[9] ἀλλὰ μὴν ὅτι γε καὶ μετασκευὰς δέχεται τῶν κώλων ἔνια τοτὲ μὲν προσθήκας λαμβάνοντα οὐκ ἀναγκαίας ὡς πρὸς τὸν νοῦν, τοτὲ δὲ ἀφαιρέσεις ἀτελῆ ποιούσας τὴν διάνοιαν, ἃς οὐκ ἄλλου τινὸς ἕνεκα ποιοῦσι ποιηταί τε καὶ συγγραφεῖς ἢ τῆς ἁρμονίας, ἵν’ ἡδεῖα καὶ καλὴ γένηται, πάνυ ὀλίγου δεῖν οἴομαι λόγου. τίς γὰρ οὐκ ἂν ὁμολογήσαι τήνδε μὲν τὴν λέξιν ἣν ὁ Δημοσθένης εἴρηκε προσθήκῃ πλεονάζειν οὐκ ἀναγκαίᾳ τῆς ἁρμονίας ἕνεκα; ‘ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ.’ ἐνταῦθα γὰρ οὐχὶ τοῦ ἀναγκαίου χάριν πρόσκειται τὸ τοξεύειν, ἀλλ’ ἵνα τὸ τελευταῖον κῶλον τὸ ‘κἂν μήπω βάλλῃ’ τραχύτερον τοῦ δέοντος ὂν καὶ οὐχ ἡδὺ ἀκουσθῆναι τῇ προσθήκῃ ταύτῃ γένηται χαριέστερον. καὶ ἔτι τὴν Πλατωνικὴν ἐκείνην περίοδον, ἣν ἐν τῷ ἐπιταφίῳ ὁ ἀνὴρ γράφει, τίς οὐκ ἂν φαίη παραπληρώματι λέξεως οὐκ ἀναγκαίῳ προσηρανίσθαι; ‘ἔργων γὰρ εὖ πραχθέντων λόγῳ καλῶς ῥηθέντι μνήμη καὶ κόσμος γίνεται τοῖς πράξασι παρὰ τῶν ἀκουσάντων.’ ἐνταυθοῖ γὰρ τὸ ‘παρὰ τῶν ἀκουσάντων’ πρὸς οὐδὲν ἀναγκαῖον λέγεται, ἀλλ’ ἵνα τὸ τελευταῖον κῶλον τὸ ‘τοῖς πράξασι’ πάρισόν τε καὶ ἐφάμιλλον τοῖς πρὸ αὐτοῦ γένηται. τί δὲ δὴ τὸ παρ’ Αἰσχίνῃ λεγόμενον τουτί ‘ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημοκρατίαν καλεῖς’, τρίκωλον ἐν τοῖς πάνυ ἐπαινούμενον, οὐχὶ τῆς αὐτῆς ἰδέας ἔχεται; ὃ γὰρ οἷόν τε ἦν ἑνὶ κώλῳ περιληφθῆναι τόνδε τὸν τρόπον ‘ἐπὶ σεαυτὸν καὶ τοὺς νόμους καὶ τὴν δημοκρατίαν καλεῖς’, τοῦτο εἰς τρία διῄρηται, τῆς αὐτῆς λέξεως οὐ τοῦ ἀναγκαίου ἕνεκα, τοῦ δὲ ἡδίω ποιῆσαι τὴν ἁρμονίαν πολλάκις τεθείσης [καὶ προσέτι πάθος τῷ λόγῳ]. τῆς μὲν δὴ προσθέσεως ἣ γίνεται τοῖς κώλοις οὗτος ὁ τρόπος· τῆς ἀφαιρέσεως δὲ τίς; ὅταν τῶν ἀναγκαίων τι λέγεσθαι λυπεῖν μέλλῃ καὶ διοχλεῖν τὴν ἀκρόασιν, ἀφαιρεθὲν δὲ χαριεστέραν ποιῇ τὴν ἁρμονίαν· οἷά ἐστιν ἐν μὲν τοῖς μέτροις τὰ Σοφόκλεια ταυτί·
μύω τε καὶ δέδορκα κἀξανίσταμαι
πλέον φυλάσσων αὐτὸς ἢ φυλάσσομαι·
ἐνταυθοῖ γὰρ ὁ δεύτερος στίχος ἐκ δυεῖν σύγκειται κώλων οὐχ ὅλων· τελεία γὰρ ἂν ἡ λέξις ἦν οὕτως ἐξενεχθεῖσα ‘πλεῖον φυλάσσων αὐτὸς ἑτέρους ἢ φυλασσόμενος ὑφ’ ἑτέρων’, τὸ δὲ μέτρον ἠδίκητο καὶ οὐκ ἂν ἔσχεν ἣν νῦν ἔχει χάριν. ἐν δὲ τοῖς πεζοῖς λόγοις τὰ τοιαῦτα· ‘ἐγὼ δ’ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν ἀτέλειαν τῶν ἀδίκων ἐστίν, ἐάσω.’ μεμείωται γὰρ κἀνταῦθα τῶν πρώτων δυεῖν κώλων ἑκάτερον· αὐτοτελῆ δ’ ἂν ἦν, εἴ τις αὐτὰ οὕτως ἐξήνεγκεν· ‘ἐγὼ δ’ ὅτι μὲν τινῶν κατηγοροῦντα ὡς οὐκ ἐπιτηδείων ἔχειν τὴν ἀτέλειαν πάντας ἀφαιρεῖσθαι καὶ τοὺς δικαίως αὐτῆς τυχόντας τῶν ἀδίκων ἐστίν, ἐάσω.’ ἀλλ’ οὐκ ἐδόκει τῷ Δημοσθένει πλείονα ποιεῖσθαι πρόνοιαν τῆς ἀκριβείας τῶν κώλων ἢ τῆς εὐρυθμίας.
