[2] Καθόλου μὲν ὁ τρόπος αὐτῶν τοιοῦτος, ὡς σύστασίν τινα ἔχειν τῆς αὑτῶν πατρίδος πρὸς τοὺς ἄρχειν μέλλοντας. δεῖ δὲ οὐκ αὐτὸ τοῦτο μόνον πραγματεύεσθαι ἐν τῷ λόγῳ, ἀλλὰ μηδὲ ἑαυτῶν ἐν τῷ τοιῷδε ὀλιγώρως ἔχειν. ἀρχὴ οὖν ἐμοὶ δοκεῖ ἀναγκαιοτάτη ἂν αὕτη γενέσθαι περὶ αὑτοῦ τε εἰπεῖν καὶ τῆς ἑαυτοῦ προαιρέσεως, καὶ δι’ ὅ τι προκεχείρισται ἐκ πάντων ἐπὶ τὸν λόγον, καὶ ὅτι ἀναγκαία αὐτῷ ἡ ὑπόθεσις τοῦ λόγου. ἐχέτω δὲ ἐν τούτῳ καὶ θεραπείαν τινὰ τοῦ ἄρχοντος, ὡς ἀποδεχομένου τοὺς τοιούτους ἅπαντας καὶ οἷον αὐτοῦ χεῖρα ὀρέγοντος, δι’ ὅπερ καὶ ἑτοιμότερον ὑπήκουσεν· καὶ ὅτι ἦν μὲν καὶ ἀκούειν τοῦτο εὐθὺς περὶ αὐτοῦ, πολὺ δὲ ἔτι ἐναργέστερον τῇ ὄψει αὐτῇ πέφηνεν, ἀτεχνῶς οἷον ἐκ τοῦ προσώπου [καὶ] τῆς φαιδρότητος ὥσπερ ἐν κατόπτρῳ τοῦ ἤθους καὶ τῆς πρὸς ταῦτα δεξιότητος φανερῶν γιγνομένων. οὕτω δὲ προκαταστησάμενον τὸν λόγον ἑξῆς ἰτέον ἐπὶ τὸ ἐγκώμιον τοῦ βασιλέως, ἐν βραχεῖ τοῦτο ποιησάμενον καὶ αὐτὸ τοῦτο ἐπισημηνάμενον, ὅτι οὐδ’ ἂν ὁ σύμπας χρόνος ἐξαρκέσαι πρὸς τοῦτο, καὶ ὅτι ἑτέρου καιροῦ, οὐ τοῦ παρόντος. κατακλείσεις δὲ τὸ ἐγκώμιον εἰς τοῦτο, ὅτι ἕν τι τῶν καλῶν τῶν βασιλέως καὶ τοῦτο, τὸ τοιοῦτον ἄνδρα ἐπιλεξάμενον καταπέμψαι ἐπὶ τὸ αὑτοῦ ἔθνος οὐ πόρρω βαίνοντα τῆς αὑτοῦ προαιρέσεως.
