Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 348
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 348

by Dionysius of Halicarnassus


     Ἰδοῦ διαίρεσις τοῦ ἔθνους· Ἑλληνικὸν ἢ βάρβαρον τὸ ἦθος. ἀλλὰ θῶμεν εἶναι Ἑλληνικὸν ἢ θῶμεν βάρβαρον, πάλιν καταδιαιρέσεις τῶν ἠθῶν· καὶ δεῖ συνελθεῖν ἀμφότερα, καὶ τὸν βάρβαρον καὶ τὸν Θρᾷκα τὸν φονικόν, καὶ τὸν βάρβαρον καὶ τὸν Σκύθην τὸν σύντομον. πάλιν Ἑλληνικὸν θῶμεν τὸ ἦθος. ἔστω Ἕλλην· ποῖόν τι ἔθνος Ἑλλήνων; Ἕλλην Ἀθηναῖος· τορός, λάλος, σοφός. Ἕλλην Ἴων· ἁβρός, ἀνειμένος. Ἕλλην Βοιωτός· εὐήθης. Ἕλλην Θετταλός· διπλοῦς καὶ ποικίλος. ἐντεῦθεν καὶ ἄνθρωποι φιλοσοφοῦντες τοῦτο καὶ ἐφιστανόμενοι τῇ φύσει τῶν πραγμάτων τὰ ἔθνη λοιδορίας ποιοῦνται, οὐκ ἐχόντων τῶν ἐθνῶν τὰς λοιδορίας ἀλλ’ ἐκ τῶν ἐπιπολαζόντων ἠθῶν τοῖς ἔθνεσιν τὰς βλασφημίας λαμβάνοντες. ὡς καὶ Δημοσθένης· οὐκ εἰσάγει ἰσχυρὸν εἶναι ‘τὸν Θρᾷκα τοῦτον’; καὶ ἡ διαβολὴ ἐν τῷ ‘τὸν Θρᾷκα’. καὶ τί δεῖ τὰ ἄλλα λέγειν; καὶ γὰρ ὁ Πλάτων φησὶ παγκάλως, ὅτι κατὰ τοὺς τοῦ οὐρανοῦ τόπους καὶ τῶν ἠθῶν αἱ κράσεις· καὶ διὰ τοῦτο τινὰς μὲν ἀνθρώπους εἶναι φησὶ πρὸς μαθήματα ὀξυτέρους, τοὺς περὶ τὴν Ἑλλάδα· τοὺς δὲ πρὸς ἀργυρισμόν, τοὺς περὶ τὴν Φοινίκην καὶ Αἴγυπτον· ἄλλοι περὶ θυμόν, ὅσοι τῶν βαρβάρων εἰσὶ πολέμοις ἀνακείμενοι. καὶ εἰκότως ταῦτα λέγει. καὶ γὰρ τὰ ἤθη φησὶν ἐνδύεσθαι τοῖς τόποις καὶ τοῖς ἔθνεσιν ἀπὸ τῶν καθ’ ἕνα, καὶ διὰ τοῦτο ὅσα πολιτειῶν εἴδη, τοσαῦτα ἠθῶν εἴδη, ὡς τὰς πολιτείας ἀπὸ τῶν ἠθῶν τά τε ἤθη ἀπὸ τῶν πολιτῶν γιγνόμενα. ὁρῶμεν οὖν ἀπὸ ἔθνους· διπλοῦν δὲ τὸ ἔθνος, Ἕλλην ἢ βάρβαρος. μετὰ τὸ κοινὸν ἐρχόμεθα ἐπὶ τὸ ἴδιον· Ἀθηναῖος ἢ Λάκων ἢ Βοιωτὸς ἢ Ἴων, ἢ Σκύθης ἢ Θρᾷξ ἢ Κελτὸς ἢ ἀπὸ Ἰβηρίας ἢ Αἰγύπτιος. Δεῖ οὖν συνελθεῖν τιν’ ἰδιότητα ἀπὸ γένους. ‹ὑπὸ› τὸ γένος ἐστὶ τὰ τῆς συγγενείας ὀνόματα· πατὴρ βάρβαρος, καὶ βάρβαρος Κελτός, καὶ βάρβαρος Σκύθης· καὶ πατὴρ Ἕλλην· καὶ Ἕλλην πατὴρ Λακεδαιμόνιος, καὶ ὅδε πατὴρ Ἀθηναῖος.