τὰ δ’ αὐτὰ εἰρήσθω μοι καὶ περὶ τῶν καλουμένων περιόδων· καὶ γὰρ ταύτας χρὴ τάς τε προηγουμένας καὶ τὰς ἑπομένας οἰκείως συναρμόττειν, ὅταν ἐν περιόδοις προσήκῃ τὸν λόγον ἐκφέρειν· οὐ γὰρ δὴ πανταχῇ γε τὸ ἐμπερίοδον χρήσιμον. καὶ αὐτὸ δὲ τοῦτο τὸ θεώρημα τῆς συνθετικῆς ἐπιστήμης ἴδιον, πότε δεῖ χρῆσθαι περιόδοις καὶ μέχρι πόσου καὶ πότε μή.
[10] Διωρισμένων δή μοι τούτων ἀκόλουθον ἂν εἴη λέγειν, τίνα ἐστὶν ὧν δεῖ στοχάζεσθαι τὸν βουλόμενον συντιθέναι τὴν λέξιν εὖ καὶ διὰ τίνων θεωρημάτων τυγχάνοι τις ἂν ὧν βούλεται. δοκεῖ δέ μοι δύο ταῦτ’ εἶναι ‹τὰ› γενικώτατα, ὧν ἐφίεσθαι δεῖ τοὺς συντιθέντας μέτρα τε καὶ λόγους, ἥ τε ἡδονὴ καὶ τὸ καλόν· ἀμφότερα γὰρ ἐπιζητεῖ ταῦτα ἡ ἀκοή, ὅμοιόν τι πάσχουσα τῇ ὁράσει· καὶ γὰρ ἐκείνη πλάσματα καὶ γραφὰς καὶ γλυφὰς καὶ ὅσα δημιουργήματα χειρῶν ἐστιν ἀνθρωπίνων ὁρῶσα ὅταν εὑρίσκῃ τό τε ἡδὺ ἐνὸν ἐν αὐτοῖς καὶ τὸ καλόν, ἀρκεῖται καὶ οὐδὲν ἔτι ποθεῖ. καὶ μὴ παράδοξον ἡγήσηταί τις, εἰ δύο ποιῶ τέλη καὶ χωρίζω τὸ καλὸν ἀπὸ τῆς ἡδονῆς, μηδ’ ἄτοπον εἶναι νομίσῃ, εἴ τινα ἡγοῦμαι λέξιν ἡδέως μὲν συγκεῖσθαι, μὴ καλῶς δέ, ἢ καλῶς μέν, οὐ μὴν καὶ ἡδέως· φέρει γὰρ ἡ ἀλήθεια τὸ τοιοῦτον καὶ οὐδὲν ἀξιῶ καινόν· ἥ γέ τοι Θουκυδίδου λέξις καὶ Ἀντιφῶντος τοῦ Ῥαμνουσίου καλῶς μὲν σύγκειται νὴ Δία, εἴ πέρ τινες καὶ ἄλλαι, καὶ οὐκ ἄν τις αὐτὰς ἔχοι μέμψασθαι κατὰ τοῦτο, οὐ μὴν ἡδέως γε πάνυ· ἡ δέ γε τοῦ Κνιδίου συγγραφέως Κτησίου καὶ ἡ τοῦ Σωκρατικοῦ Ξενοφῶντος ἡδέως μὲν ὡς ἔνι μάλιστα, οὐ μὴν καλῶς γ’ ἐφ’ ὅσον ἔδει· λέγω δὲ κοινότερον, ἀλλ’ οὐχὶ καθάπαξ, ἐπεὶ καὶ παρ’ ἐκείνοις ἥρμοσταί τινα ἡδέως καὶ παρὰ τούτοις καλῶς. ἡ δὲ Ἡροδότου σύνθεσις ἀμφότερα ταῦτα ἔχει, καὶ γὰρ ἡδεῖά ἐστι καὶ καλή.
