εἰ μὲν δὴ νόστον γε μετὰ φρεσί, φαίδιμ’ Ἀχιλλεῦ,
βάλλεαι, οὐδ’ ἔτι πάμπαν ἀμύνειν νηυσὶ θοῇσιν
πῦρ ἐθέλεις ἀίδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,
πῶς ἂν ἔπειτ’ ἀπὸ σεῖο, φίλον τέκος, αὖθι λιποίμην;
ἡδίστη γὰρ ὑπόθεσις Ἀχιλλεῖ τὸ λέγειν τὸν Φοίνικα, ὅτι οὐκ ἀπολειφθήσεται. εἶτα ἡ αἰτία τοῦ μὴ ἀπολειφθῆναι, ἡ τροφή, ἡ ἀγωγή, τὸ ἐξ ἀρχῆς συντετράφθαι. ταῦτα δὲ πάντα εἰς τὴν ἐναντίαν ὑπόθεσιν· ‘πιθοῦ μοι· τέτροφα γάρ σε, καὶ χάριτας ὀφείλεις’. καὶ ὅτι τοῦτό ἐστιν . ἐπὶ τέλει ὁμολογία τῆς ἀληθινῆς ἐπιβολῆς·
ἀλλ’, Ἀχιλεῦ, δάμασον θυμὸν μέγαν, οὐδέ τί σε χρὴ
νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί. τοῦτο τὸ σχῆμα συνιδὼν καὶ ὁ Ἀχιλλεὺς ἀντισχηματίζει ἑξῆς, μιμούμενος τὴν τέχνην τοῦ διδασκάλου. ἐξηγεῖται γὰρ οὕτως·
μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων,
Ἀτρείδῃ ἥρωι φέρων χάριν.
αὕτη μὲν ἐξήγησις τῆς τοῦ Φοίνικος τέχνης· εἶτα ὁ ἀντισχηματισμός·
ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.
τί γάρ; ἐκεῖνος τοιοῦτόν τι εἶπεν ἤ τινα χάριν ᾔτησεν; ἀλλ’ ἐπειδὴ ἀνέμνησεν αὐτὸν εἰπών
πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα
οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ,
‹καὶ› τὰς ἐν τῇ νεότητι πάθας προέτεινεν αὐτῷ, ὡς ὀφείλοντος χάριτας, καὶ αὐτὸς ἐσχημάτισεν εἰπών· ‘ἄλλην χάριν λάμβανε μείζω, μὴ ταύτην αἴτει’. ταῦτα μὲν ὁ Φοῖνιξ σχηματίζει.
[15] Ὁ δέ γε Αἴας ἁπλούστατος ὢν βαθύτατος ἐν τοῖς λόγοις πάντων ἐστίν. ἀνίσταται γὰρ ὡς ὀργιζόμενος καὶ ἀξιῶν μηκέτι μηδὲ διαλέγεσθαι, καὶ λέγει·
οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ
τῇδέ γ’ ὁδῷ κρανέεσθαι·
καὶ ἐπιτιμᾷ Ἀχιλλεῖ χαλεπώτατα καὶ πικρότατα. ὁ δὲ μάλιστα ἐν τῇ παρρησίᾳ ἱκετεύων καὶ δεόμενος καὶ βιαζόμενος Ἀχιλλέα οὗτός ἐστιν·
ὑπωρόφιοι δέ τοι εἰμὲν
πληθύος ἐκ Δαναῶν. καὶ φαίνεταί γέ τοι οὕτως ἁπλοῦς δὴ καὶ ἀφελὴς καὶ παρρησίᾳ χρώμενος. εἶτα τῇ τέχνῃ προσχρώμενος φαίνεται μᾶλλον πεπεικώς. πῶς δή;
Αἶαν διογενὲς Τελαμώνιε, κοίρανε λαῶν,
πάντα τί μοι κατὰ θυμὸν ἐείσω μυθήσασθαι.
ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ, ὁππότε κείνων
μνήσομαι, ὥς μ’ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν.