[3] Καὶ ἐντεῦθεν ἀρχέσθω σοι τὸ ἐγκώμιον τοῦ ἡγουμένου. χρηστέον δὲ καὶ ἐνταῦθα τοῖς ἐγκωμιαστικοῖς τόποις, ἀπὸ γένους, ἀπὸ φύσεως, ἀπὸ ἀνατροφῆς· εἰ μὲν φανερὰ εἴη, καθ’ ἕκαστον ἀκριβῶς διεξιόντα· εἰ δὲ ἄδηλα, κατὰ τὸ πιθανὸν προάγοντα, ὅτι ἀνάγκη τὸν τηλικούτων καὶ τοιούτων κατηξιωμένον οὔτε γένει οὔτε φύσει οὔτε ἀνατροφῇ λείπεσθαί τινων, ἀλλὰ διὰ ταῦτα προκεκρίσθαι· τά γε μὴν φανερὰ ἀκριβέστερον ἐπισημαινόμενον, οἷον ‹εἰ› ἐν νέᾳ ἡλικίᾳ τοιοῦτος, τί χρὴ προσδοκᾶν εἰς τὸν μέλλοντα χρόνον; καὶ ὅτι νέος μὲν τὴν ἡλικίαν, πρεσβύτερος δὲ τὴν φρόνησιν. εἰ δὲ πρεσβύτης, ὅτι ἐν πολλοῖς δοὺς πεῖραν ἑαυτοῦ τῆς ἀρετῆς, εἰκότως καὶ τὴν ἀρχὴν ταύτην ἐπιστεύθη· καὶ ὅτι καὶ τοῦτο τῆς εὐμοιρίας τῆς περὶ αὐτὸν τὸ ἐν τῷ γήρᾳ ἀκμάζειν. εἰ δὲ δὴ καὶ σεμνότης τις προσείη τῷ προσώπῳ, μηδὲ τοῦτο παρέργως παρατρέχειν. εἰ φιλόλογος εἴη, ἐγκώμιον παιδείας, καὶ ὅτι οἱ πεπαιδευμένοι μάλιστα ἄξιοι ἀρχῆς καὶ τοιαύτης ἡγεμονίας. καὶ εἴτε τὴν Ῥωμαϊκὴν διάλεκτον εἴη πεπαιδευμένος, τοῖς ἀρίστοις τῶν Ῥωμαίων παραβάλλειν· εἴτε τὴν Ἑλληνικήν, τοῖς τῶν Ἑλλήνων. διὰ τοῦτο δὲ καὶ δίκαιος καὶ σώφρων καὶ περὶ τὰς δίκας ἀκριβής· παραδείγμασι δὲ καὶ ἐπὶ τούτῳ χρηστέον προσώποις, τῷ Ἀριστείδῃ, τῷ Θεμιστοκλεῖ, ἐφαρμόζοντα καὶ παραβάλλοντα καὶ τούτων ἀμείνω ἀποφαίνοντα.
[4] Ἐὰν δὲ ἔχωμεν καὶ πράξεις τινὰς αὐτοῦ προγεγενημένας καὶ ἀρχὰς προηνυσμένας λέγειν ἢ ἐν στρατείαις ἢ ἐν διοικήσεσιν, καὶ ταύτας παρατιθέναι. ἐὰν δὲ καί ‹τινας› τιμὰς ἔχωμεν αὐτῷ ‹τῶν› πατέρων γενομένας λέγειν, καὶ τούτων χρὴ μνημονεύειν. καὶ ἐντεῦθεν προτροπὴ καὶ παράκλησις πρὸς εὔνοιαν τῆς πόλεως, ἐπισημηνάμενον, ὅτι χρηστὴν ἐλπίδα περὶ τούτου ἔχουσι. φανερὸν γάρ τοι ἀπὸ τοῦ οὕτως ἀποδέξασθαι τὴν πόλιν, ἀπὸ τοῦ φιλανθρώπως καὶ εὐπροσηγόρως ἅπασι προσενεχθῆναι καὶ ὁμιλῆσαι· ‹καὶ› ὅτι εἰκότως τοῦτο ἐποίησεν· τοιαύτη γὰρ ἡ πόλις οἵα ἀμείβεσθαι τοὺς εὖ χρησαμένους ἑαυτῇ.