  [6] Δεῖ προσελθεῖν τούτοις καὶ ἡλικίαν, καὶ τὰ τέσσαρα ἓν γενέσθαι· πατήρ, βάρβαρος, Σκύθης, νέος. οὐ γὰρ τὰ αὐτὰ ἤθη διασῴζονται νέοι καὶ πατέρες ὄντες καὶ πρεσβῦται γενόμενοι, ἀλλὰ γίνεται τὰ μὲν τῶν πρεσβυτέρων ἤθη μαλακώτερα, τὰ δὲ τῶν νεωτέρων ἀκμαιότερα. ὡς αὕτως καὶ εἰ ἀδελφὸν λέγοις, καὶ εἰ γυναῖκα λέγοις, καὶ εἰ ἄνδρα καὶ εἰ υἱόν. Ἐντεῦθεν τὸ οἰκεῖον ἦθος τῆς προαιρέσεως ἐξετάζεται· φιλόστοργος, ἀλλὰ τραχύς, ἀλλὰ σκληρός, ἀλλὰ φιλάργυρος, ἀλλὰ ἀνειμένος. ἡ προαίρεσις συντρέχει παντὶ ἤθει. Εἶτα ἀπὸ τύχης· εὖ πράττων, κακῶς πράττων· οὐ γὰρ ταὐτὰ ἤθη ἐστίν, ἀλλὰ ἡ τύχη ῥυθμίζει. Εἶτα καὶ ἐπιτήδευσις· ἔστι γοῦν καὶ ἀπὸ ἐπιτηδευμάτων· οἱ στρατιῶται ἔχουσίν τι ἀπὸ τῆς στρατιωτικῆς, οἱ ἰατροὶ ἀπὸ τῆς ἰατρικῆς, οἱ ῥητορικοὶ ἀπὸ τῆς ῥητορικῆς, καὶ οἱ γεωργοὶ ἀπὸ τῆς γεωργικῆς. εὑρήσεις τὸν ἰατρὸν διαλεγόμενον λέγοντα· ‘δεῖ τοῦτο ἐκκαθᾶραι’, ‘ἐκτεμεῖν αὐτό’. εὑρήσεις τὸν μουσικὸν λέγοντα· ‘παρὰ μέλος λέγεις’, ‘οὐ συνᾴδει τὰ λεγόμενα’. παρὰ τῷ Πλάτωνι ὁ Δημόδοκος λέγει πρὸς Σωκράτην· ‘ἐμοὶ γάρ, ὦ Σώκρατες, ἡ τούτου τοῦ παιδὸς εἴτε φυτείαν εἴτε παιδοποιίαν χρὴ φάναι’· τοῦτο δὲ οὐ χρὴ νομίζειν ὅτι μεγάλῃ τῇ φωνῇ χρῆται ὁ Πλάτων, ἀλλ’ ἐπειδὴ ὁ Δημόδοκος ἐργατικὸς καὶ γεωργικός, φωνὰς ἀφίησι τῆς τέχνης.

  [7] Ταῦτα τὰ ἑπτὰ εἴδη ἓν γενέσθαι δεῖ. οὕτως εὑρήσεις καθ’ ἕκαστον ῥῆμα ὑποθέσεως προβαλλομένης ἠθῶν συναγωγάς. πένης καὶ πλούσιος ἐχθροὶ ἐκ πολιτείας· εὑρήσεις ἐν τῷ πένητι ἦθος, ἐν τῷ πλουσίῳ ἦθος, ἐν τοῖς ἐχθροῖς ἦθος, ἐν τῷ ἐκ πολιτείας ἦθος· οὐ γὰρ ἡ αὐτή ἐστιν ἔχθρα ἐξ ἰδιωτικῶν πραγμάτων καὶ ἐκ πολιτικῶν, ἀλλ’ ἕξεις τὸ φρόνημα ἑκατέρου ἀξιοῦντος διαλέγεσθαι τῷ δήμῳ. εἶτα εἰ πατήρ ἐστιν αὐτῶν τις ἢ οὐ πατήρ. εἶτα πόλεμος κατέλαβεν, εἶτα κατὰ τὸν πόλεμον ἀριστεία ἢ πταῖσμα· εἶτα αἰτήσεις καὶ κρίσεις. εὑρήσεις καθ’ ἕκαστον ὄνομα τῆς πλοκῆς ἐν ταῖς ὑποθέσεσιν γένεσιν ἤθους ἀναγκαίου. καὶ οὗτός ἐστιν ὁ διαιρετικὸς τῶν ἠθῶν ἀκριβής, ὁ μηθὲν ἦθος παραλιπών. ἂν γὰρ τὸν μὲν πατέρα δείξῃς, τὸν δὲ πολιτικὸν μὴ δείξῃς, ἢ τὸν μὲν πολιτικὸν δείξῃς, τὸν δὲ πατέρα μὴ δείξῃς· ἢ πάλιν ἂν μὲν τὸν πατέρα δείξῃς, τὸν δὲ στρατηγὸν μὴ δείξῃς, ἂν τὸν μὲν ἠριστευκότα δείξῃς, τὸν δὲ λιπόντα τὴν τάξιν μὴ δείξῃς· ἂν μὴ δείξῃς κατὰ τύχας καὶ προαιρέσεις καὶ γένη καὶ ἔθνη τὰς διαφορὰς τῶν ἠθῶν καὶ ‹καθ’› ὅσα ἄλλα ἠριθμήσαμεν, οὐ πληροῖς τὸ ἦθος. πάντα γὰρ ταῦτα, ὅσα ἠριθμήσαμεν, καλεῖται μὲν εἴδη, γίνεται δὲ ἦθος. ἡ γὰρ τέχνη τῆς διαιρέσεως, ὡς φησὶν ὁ Πλάτων, ‘διαιρέσεις καὶ συναγωγαί’, δεῖξαι τὰ εἴδη πόσα ἐστὶν καὶ πόσας ἔχει τομάς, καὶ πάντα συναγαγεῖν εἰς ταὐτόν. τοῦτο γάρ ἐστι διαιρέσεως τέχνη· ἓν πολλά, πολλὰ ἕν. ἔχομεν τὸ ἦθος, ἐρχόμεθα ἐπὶ τὴν γνώμην.