οὗτος οὖν ὁ λόγος δείκνυσιν, ὅτι καὶ τῆς ἁπλότητος προσποίησις σχήματος ἔργον ἐπιτελεῖ· ἐπεὶ καὶ αἱ τῶν χαρίτων ἀπαιτήσεις οὐκ ἄνευ τοῦ ἐσχηματίσθαι γίνονται. οἱ γὰρ αἰτοῦντες τὰς χάριτας παρὰ τῶν εὖ πεπονθότων ἐν καιρῷ φυλαττόμενοι τὸ ὀνειδίζειν εὐπρεπῶς ἀπαιτοῦσι. καὶ δείκνυσιν ἡμῖν ὁ ποιητής, τίς μὲν ἂν ἦν ἀτέχνου ἀπαιτήσεως τρόπος, τίς δὲ ἐντέχνου. ὁ Ἀχιλλεὺς τῇ μητρὶ λέγει·
πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα
εὐχομένης, ὅτ’ ἔφῃσθα κελαινεφέι Κρονίωνι
οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,
ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι.
καὶ περαίνει τὴν διήγησιν πᾶσαν, καὶ ἐπάγει παραινῶν αὐτῇ
τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λάβε γούνων.
ταῦτα ὑπακούει τῷ παιδὶ Θέτις, καὶ πείθουσα αὐτὸν θαρρεῖν ἐπαγγέλλεται οὐ μόνον ἐρεῖν αὐτά, ἀλλὰ καὶ αὐτῇ λέξει λέγει
τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ
εἶμ’ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον, αἴ κε πίθηται.
καὶ ταῦτα ὑποσχομένη, ἐπειδὴ ἀφίκετο πρὸς τὸν Δία, τὸ μὲν ὀνειδίζειν ἀφίησιν, τὸ δὲ ὑπομιμνῄσκειν ἐπιμελῶς πραγματεύεται·
Ζεῦ πάτερ, εἴ ποτε δή σε μετ’ ἀθανάτοισιν ἔτισα
ἢ ἔπει ἢ ἔργῳ·
τὸ μὲν ἔργον οὐκ εἶπεν, τὴν δὲ ἀνάμνησιν εὐπρεπῶς ἐποιήσατο. τοιοῦτός πως καὶ ὁ ἱερεύς ἐστιν, γυμνότερος μὲν ἢ κατὰ τὴν Θέτιν, εὐπρεπῶς δέ. ἐπικαλεσάμενος γὰρ τὸν θεὸν λέγει
εἴ ποτέ τοι χαρίεντ’ ἐπὶ νηὸν ἔρεψα,
ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ ἔκηα
ταύρων ἠδ’ αἰγῶν, τόδε μοὶ κρήηνον ἐέλδωρ.
Καὶ τὰ μέτρα τῶν ἐσχηματισμένων λόγων παιδεύει ἡμᾶς Ὅμηρος, ὅτι οὐ ‹μόνον› τῆς εὐπρεπείας δεῖται, ἀλλὰ καὶ τῆς ἐν χρείᾳ συντομίας. πῶς γὰρ πάντων χρεία ἐστίν, ὅσων μὲν ἡ τέχνη παραδίδωσιν, ‹εἰ› ταῦτα ὁ καιρὸς παραιτεῖται; διδάσκει δὲ τοῦτο ἐν τοῖς Ἑρμοῦ λόγοις πρὸς Πρίαμον Ὅμηρος. τοῦτον γὰρ Ἑρμῆς ὥσπερ διδάσκαλος ὢν παιδεύει, πῶς χρὴ ἐντυχεῖν Ἀχιλλεῖ, καὶ παραδίδωσι τὰς μεθόδους τῆς ἱκετείας·
τύνη δ’ εἰσελθὼν λάβε γούνατα Πηλείωνος,
καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠυκόμοιο
λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς·
καὶ πάντας τοὺς ἀριθμοὺς τῆς ἱκετείας παραλαμβάνει, τὸ γένειον τὸ Ἀχιλλέως, ‹ἀνάμνησιν› πατρός, μητρός, υἱο�
�. ταῦτα μαθὼν ὁ γέρων οἶδεν τέχνην κατὰ τέχνης· προσελθὼν γὰρ τῷ Ἀχιλλεῖ τοῦ γενείου ἐπιλαμβάνεται καὶ λέγει
μνῆσαι πατρὸς σεῖο, θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ. καὶ οὔτε τοῦ παιδὸς μέμνηται οὔτε τῆς μητρός, ἀλλὰ τοῦ πατρὸς μόνου. τὴν πολλὴν γὰρ χορηγίαν παρέλιπεν τῇ χρείᾳ τοῦ παιδός.