[5] Καὶ ἐντεῦθεν ὁ ἔπαινος ὁ περὶ τῆς πόλεως, ἐὰν θέλῃς· περὶ γένους αὐτῆς, περὶ δυνάμεως τῆς ἐν ταῖς προσόδοις, περὶ παιδείας τῶν ἐνοικούντων, περὶ χώρας τῆς ὑποτελοῦς, ἀφ’ ἧς ἡ πρόσοδος· εἰ μὲν πολλὴ εἴη, εἰς ἰσχὺν τῆς πόλεως ἀναφέροντα· εἰ δὲ ὀλίγη, ὅτι ἀρκεῖται καὶ ταύτῃ. ἔτι οὗπερ ἂν ᾖ κτίστου, ἀναγκαῖον εἰπεῖν, ἐάν τε θεὸς ἐάν τε ἥρως ᾖ, εἴτ’ οὖν τῶν ἀρχαίων τις εἴτ’ οὖν τῶν ἔναγχος γεγενημένων βασιλέων. οἷον κἂν μύθους τινὰς ἔχωμεν προσόντας τῇ πόλει, μηδὲ τούτους παραλιπεῖν. μετὰ ταῦτα περὶ μεγέθους τῆς πόλεως, περὶ κάλλους, περὶ θέσεως, εἴτε ἠπειρωτικὴ εἴη, εἴτε ἐπιθαλαττίδιος ἢ νησιῶτις. κἂν εἴ τινας τιμὰς ἔχοιμεν παρὰ βασιλέων, μηδὲ ταύτας παραλιπεῖν, κἂν εἰ πράξεις τινὰς προγεγενημένας ἢ παλαιὰς ἢ νέας, ἢ εἰ τιμὰς προὑπαρξάσας παρ’ ἡμῶν πρὸς τοὺς ἄρχοντας τοὺς προγεγενημένους.
[6] Ἐν ἅπασι δὲ τούτοις μεμίχθω ἡ προτροπὴ καὶ παράκλησις πρὸς εὔνοιαν τῆς πόλεως· δεῖν γὰρ τοὺς ἀγαθοὺς ἄρχοντας ταῖς τοιαύταις πόλεσιν τὰς παρ’ ἑαυτῶν εὐνοίας προσνέμειν. ἐπὶ δὲ τῷ τέλει εὐχῇ χρησόμεθα ὑπὲρ τοῦ βασιλέως καὶ ὑπὲρ αὐτοῦ τοῦ ἄρχοντος. καὶ ὑπὲρ ἡμῶν δὲ αὐτῶν πάλιν μνησθησόμεθα, εἰ μὲν τῶν ἀρχομένων εἴημεν, ὅτι ἀπὸ τοῦ τοιούτου ἡμεῖς τιμῆς καὶ δόξης τευξόμεθα· εἰ δὲ τῶν ἤδη προευδοκιμηκότων καὶ προειρηκότων, ἀνεπαχθῶς περὶ αὑτῶν εἰπόντες εἰς τοῦτο καταλύσομεν τὸν λόγον, ὡς ἐλπίδος τι καὶ αὐτοὶ ἔχοντες τοῦ μὴ φυλαχθήσεσθαι μόνον ἐπὶ τούτων τὴν δόξαν ἑαυτοῖς, ἀλλὰ καὶ πολλῷ ἀμείνω πρὸ
ς τὸ λοιπὸν ἔσεσθαι.
[7] Ἀπαγγελία δὲ πρέποι ἂν μάλιστα μεμιγμένη τῷ τοιούτῳ λόγῳ, ἐνιαχοῦ μὲν συνεστραμμένη, ἐνιαχοῦ δὲ διηρμένη, ἐν τοῖς μύθοις ἀφελεστέρα. τὸ δὲ σαφὲς τῆς ἑρμηνείας δι’ ὅλου τοῦ λόγου μάλιστα ἐν σπουδῇ ἔστω τῷ λέγοντι.
[Καθόλου ὁ περὶ τῶν πανηγυρικῶν λόγος ὧδέ πως περαίνοιτο ἄν.]