  [8] Ἡ γνώμη τριπλῆν ἐξέτασιν ἔχει· μὴ περιττά, μὴ ἐλλείποντα, μὴ ἐναντία. τὰ περιττὰ φλυαρία, τὰ ἐλλείποντα ἀσθενῆ, τὰ ἐναντία κίνδυνο�
�. Ὅμηρος ταῦτα ἐπεσημήνατο·

     Θερσίτης δ’ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα· ‹τίς› τῆς ἀκαίρου περιττότητος ἡ αἰτία; ἐὰν γοῦν τοῦ Θερσίτου παρέλῃς δύο ἔπη, Νέστορος γίνεται δημηγορία. τὰ δὲ δύο ἔπη τίνα ἐστίν; Ὅμηρός σοι λέγει·

     ἀλλ’ ὅ τί οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν

     ἔμμεναι·

  ὁτιοῦν τῶν λεγομένων γελοῖόν ἐστιν, ἀλαζονευομένου ἐκείνου ἐπὶ τῇ δυνάμει τοῦ σώματος καὶ τῇ ἀρετῇ καὶ ὑβρίζοντος ἐν τῇ παρρησίᾳ τῇ ἀκράτῳ. ταῦτα ἂν περιέλῃς, τὰ λοιπὰ ἰσχυρά ἐστιν. τοῦτο καὶ ἡ Ὁμήρου τέχνη. ἐπειδὴ γὰρ ἑώρα τὸ στρατόπεδον ἀγανακτοῦντας ὑπὲρ Ἀχιλλέως πρὸς Ἀγαμέμνονα, καὶ διὰ τοῦτο οὐ προθύμως ἔχοντας συμμαχεῖν, ἀλλ’ ἀπαλλακτικῶς ἐπὶ τῶν πατρίδων, ἠθέλησεν λῦσαι τὰ ὑπὲρ Ἀχιλλέως δίκαια. ἀνέστησεν οὖν αὐτῷ συνήγορον ἐπίφθονον, γελοῖον, ἵν’ ἐν τῇ τοῦ συνηγόρου κακίᾳ ἀφανισθῇ τὸ δίκαιον τοῦ πράγματος·

     ἔχθιστος δ’ Ἀχιλῆι μάλιστ’ ἦν ἠδ’ Ὀδυσῆι.

     τὼ γὰρ νεικείεσκε· τότ’ αὖ Ἀγαμέμνονι δίῳ

     ὀξέα κεκληγὼς λέγ’ ὀνείδεα.

  τί οὖν ἐστι τὸ θρασὺ αὐτοῦ καὶ ἡ περιττότης τοῦ ἤθους, καὶ ἡ ἀκαιρία τίς;

  τῷ δ’ ἂρ Ἀχαιοὶ

     ἐκπάγλως κοτέοντο νεμέσσηθέν τ’ ἐνὶ θυμῷ.