[16] Οὐκοῦν ὑπολείπεται ἡμῖν ἐκεῖνος ὁ λόγος, ὅτι Ὅμηρος ἐπενόησεν ἐσχηματισμένον λόγον δι’ εἰκόνος, ἵνα μηνύσῃ μὲν ὃ βούλεται, τὸ δὲ εὐπρεπὲς πρὸς τὴν ἐπιτίμησιν, ἀλλ’ εἰκόνι τὸν λόγον διαπεράνας. καὶ οἱ πολλοὶ ἀγνοοῦσιν τὴν εἰκόνα. ἔστι δὲ ἡ εἰκὼν ἐν Ὀδυσσέως λόγῳ. ἐξάγει τοὺς Ἕλληνας ὁ Ἀχιλλεὺς ὡρμημένος σφόδρα ἐπὶ τῷ Πατρόκλου θανάτῳ. Ὀδυσσεὺς ἀξιοῖ αὐτοὺς πρότερον φαγεῖν καὶ οὕτως ἐξελθεῖν· καὶ ἐπιτιμᾷ τῷ Ἀχιλλεῖ, ὅτι προπετῶς ταῦτα βούλεται· καὶ λέγει τὴν ἀρχὴν τῆς παραινέσεως τὴν αἰτίαν, εἶτα τὴν παραίνεσιν ἀδιανοήτως. ἢ εἰπάτω τις, τί βούλεται τὸ
κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ
ἔγχει· ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην
πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
ἤδη τὰ προοίμια τῆς ἐπιτιμήσεως, ὥσπερ καὶ τὸ
μὴ δ’ οὕτως ἀγαθός περ ἐών, θεοείκελ’ Ἀχιλλεῦ,
κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.
εἶτα εἰπὼν τῆς γνώμης τὴν ἀρχὴν ἐπάγει
τῶ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν.
αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,
ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,
ἄμητος δ’ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα
Ζεύς, ὅς τ’ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
καὶ ἡ εἰκὼν πέρας τῆς συμβουλῆς. εἰδέναι οὖν χρὴ ὅτι αὕτη ἡ εἰκὼν σοφία ἐστὶ τοῦ Ὀδυσσέως τοῦ Ὁμήρου. ἐπιτίμησις γάρ ἐστι πικρὰ πρὸς τὸν Ἀχιλλέα καὶ δι’ ἀπορρήτων λυπηρὰ παραίνεσις. διὰ τοῦτο καὶ τὸ προοίμιον αὐτῷ μακρόν ἐστι·
κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ
ἔγχει· ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην
πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
αὐτὸ τὸ προοίμιον τοῦ σχήματός ἐστιν ἀρχή· ‘μὴ πάνυ θάρρει τῇ ἀνδρείᾳ τῇ σαυτοῦ· εἰ δὲ μή, ἐλέγχεις αὐτὴν τὸ μηδὲν εἶναι· ἀλλ’ ἄκουε παρ’ ἀνδρὸς ἐμπείρου καὶ ἐπιστήμονος ἐκ πείρας πραγμάτων’. τίς οὖν ἐστιν ἡ ἐπιτίμησις ἐκείνῳ;
γαστέρι δ’ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς.
λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα
πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο;
ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν, ὅς κε θάνῃσιν,
νηλέα θυμὸν ἔχοντας, ἐπ’ ἤματι δάκρυ χέοντας.
ὅσσοι δ’ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται,
μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρ’ ἔτι μᾶλλον
ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ
ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα· μηδέ τις ἄλλην
λαῶν ὀτρυντὺν προτιδέγμενος ἰσχαναάσθω.
ἧδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται, ὅς κε λίπηται
νηυσὶν ἐπ’ Ἀργείων· ἀλλ’ ἀθρόοι κοσμηθέντες
Τρωσὶν ἐφ’ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.