[6]
Μέθοδος ἐπιταφίων. Β
[1] Οὐ μὲν δὴ οὐδὲ τούτων ἀπείρως ἔχειν τόν γε δὴ ὁδῷ τινι καὶ ἐπιστήμῃ μετιόντα λόγους χρή. ἀπευκτὰ μὲν γὰρ τὰ τοιαῦτα, ἀναγκαῖα δὲ ἀνθρώποις γε οὖσι καὶ παρελθοῦσιν εἰς τὸν ἀνθρώπινον βίον. ἀνθρώπῳ γὰρ γενομένῳ κατὰ τὸν τοῦ Καλλαίσχρου τὸν τῶν τριάκοντα βέβαιον μὲν οὐδέν, ὅτι μὴ κατθανεῖν γενομένῳ, καὶ ζῶντι εἶναι μὴ οἷόν τε ἐκτὸς ἄτης βαίνειν. ἐπειδὴ τοίνυν ἀμφὶ ταφὴν δύο λόγοι μεμηχάνηνται, ὃ μὲν κοινὸς πρὸς πόλιν ἅπασαν καὶ δῆμον [ὁ μὲν] τοῖς ἐν πολέμῳ πεσοῦσιν, ἰδίᾳ δὲ καὶ καθ’ ἕκαστον ἅτερος αὐτοῖν, οἷα δὴ τὰ πολλὰ ἐν εἰρήνῃ συμπίπτειν ἀνάγκη, ἐν διαφόροις ἡλικίαις ἑκάστῳ τῆς τελευτῆς συμπεσούσης· ὄνομά γε μὴν ἀμφοῖν ἓν καὶ τὸ αὐτό, ἐπιτάφιος οὕτως ὀνομαζόμενος· παραδείγματα δὲ αὐτῶν ἔστί που καὶ παρὰ τοῖς ἀρχαίοις, τοῦ μὲν κοινοῦ καὶ πολιτικοῦ παρά γε τῷ τοῦ Ὀλόρου καὶ παρὰ τῷ τοῦ Ἀρίστωνος, Λυσίας τε καὶ Ὑπερείδης καὶ ὁ Παιανιεὺς καὶ ὁ τοῦ Ἰσοκράτους ἑταῖρος Ναυκράτης πολλὰς ἡμῖν τοιαύτας ἰδέας παρέσχοντο. οὐκ ἀπορήσομεν δὲ οὐδὲ τῶν πρὸς ἕκαστον· ἐπεί τοι καὶ τὰ ποιήματα μεστὰ τούτων, οἱ ἐπικήδειοι οὕτως ὀνομαζόμενοι θρῆνοί τε· ὡς αὕτως πλοῦτος πολὺς τῶν καταλογάδην ἐστὶ τοιούτων λόγων ἔν τε τοῖς πάλαι καὶ τοῖς ὀλίγον τι πρὸ ἡμῶν γενομένοις· ‹οὐ› λήξομεν δὲ οὐδὲ νῦν, ἔστ’ ἂν γένος ἀνθρώπων καὶ τὸ χρεὼν ἐπικρατοῦν ᾖ. μέτιμεν οὖν αὐτοῖν ἑκάτερον τὸν τρόπον τοῦτον.
[2] Συνελόντι μὲν οὖν ὁ ἐπιτάφιος ἔπαινός ἐστι τῶν κατοιχομένων. εἰ δὲ τοῦτο, δῆλόν που, ὡς καὶ ἀπὸ τῶν αὐτῶν τόπων ληπτέον, ἀφ’ ὧν περ καὶ τὰ ἐγκώμια· πατρίδος, γένους, φύσεως, ἀγωγῆς, πράξεως. ἄχρι μὲν οὖν τινὸς τὴν αὐτὴν ἰτέον, οἷον περὶ πατρίδος λέγοντα, ὅτι μεγάλη καὶ ἔνδοξος καὶ ἀρχαία, καὶ εἰ τύχοι αὐτὴ πρώτη παρελθοῦσα εἰς ἀνθρώπους, οἷα καὶ Πλάτων περὶ τῆς Ἀττικῆς