  εἰ μὴ γελοῖος ἦν οὗτος καὶ ἄξιος μίσους, ἦν ἰσχυρὰ τὰ λεγόμενα ὑπὲρ Ἀχιλλέως. διὰ τοῦτο καὶ γέλως τοῖς Ἕλλησι γίνεται, καὶ ἐκ τοῦ γέλωτος διάλυσις τῆς σπουδῆς τῆς εἰς τὰς πατρίδας. ἀπὸ γὰρ ἐκείνης τῆς σκυθρωπότητος ἡ μεταβολὴ διὰ τὸ γενόμενον παρέσχεν εἰρηναίαν τὴν ψυχήν. ὥστε ἤδη μάθημα μανθάνομεν μέγα καὶ λαμπρόν, μὴ ἐν τῷ πλήθει τῶν λεγομένων ἡγεῖσθαι τὴν ἀρετὴν τῆς ῥητορικῆς. τὰ ἐλλείποντα πῶς; οὕτω πως εἶπεν περὶ τοῦ Μενελάου·

     παῦρα μέν, ἀλλὰ μάλα λιγέως· ἐπεὶ οὐ πολύμυθος.

  τὸ γὰρ ‘παῦρα μέν’ τοιοῦτόν ἐστιν οἷον οὐκ ἐντελῶς τῷ ἀγῶνι. τὸ δὲ μὴ ἐναντία, ὅπερ καὶ Ἰσοκράτης ἐπῄνεσεν, δικανικοῦ λόγου, ὡς δεῖ ἔχειν, καὶ ἐπιδεικτικοῦ διαίρεσιν λέγων, ὅτι δεῖ ‘τοὺς μὲν ἔχειν ἀσφαλῶς, τοὺς δὲ ἐπιδεικτικῶς’, καὶ Ὅμηρος δὲ εἶπεν

        ὃ δ’ ἀσφαλέως ἀγορεύει·

  τοῦτο δέ ἐστι τὸ διὰ τῶν ὁμολογουμένων οὐ περὶ τῶν ὁμολογουμένων ἀμφισβητήσιμα λέγειν, ἀλλὰ καὶ τῇ ἀποδείξει τῶν ὁμολογουμένων ἀμφισβητούμενον λύειν δυνάμενον. τοῦτο καὶ Ξενοφῶν καὶ Πλάτων λέγουσιν περὶ Σωκράτους, ὅτι διὰ τῶν ὁμολογουμένων ἐπορεύετο, ἐπεὶ διδάσκειν ἐβούλετο. Γίνεται οὖν ταῦτα τρία ἀριθμῷ· μὴ περιττά, μὴ ἐλλείποντα, μὴ ἐναντία. κάλεσον αὐτὰ δυσὶν ὀνόμασιν μέτρον καὶ ἀσφάλειαν. τῷ γὰρ μὴ περιττὰ μηδὲ ἐλλείποντα μέτρου ὄνομα, τῷ δὲ μὴ ἐναντία ἀσφαλείας.

  [9] Τρίτος ἡμῖν στόλος ἐστὶ τοῦ λόγου ἐπὶ τὴν τέχνην· εἴπομεν γὰρ ἤδη περὶ ἤθους καὶ γνώμης. πρῶτον τὴν ὑπόνοιαν, ᾗ ἄν τις ἀμφισβητήσαι, ἐκκαθάρωμεν. ἡ δ’ ὑπόνοια τίς; οἰηθείη ἄν τις, εἴ περ μὴ περιττὰ λέγοι μήτ’ ἐλλείποντα μήτ’ ἐναντία, τεχνίτην αὐτὸν εἶναι. τί οὖν πλέον ἡ τέχνη ἐστὶ τῆς περὶ τὴν γνώμην ἀσφαλοῦς πραγματείας; πολὺ τὸ πλέον. ἡ μὲν γὰρ γνώμη τὸ τῷ πράγματι χρήσιμον ἔχει τὸ εἰς ἀπόδειξιν, ἡ τέχνη τὸ πιθανὸν τοῖς ἀκούουσιν. ὥσπερ ἐν ἰατρικῇ εἴ τις τὴν μὲν γνώμην λέγοι, τὸ δεῖν τεμεῖν ἢ τὸ δεῖν φαρμακοποσίᾳ χρῆσθαι, τὴν δὲ τέχνην λέγοι τὸ κρύψαι τὸν σίδηρον, τὸ φάρμακον ἐν τοῖς γλυκέσι καὶ τοῖς συντρόφοις σιτίοις παρέχειν. αὕτη ἡ τέχνη μετὰ τὴν γνώμην ἐστίν. πῶς ‹δ’› ἂν συναγάγοις ἦθος καὶ τὴν γνώμην τέχνῃ; * * *

     ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα

     δριμύ, τό τε προἱεῖσι μογοστόκοι Εἰλείθυιαι·

  δεύτερον·

     Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι.

