἷον ἔρανόν τινα εἰς χάριν συνεισφέρειν. τάχα μὲν οὖν καὶ αὐτὸς ἤδη ποτὲ καὶ ἄλλοτε προανεκρούσω ἐν τοῖς τοιούτοις τῶν λόγων, ὁπηνίκα κομιδῇ νέος ὢν παρ’ ἐμοὶ τὴν πρώτην ὁδὸν τῶν ῥητορικῶν μετῄεις, τά τε ἄλλα γράφων καὶ συγγράφων γυμνάσματά τε καὶ ἀσκήματα τῆς ῥητορικῆς, καὶ δὴ καὶ τὰς θέσεις οὕτω λεγομένας, καὶ τούτων τὰ εἰς τὸν περὶ αὐτοῦ τοῦ γάμου λόγον συντείνοντα καὶ τὴν [2] προτροπὴν τὴν εἰς αὐτόν. προκεχείρισται γὰρ ἐν τοῖς μάλιστα καὶ τοῦτο πρὸ πάντων τοῖς νεωτέροις εἰς γραφήν, εἰ γαμητέον. οὐ πόρρω δὲ οὐδ’ ὁ νῦν ὑφ’ ἡμῶν προχειριζόμενος λόγος τῆς περὶ τὰς τοιαύτας ἰδέας τῶν λόγων θήρας. ἀμέλει γε τοιοῖσδε τόποις, οἷς πέρ που καὶ ἐν ταῖς θέσεσιν ἀπὸ θεῶν, καὶ ὅτι οὗτοι οἱ εὑρόντες καὶ δείξαντες τοὺς γάμους τοῖς ἀνθρώποις· Ζεὺς γὰρ καὶ Ἥρα, πρῶτοι ζευγνύντες τε καὶ συνδυάζοντες· οὕτω τοι ὃ μὲν καὶ πατὴρ καλεῖται πάντων, ἣ δὲ Ζυγία ἀπὸ τοῦ ζευγνύναι τὸ θῆλυ τῷ ἄρρενι, καὶ ἀπὸ τούτων τῶν θεῶν καὶ ὁ τῶν λοιπῶν θεῶν χορὸς παρῆλθεν εἰς τὸν βίον τῶν ἐπιφημισθέντων τοῖς γάμοις, γαμηλίων τε καὶ γενεθλίων οὕτως ὀνομαζομένων· καὶ ὅτι ὁ γάμος αἴτιος τοῦ τε ὀνομασθῆναι τούτους τοὺς θεοὺς καὶ τιμᾶσθαι· ἄνευ γὰρ τῶν γάμων οὐδ’ ἂν αἱ τιμαὶ τούτων παρῆλθον εἰς ἀνθρώπους.
[3] Ἐφεξῆς ἐπάγειν χρὴ τὸν περὶ τῆς φύσεως λόγον, καὶ ὅτι τοῦτο αὐτῆς ἔργον, τὸ γεννᾶν τε καὶ κυΐσκειν· καὶ ὅτι διῆλθεν διὰ πάντων τὸ ἔργον αὐτῆς καὶ ζῴων καὶ φυτῶν. εἶτα τὴν διαφορὰν ἐπάξομεν τῆς ἐν τοῖς ἀνθρώποις μίξεως καὶ κοινωνίας, ὅτι τὰ μὲν ἁπλῶς καὶ ὡς ἔτυχεν μίγνυται, ὁ δὲ ἄνθρωπος τάξιν τινὰ καὶ νόμον ἐξεῦρεν τοῦ γάμου, οὐκ ἀγεληδὸν δίκην θηρίων ἐπιτρέπων μίγνυσθαι, ἀλλὰ σύμμιξιν καὶ κοινωνίαν δυοῖν τὴν προσφορωτάτην εἰς ἅπαντα τὸν βίον μεμηχανημένος. ἐν ᾧ, ὅτι τοῦ μὲν θηριώδους καὶ πεπλανημένου βίου ἀπηλλάγησαν, βίον δὲ ἥμερον καὶ τεταγμένον ἔσχον διὰ τοῦ γάμου. καὶ ὅτι θνητὸν ὄν γε τὸ ἀνθρώπειον ἐκ τῆς μίξεως καὶ κοι�
�ωνίας τοῦ γάμου ἀθάνατον γέγονεν, ἐκ τῆς διαδοχῆς τῶν ἐπιγινομένων ὥσπερ φῶς ἀναπτόμενον καὶ διαδιδόμενον ἀεὶ τοῖς ἐπιγιγνομένοις τῇ γεννήσει τοῦ ἀνθρώπου καὶ μήποτε ἀποσβεννύμενον. καὶ τοῦτον ἄν τις εἴποι δικαίως ἔρανον κάλλιστον οὐ χρημάτων οὐδὲ κτημάτων τινῶν, ἀλλ’ αὐτῆς τῆς φύσεως καὶ τοῦ γένους.
[4] Εἶτα ἐξετάσεις ἐπὶ τούτοις, ὅσα προσγίνεται τοῖς γεγαμηκόσι. πρῶτον μὲν πρὸς δόξαν, ὅτι ἐνδοξότεροι τὸ κάλλιστον μέρος τῆς ἀρετῆς εὐθὺς ἀπὸ τῶν γάμων ἀρχόμενοι καρποῦσθαι, τὴν σωφροσύνην· ὁ γὰρ γάμος εὐθὺς καὶ σωφροσύνης δόξαν περιτίθησι τοῖς ἀνθρώποις, καὶ οἱ τοιοῦτοι δοκοῦσιν τῆς μὲν ἀτάκτου μίξεως ἀπηλλάχθαι, πρὸς δὲ μίαν ἀφορᾶν μόνην τὴν ἑαυτοῦ ἕκαστος γυναῖκα. ἐκ δὲ τούτου καὶ ἐντιμοτέρους ἀνάγκη γίγνεσθαι τοὺς ἀνθρώπους καὶ πιστοτέρους δοκεῖν καὶ εὐνουστέρους περὶ τὰς αὑτῶν πατρίδας ἐν παντὶ διὰ τὸ ὥσπερ ὅμηρα δεδωκέναι ταῖς πατρίσι τοὺς ἑαυτῶν παῖδας, δι’ οὓς ἀναγκαῖον καὶ μᾶλλον εἰς τὰς συμβουλίας παραλαμβάνεσθαι.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 334