διέξεισιν· εἰ δὲ μικρά, ὅτι διὰ τούτους ἤδη καὶ τὴν ἀρετὴν τὴν τούτων καὶ δόξαν ἔνδοξος καὶ αὐτὴ ἐγένετο, οἷον ἡ Σαλαμὶς διὰ τὸν Αἴαντα ἢ τὴν ἀρετὴν τῶν ναυμαχησάντων, καὶ ἡ Αἴγινα διὰ τὸν Αἰακόν. ἢ εἴ τι βέλτιον περὶ αὐτῆς ἔχοιμεν λέγειν εἰρημένον, ὥσπερ ‘θείαν’ τὴν Σαλαμῖνα εἶπεν ὁ Πύθιος· ὅτι ἐκ θεοῦ ἐκτίσθη, ὥσπερ Ἰωνία, Βυζάντιον ἢ εἰ δή τις ἑτέρα πόλις. καὶ ἐπὶ μὲν τῶν ἐν πολέμοις πεσόντων κἂν ἐπιδαψιλεύσαιτό τις ἐν τούτοις. ἐπὶ δὲ τῶν καθ’ ἕκαστον οὐ πάνυ τι ἀναγκαῖος ὁ πολὺς περὶ τῆς πατρίδος λόγος· ἰτέον οὖν ἐπὶ τοὺς προγόνους, εἰ οἱ πρόγονοι μὴ ἐπήλυδες, ἀλλ’ αὐτόχθονες· καὶ εἰ ἐπήλυδες, ἀλλὰ κρίσει τὴν ἀρίστην γῆν λαβόντες, οὐ τύχῃ· καὶ ὅτι ἢ ἐκ τοῦ Δωρικοῦ γένους, ὅ περ ἀνδρειότατον· ἢ ἐκ τοῦ Ἰωνικοῦ, ὅ περ σοφώτατον, καὶ ὅτι Ἕλληνες. εἰ δὲ ἐπὶ τινὸς εὐκλείας λόγος γίγνοιτο, ὅτι πατρὸς ἀγαθοῦ καὶ προγόνων, καὶ ἐν βραχεῖ περὶ αὐτῶν εἰπεῖν τὸν ἔπαινον, ὁποῖοι δημοσίᾳ, ὁποῖοι ἰδίᾳ, ὁποῖοι ἐν λόγοις, ὁποῖοι ἐν βίῳ, καὶ εἴ τι ἐν ἔργοις ἢ ἐν πράξεσιν· ἢ εἴ τινα τοιαῦτα ἡ ποιότης τοῦ προσώπου παρέχοι ἐκ τῆς φύσεως, ὅτι εὐφυὴς εἰς πάντα, κοινὸς δὲ ὁ τοιοῦτος.
[3] Ἐν δὲ τῇ ἀγωγῇ γενόμενοι ἐπὶ μὲν τῶν κοινῶν τὴν πολιτείαν ληψόμεθα, ὅτι ἢ δημοκρατία ἢ ἀριστοκρατία· ἐν δὲ τοῖς ἰδίοις τὴν ἀνατροφὴν καὶ τὴν παιδείαν καὶ τὰ ἐπιτηδεύματα. ἐν δὲ ταῖς [κοιναῖς] πράξεσιν ὁ μὲν κοινὸς ἕξει τὰ κατὰ πολέμους ἔργα καὶ ὅπως ἐτελεύτησαν, ὥσπερ ἀμέλει καὶ Πλάτωνί γε καὶ Θουκυδίδῃ καὶ τοῖς ἄλλοις εἴρηται. ὁπόταν δὲ περὶ ἑνός τινος λέγωμεν, περὶ τῆς ἀρετῆς ποιησόμεθα τὸν λόγον, οἷον περὶ ἀνδρείας, περὶ δικαιοσύνης, περὶ σοφίας· ὁποῖος περὶ τὴν πόλιν ἐν τούτοις, ὁποῖος ἰδίᾳ περὶ ἕκαστα· ὁποῖος περὶ φίλους, ὁποῖος περὶ ἐχθρούς· καὶ ἔτι προστεθήτω, οἷος περὶ γονέας, οἷος ἐν ἀρχαῖς, εἴ τινα ἦρξεν.