  τρίτον [τέταρτον] ἐστὶ δι’ οὗ ἐπανέρχεται ἐπὶ τὸ πρῶτον

     ὣς ὀξεῖ’ ὀδύναι δῦνον μένος Ἀτρείδαο.

  οὕτω καὶ Θουκυδίδης· ‘ἐκ δὲ τεκμηρίων, ὧν ἐπὶ μακρότατον σκοποῦντί μοι πιστεῦσαι ξυμβαίνει, οὐ μεγάλα νομίζω γενέσθαι’. εἶτα τὸ τεκμήριον πόσα ἔχει ὀνόματα; τεκμήριον, μαρτύριον, σημεῖον, παράδειγμα. προβὰς ἐρεῖ· ‘μαρτύριον [σημεῖον] δέ· Δήλου γὰρ καθαιρομένης ὑπὸ Ἀθηναίων’. πάλιν προελθὼν ἐρεῖ· ‘καὶ παράδειγμα τόδε τοῦ λόγου οὐκ ἐλάχιστόν ἐστιν’. καὶ πάλιν προελθών· ‘σημεῖον δ’ ἐστὶν ταῦτα τῆς Ἑλλάδος ἔτι οὕτω νεμόμενα’. καὶ ὅταν πᾶν εἴπῃ, ἐπὶ τὸ πρῶτον πάλιν, ἐπὶ τὸ δεύτερον· καὶ ὅλως ἡ χρεία τὸν ἀριθμὸν ἀνακαλέσεται. τοῦτο τὸ πολλοστῶς ἐστιν εἰπεῖν. ἕπεται τούτῳ τὸ ποικίλως. διαφέρει δὲ τὸ ποικίλως [10] τοῦ πολλοστῶς, τὸ τῶν ἰδεῶν τῆς λέξεως. ἔστι δ’ εὐφορία κατὰ κρίσεις φαύλων ὀνομάτων· τοῦτο δικανικὸν ὄνομα, τοῦτο ἱστορικόν, τοῦτο διαλεκτικόν, τοῦτο κωμικόν. καὶ πάλιν μετὰ τὰς ἰδέας τοὺς ἄνδρας ἐπανελθεῖν· κωμικὸν τοῦτο Ἀριστοφάνειον, κωμικὸν τοῦτο Κρατίνειον, τοῦτο Εὐπολίδειον, τοῦτο Μενάνδρου· εἶτα δικανικὸν τοῦτο Λυσίειον, τοῦτο Δημοσθενικόν, Αἰσχίνῃ �
�ρεπωδέστερον τοῦτο ὄνομα, Ἀντιφῶντι τοῦτο σύνηθες μᾶλλον. τοῦτο τὸ ποικίλως ἐστίν.

     Αὕτη ἐστὶν ἡ θεωρία, καθ’ ἣν ἐξετάζεται ‹κατὰ› βυβλίων ἀκροάσεις πᾶς λόγος μετὰ ἀσφαλείας πορευομένης τῆς ἐξετάσεως. ζητήσεις γὰρ τί ὠφελεῖ ἢ βλάπτει τὰ ἀνεγνωσμένα ἢ εἰρημένα ἢ ἠκουσμένα εἰς ἦθος, γνώμην, τέχνην, λέξιν. τὸ ἦθος διπλοῦν, κοινὸν καὶ ἴδιον. κοινὸν μὲν τὸ εἰς ἀρετὴν προτρέπον καὶ κακίας ἀποτρέπον· ἴδιον δὲ τὸ προσήκοντας καὶ πρέποντας τοὺς λόγους τῷ τε λέγοντι καὶ τοῖς ἀκούουσι καὶ περὶ ὧν ὁ λόγος καὶ πρὸς οὓς ὁ λόγος παρέχεσθαι· γίνεται δὲ τοῦτο ἐν τοῖς ἀριθμοῖς οἷς εἴπομεν, τοῖς ἑπτά. εἶτα ἡ γνώμη μέτρῳ καὶ ἀσφαλείᾳ ἐπὶ τῶν τριῶν ἀριθμῶν. εἶτα ἡ τέχνη, ἡ κρᾶσις ἠθῶν καὶ πραγμάτων. εἶτα ἡ λέξις, τὸ σαφῶς, τὸ καθαρῶς, τὸ πολλοστῶς, τὸ ποικίλως. οὗτος ὁ περὶ ‹τῆς› τῶν λόγων ἐξετάσεως λόγος.

 

‹ Prev