ὡσεὶ ἔλεγεν· ‘πολλοὶ τεθνᾶσιν ἤδη διὰ σὲ μηνιῶντα· νῦν ἀπορρίψας τὴν μῆνιν ἀξιοῖς τῇ τοῦ θεοῦ προσθήκῃ ἐλπίδας τῆς νίκης ἔχειν. ἐὰν οὖν ἐξέλθωσι νήστεις, οὐδ’ ἂν ὁ Ζεὺς χαριζόμενός σοι βοηθῇ τοῖς Ἕλλησι, δυνήσονται διαρκέσαι νήστεις ὄντες πρὸς τὸ κρατῆσαι. ὥστε μὴ φρόνει μέγα ἐπὶ τῇ προσθήκῃ τοῦ Διὸς καὶ προπετῶς στρατεύου· ἐλεγχθήσῃ γὰρ τῇ ἀσθενείᾳ τῶν στρατιωτῶν’·
αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν ...
ἄμητος δ’ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα
Ζεύς, ὅς τ’ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
τί γὰρ τοῦ Διὸς ἡ μνήμη ἐνταῦθα; ‘συμβήσεται οὖν οὐ πολλὴν γενέσθαι ἡμῖν ὠφέλειαν ἐκ τῆς παρὰ σοῦ προτροπῆς διὰ τὸν Δία, ἂν ἀσθενεῖς ὄντες στρατευσώμεθα· ὥστε ἐλεγχθήσεταί σου ἡ ἀνδρεία ἡ θαυμαστὴ ὑπὸ τῆς προπετείας’. ἐπειδὴ τοίνυν ταῦτα πικρά ἐστιν καὶ ἐπιτίμησιν ἔχει, εἰκόνος παρεμβολῇ τὸ πικρὸν τῆς ἐπιτιμήσεως ἀσφαλὲς ἐποίησεν.
[10]
Περὶ τῶν ἐν μελέταις πλημμελουμένων
[1] Τάδε πλημμελούμενα ἐν ταῖς μελέταις· οἳ μὲν ἠθῶν ἀμοίρους τοὺς λόγους ποιοῦνται οἰόμενοι τοῦ πράγματος εἶναι τὸν ἀγῶνα, τὸ δὲ ἦθος ἐν παρέργῳ τιθέμενοι· οἳ δὲ περὶ τὴν κρᾶσιν τῶν ἠθῶν οὐ σπουδαίως ἔχουσιν, ἀλλ’ ἂν μὲν ἁπλοῦν ᾖ τὸ ἦθος καὶ παντί τῳ ἰδεῖν ἐκκείμενον, ἰδόντες καὶ προσπεσόντες χρῶνται τῷ ἤθει· ἂν δὲ διπλοῦν ᾖ ἢ τριπλοῦν καὶ ποικιλώτερον, οὔτε τὰς διαιρέσεις τῶν ἠθῶν ζητοῦσιν οὔτε περὶ τὴν κρᾶσιν αὐτῶν πραγματεύονται· ὅθεν αὐτοῖς οὐδὲ ἀγωνίζεσθαι τοῖς ἤθεσιν συμβαίνει, ἀλλ’ ὁ τοῦ ἤθους ἀγὼν ὑπάρχει τὰ καλούμενα ἐπιφων�
�ματα, προστυχοῦσαί τινες αὐτόματοι φωναὶ ἠθικαί. παρ’ ὃ καὶ τὸν ἔπαινον καρποῦνται γυμνὰ τὰ ἤθη φθεγγόμενοι, δέον καθόλου τούτοις διαγωνίζεσθαι, ὥσπερ σώματι ψυχὴν συμπλέκοντας τὰ ἤθη τοῖς πράγμασιν. ἔτι τε οὐχ ὑποτείνουσι τὸ ἓν μέγα ἦθος (ἔστι δὲ τοῦτο ‹τὸ› ἐκ φιλοσοφίας), οὗ τὰ ἄλλα πάντα ‹τὰ› κατὰ μέρος ἐξήρτηται πρόσφορα τοῖς ἑκάστοτε ὑποκειμένοις προσώποις· παρ’ ὃ καὶ μικρότεροι ἐν ταῖς τῶν ἠθῶν χρείαις εἰσίν, ὁπόταν καὶ τὰ ἤθη μεταχειρίζωνται, οὐδαμοῦ τὸ μεγαλοπρεπὲς διασῴζοντες, δέον τοῦτο φυλάττειν πανταχοῦ. ὥσπερ γὰρ ἐν ψυχῇ δεῖ τὸν λογισμὸν κρατεῖν, θυμὸν δὲ καὶ ἐπιθυμίαν τούτῳ ὑπακούειν, καὶ ὅσα γε θυμῷ πράττομεν, μετὰ λογισμοῦ θυμοῦσθαι, ὅσα δὲ ἐπιθυμίαις χαριζόμεθα, μὴ ἄγαν ἀλογίστως χαρίζεσθαι· οὕτω δὲ δεῖ κἀν τῷ λόγῳ ἓν μὲν ἦθος ἐκεῖνο τὸ μέγιστον τὸ ἐκ φιλοσοφίας ὥσπερ λογισμὸν ὑποκεῖσθαι τῷ λόγῳ, τὰ δὲ ἄλλα ἐπάγειν, τὰ θυμικὰ λέγω καὶ τὰ οἰκτρὰ καὶ τὰ ἀστεῖα καὶ τὰ πικρὰ καὶ τὰ ἐπίφθονα, πάντα ταῦτα ἐκείνου ἐξηρτημένα καὶ ἀλλήλοις συγκεκραμένα κατὰ τὸν τῆς χρείας λόγον.