[4] Μετὰ ταῦτα δὲ ἐν μὲν τοῖς κοινοῖς ἐπὶ τὸ προτρεπτικὸν μεταβησόμεθα, προτρέποντες ἐπὶ τὰ ὅμοια τοὺς ὑπολειπομένους. καὶ πολὺς ὁ τόπος οὗτος. εἶτα οὕτως ἐπὶ τὸ παραμυθητικὸν τῶν πατέρων, ὅσοι τε ἔτι παιδοποιεῖσθαι ἱκανοί, ὅσοι τε ἔξω τῆς ὥρας ταύτης· καὶ εἴρηται ταῦτα καὶ παρὰ τῷ Θουκυδίδῃ. ἐν δὲ τοῖς ἰδίοις τὸ μὲν προτρεπτικὸν ἐνίοτε μὲν οὐδὲ ὅλως παραλαμβάνομεν διὰ τὸ τάχα ἂν εἰ τύχοι παῖδας εἶναι τοὺς κατοιχομένους· ἐνίοτε δὲ ἐπὶ βραχύ, πλὴν ἐπὶ τοῖς πάνυ ἐνδόξοις. ἐνταῦθα γὰρ οὐδὲν κωλύει καὶ ἐπὶ πλεῖον χρῆσθαι τῷ εἴδει, οἷον ‹εἰ› ἐπὶ ἄρχοντός τινος καὶ τοιούτου προσώπου ὁ ἐπιτάφιος γίνοιτο, ἀναγκαῖον παρακελεύεσθαι μιμεῖσθαι τοῖς παισὶν τοὺς ἑαυτῶν τοκέας, καὶ ἐπὶ τὰ ὅμοια σπεύδειν. ἀναγκαιότερ�
�ς δὲ ὁ παραμυθητικὸς παραμυθουμένων ἡμῶν τοὺς προσήκοντας. δεῖ δὲ εἰδέναι καὶ τὴν μέθοδον τοῦ παραμυθητικοῦ· οὐ γὰρ θρηνεῖν οὐδὲ ἀπολοφύρεσθαι τοὺς ἀποθανόντας· οὐ γὰρ ἂν παραμυθοίμεθα τοὺς ὑπολειπομένους, ἀλλὰ μεῖζον τὸ πένθος παρασκευάζοιμεν· καὶ οὐ δόξει εἶναι τῶν κατοιχομένων ἔπαινος, ἀλλὰ ὀλοφυρμὸς ὡς τὰ δεινότατα παθόντων. πειρᾶσθαι δὲ ἐν τῷ παραμυθεῖσθαι καὶ ἐνδιδόναι τοῦ πάθους τοῖς ὑπολειπομένοις, καὶ μὴ ἀντιτείνειν εὐθύς· ῥᾷον γὰρ ἐπαξόμεθα· ἅμα δὲ καὶ ἔπαινον ἕξει ὁ λόγος, εἰ λέγοιμεν, ὅτι οὐ ῥᾴδιον ἐπὶ τοῖς τοιούτοις ῥᾷον φέρειν. ἐπειδὴ δὲ οἱ ἐν πολέμῳ τελευτήσαντες ὅμοιοι ταῖς ἡλικίαις, οὐδὲν ἀπὸ τούτων ἕξομεν εἰς παραμυθίαν ἐπιχειρεῖν, πλὴν ὅτι ἐνδόξως ἀπέθανον ὑπὲρ τῆς πατρίδος καὶ οὗτοι, καὶ ὅτι ταχὺς καὶ ἀναίσθητος ὁ τοιοῦτος θάνατος, καὶ ἐκτὸς βασάνων καὶ τῶν κακῶν τῶν ἐκ τῆς νόσου· ὅτι δημοσίας ταφῆς ἔλαχον (ζηλωτὸν δὲ τοῦτο καὶ τοῖς μετὰ ταῦτα) καὶ ἀθάνατος αὐτῶν ἡ δόξα.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 336