[11] Ἐξ ὧν δ’ οἶμαι γενήσεσθαι λέξιν ἡδεῖαν καὶ καλήν, τέτταρά ἐστι ταῦτα τὰ κυριώτατα καὶ τὰ κράτιστα, μέλος καὶ ῥυθμὸς καὶ μεταβολὴ καὶ τὸ παρακολουθο
ῦν τοῖς τρισὶ τούτοις πρέπον. τάττω δὲ ὑπὸ μὲν τὴν ἡδονὴν τήν τε ὥραν καὶ τὴν χάριν καὶ τὴν εὐστομίαν καὶ τὴν γλυκύτητα καὶ τὸ πιθανὸν καὶ πάντα τὰ τοιαῦτα, ὑπὸ δὲ τὸ καλὸν τήν τε μεγαλοπρέπειαν καὶ τὸ βάρος καὶ τὴν σεμνολογίαν καὶ τὸ ἀξίωμα καὶ τὸν πίνον καὶ τὰ τούτοις ὅμοια. ταυτὶ γάρ μοι δοκεῖ κυριώτατα εἶναι καὶ ὥσπερ κεφάλαια τῶν ἄλλων [ἐν ἑκατέρῳ]. ὧν μὲν οὖν στοχάζονται πάντες οἱ σπουδῇ γράφοντες μέτρον ἢ μέλος ἢ τὴν λεγομένην πεζὴν λέξιν, ταῦτ’ ἐστὶ καὶ οὐκ οἶδ’ εἴ τι παρὰ ταῦθ’ ἕτερον· οἱ δὲ πρωτεύσαντες ἐν ἑτέρῳ τινὶ τούτων καὶ ἐν ἀμφοτέροις πολλοί τε καὶ ἀγαθοὶ ἄνδρες· παραδείγματα δὲ αὐτῶν ἑκάστου φέρειν ἐν τῷ παρόντι οὐκ ἐγχωρεῖ, ἵνα μὴ περὶ ταῦτα κατατρίψω τὸν λόγον· καὶ ἅμα εἴ τι λεχθῆναι περί τινος αὐτῶν καθήκει καὶ δεήσει που μαρτυριῶν, ἕτερος αὐτοῖς ἔσται καιρὸς ἐπιτηδειότερος, ὅταν τοὺς χαρακτῆρας τῶν ἁρμονιῶν ὑπογράφω. νῦν δὲ ταῦτ’ εἰρῆσθαι περὶ αὐτῶν ἀπόχρη. ἐπάνειμι δὲ πάλιν ἐπὶ τὰς διαιρέσεις, ἃς ἐποιησάμην τῆς θ’ ἡδείας συνθέσεως καὶ τῆς καλῆς, ἵνα μοι καὶ καθ’ ὁδόν, ὥς φασι, χωρῇ ὁ λόγος.