[2] Τοῦτο τὸ ἦθος Πλάτων ὑποθέμενος καὶ τὰ τῶν σοφιστῶν καὶ τὰ τῶν πολιτικῶν καὶ τὰ τῶν δημιουργῶν, καὶ τὰ τῶν μειρακίων καὶ τὰ τῶν ἀνδρῶν καὶ τὰ τῶν πρεσβυτέρων, καὶ τὰ τῶν γυναικῶν, καὶ τὰ τῶν δούλων καὶ τὰ ἐλευθέρων ἤθη κατὰ λόγον τούτῳ συνέπλεξεν. τοῦτο καὶ Δημοσθένης ὑποθέμενος δι’ ὅλου μεγαλοπρεπής ἐστιν ἐν τοῖς λόγοις, ὁμοίως ἔν τε τοῖς συμβουλευτικοῖς τὸ τοῦ πολιτικοῦ ἦθος ὑποθέμενος καὶ τὸ τοῦ κολακεύοντος τούτῳ συμπλέκων ‹καὶ ἐν τοῖς δικανικοῖς› . καὶ διαφέρων τὴν δόξαν τοῦ συναγορεύοντος, ἐν οἷς πραχθῆναι συναγωνίζεται, κατὰ μίμησιν τὴν Πλάτωνος. καὶ γὰρ ἐκεῖνος τὰ δόγματα οὐκ αὐτὸς ἀποφαίνεται, εἶτα περὶ αὐτῶν διαγωνίζεται· ἀλλὰ ἐν μέσῳ τὴν ζήτησιν ποιούμενος πρὸς τοὺς διαλεγομένους εὑρίσκων μᾶλλον τὸ δέον δόγμα ἢ φιλονεικῶν ὑπὲρ αὐτοῦ φαίνεται, πλὴν ὅσα περὶ τῶν κρειττόνων ἢ καθ’ ἡμᾶς διαλέγεται. τοῦτο καὶ Ὅμηρος πανταχῇ τηρῶν καὶ πάντα ἤθη καὶ πάσας φαντασίας ἀπὸ τοῦ ἴσου ὑμνῶν καὶ τῇ τοιαύτῃ τέχνῃ μεταχειριζόμενος πρὸς τὰς διαφορὰς τῶν ὑποκειμένων [3] προσώπων ποιεῖται τὴν διάκρισιν. Ταῦτα μὲν ἐν ἤθει πλημμελοῦμεν, ‹οἳ μὲν› τὸ μηδὲ ὅλως ζητεῖν, οἳ δὲ τὸ μὴ πάντα εὑρίσκειν, οἳ δὲ τὸ μὴ περὶ τὴν κρᾶσιν πραγματεύεσθαι, οἱ δὲ πλεῖστοι καὶ σχεδὸν ἅπαντες καὶ τὸ μὴ ‹τὸ› πρῶτον καὶ μέγιστον ἦθος ὑφίστασθαι καὶ τὰ ἄλλα ἀκολούθως τούτῳ ἐπάγειν.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 345