Ἔφην δὴ τὴν ἀκοὴν ἥδεσθαι πρώτοις μὲν τοῖς μέλεσιν, ἔπειτα τοῖς ῥυθμοῖς, τρίτον ταῖς μεταβολαῖς, ἐν δὲ τούτοις ἅπασι τῷ πρέποντι. ὅτι δὲ ἀληθῆ λέγω, τὴν πεῖραν αὐτὴν παρέξομαι μάρτυρα, ἣν οὐχ οἷόν τε διαβάλλειν τοῖς κοινοῖς πάθεσιν ὁμολογουμένην· τίς γάρ ἐστιν ὃς οὐχ ὑπὸ μὲν ταύτης τῆς μελῳδίας ἄγεται καὶ γοητεύεται, ὑφ’ ἑτέρας δέ τινος οὐδὲν πάσχει τοιοῦτον, καὶ ὑπὸ μὲν τούτων τῶν ῥυθμῶν οἰκειοῦται, ὑπὸ δὲ τούτων διοχλεῖται; ἤδη δ’ ἔγωγε καὶ ἐν τοῖς πολυανθρωποτάτοις θεάτροις, ἃ συμπληροῖ παντοδαπὸς καὶ ἄμουσος ὄχλος, ἔδοξα καταμαθεῖν, ὡς φυσική τις ἁπάντων ἐστὶν ἡμῶν οἰκειότης πρὸς ἐμμέλειάν τε καὶ εὐρυθμίαν, κιθαριστήν τε ἀγαθὸν σφόδρα εὐδοκιμοῦντα ἰδὼν θορυβηθέντα ὑπὸ τοῦ πλήθους, ὅτι μίαν χορδὴν ἀσύμφωνον ἔκρουσε καὶ διέφθειρεν τὸ μέλος, καὶ αὐλητὴν ἀπὸ τῆς ἄκρας ἕξεως χρώμενον τοῖς ὀργάνοις τὸ αὐτὸ τοῦτο παθόντα, ὅτι σομφὸν ἐμπνεύσας ἢ μὴ πιέσας τὸ στόμα θρυλιγμὸν ἢ τὴν καλουμένην ἐκμέλειαν ηὔλησε. καίτοι γ’ εἴ τις κελεύσειε τὸν ἰδιώτην τούτων τι ὧν ἐνεκάλει τοῖς τεχνίταις ὡς ἡμαρτημένων, αὐτὸν ποιῆσαι λαβόντα τὰ ὄργανα, οὐκ ἂν δύναιτο. τί δή ποτε; ὅτι τοῦτο μὲν ἐπιστήμης ἐστίν, ἧς οὐ πάντες μετειλήφαμεν, ἐκεῖνο δὲ πάθος ὃ πᾶσιν ἀπέδωκεν ἡ φύσις. τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν ῥυθμῶν γινόμενον ἐθεασάμην, ἅμα πάντας ἀγανακτοῦντας καὶ δυσαρεστουμένους, ὅτε τις ἢ κροῦσιν ἢ κίνησιν ἢ μορφὴν ἐν ἀσυμμέτροις ποιήσαιτο χρόνοις καὶ τοὺς ῥυθμοὺς ἀφανίσειεν. καὶ οὐχὶ τὰ μὲν ἐμμελῆ καὶ εὔρυθμα ἡδονῆς ἀγωγά ἐστι καὶ πάντες ὑπ’ αὐτῶν κηλούμεθα, αἱ μεταβολαὶ δὲ καὶ τὸ πρέπον οὐκ ἔχουσι τὴν αὐτὴν ὥραν καὶ χάριν οὐδ’ ὑπὸ πάντων ὁμοίως διακούοννται· ἀλλὰ κἀκεῖνα πάνυ κηλεῖ πάντας ἡμᾶς κατορθούμενα καὶ εἰς πολλὴν ὄχλησιν ἄγει διαμαρτανόμενα· [τίς γὰρ οὐκ ἂν ὁμολογήσειεν] τεκμαίρομαι δέ, ὅτι καὶ τῆς ὀργανικῆς μούσης καὶ τῆς ἐν ᾠδῇ καὶ τῆς ἐν ὀρχήσει χάριτος ‹μὲν› ἐν ἅπασι διευστοχούσης, μεταβολὰς δὲ μὴ ποιησαμένης εὐκαίρους ἢ τοῦ πρέποντος ἀποπλανηθείσης βαρὺς μὲν ὁ κόρος, ἀηδὲς δὲ τὸ μὴ τοῖς ὑποκειμένοις ἁρμόττον φαίνεται. καὶ οὐκ ἀλλοτρίᾳ κέχρημαι τοῦ πράγματος εἰκόνι. μουσικὴ γάρ τις ἦν καὶ ἡ τῶν πολιτικῶν λόγων ἐπιστήμη τῷ ποσῷ διαλλάττουσα τῆς ἐν ᾠδῇ καὶ ὀργάνοις, οὐχὶ τῷ ποιῷ· καὶ γὰρ ἐν ταύτῃ καὶ μέλος ἔχουσιν αἱ λέξεις καὶ ῥυθμὸν καὶ μεταβολὴν καὶ πρέπον, ὥστε καὶ ἐπὶ ταύτης ἡ ἀκοὴ τέρπεται μὲν τοῖς μέλεσιν, ἄγεται δὲ τοῖς ῥυθμοῖς, ἀσπάζεται δὲ τὰς μεταβολάς, ποθεῖ δ’ ἐπὶ πάντων τὸ οἰκεῖον, ἡ δὲ διαλλαγὴ κατὰ τὸ μᾶλλον καὶ ἧττον.
διαλέκτου μὲν οὖν μέλος ἑνὶ μετρεῖται διαστήματι τῷ λεγομένῳ διὰ πέντε ὡς ἔγγιστα, καὶ οὔτε ἐπιτείνεται πέρα τῶν τριῶν τόνων καὶ ἡμιτονίου ἐπὶ τὸ ὀξὺ οὔτ’ ἀνίεται τοῦ χωρίου τούτου πλέον ἐπὶ τὸ βαρύ. οὐ μὴν ἅπασα λέξις ἡ καθ’ ἓν μόριον λόγου ταττομένη ἐπὶ τῆς αὐτῆς λέγεται τάσεως, ἀλλ’ ἣ μὲν ἐπὶ τῆς ὀξείας, ἣ δ’ ἐπὶ τῆς βαρείας, ἣ δ’ ἐπ’ ἀμφοῖν. τῶν δὲ ἀμφοτέρας τὰς τάσεις ἐχουσῶν αἳ μὲν κατὰ μίαν συλλαβὴν συνεφθαρμένον ἔχουσι τῷ ὀξεῖ τὸ βαρύ, ἃς δὴ περισπωμένας καλοῦμεν· αἳ δὲ ἐν ἑτέρᾳ τε καὶ ἑτέρᾳ χωρὶς ἑκάτερον ἐφ’ ἑαυτοῦ τὴν οἰκείαν φυλάττον φύσιν. καὶ ταῖς μὲν δισυλλάβοις οὐδὲν τὸ διὰ μέσου χωρίον βαρύτητός τε καὶ ὀξύτητος· ταῖς δὲ πολυσυλλάβοις, ἡλίκαι ποτ’ ἂν ὦσιν, ἡ τὸν ὀξὺν τόνον ἔχουσα μία ἐν πολλαῖς ταῖς ἄλλαις βαρείαις ἔνεστιν. ἡ δὲ ὀργανική τε καὶ ᾠδικὴ μοῦσα διαστήμασί τε χρῆται πλείοσιν, οὐ τῷ διὰ πέντε μόνον, ἀλλ’ ἀπὸ τοῦ διὰ πασῶν ἀρξαμένη καὶ τὸ διὰ πέντε μελῳδεῖ καὶ τὸ διὰ τεττάρων καὶ ‹τὸ διὰ τριῶν καὶ τὸν› τόνον καὶ τὸ ἡμιτόνιον, ὡς δέ τινες οἴονται, καὶ τὴν δίεσιν αἰσθητῶς· τάς τε λέξεις τοῖς μέλεσιν ὑποτάττειν ἀξιο�
�� καὶ οὐ τὰ μέλη ταῖς λέξεσιν, ὡς ἐξ ἄλλων τε πολλῶν δῆλον καὶ μάλιστα ἐκ τῶν Εὐριπίδου μελῶν, ἃ πεποίηκεν τὴν Ἠλέκτραν λέγουσαν ἐν Ὀρέστῃ πρὸς τὸν χορόν·
σίγα σῖγα, λευκὸν ἴχνος ἀρβύλης
τίθετε, μὴ κτυπεῖτ’·
ἀποπρὸ βᾶτ’ ἐκεῖσ’, ἀποπρό μοι κοίτας.
ἐν γὰρ δὴ τούτοις τὸ ‘σίγα σῖγα λευκὸν’ ἐφ’ ἑνὸς φθόγγου μελῳδεῖται, καίτοι τῶν τριῶν λέξεων ἑκάστη βαρείας τε τάσεις ἔχει καὶ ὀξείας. καὶ τὸ ‘ἀρβύλης’ τῇ μέσῃ συλλαβῇ τὴν τρίτην ὁμότονον ἔχει, ἀμηχάνου ὄντος ἓν ὄνομα δύο λαβεῖν ὀξείας. καὶ τοῦ ‘τίθετε’ βαρυτέρα μὲν ἡ πρώτη γίνεται, δύο δ’ αἱ μετ’ αὐτὴν ὀξύτονοί τε καὶ ὁμόφωνοι. τοῦ τε ‘κτυπεῖτε’ ὁ περισπασμὸς ἠφάνισται· μιᾷ γὰρ αἱ δύο συλλαβαὶ λέγονται τάσει. καὶ τὸ ‘ἀποπρὸ βᾶτε’ οὐ λαμβάνει τὴν τῆς μέσης συλλαβῆς προσῳδίαν ὀξεῖαν, ἀλλ’ ἐπὶ τὴν τετάρτην συλλαβὴν μεταβέβηκεν ἡ τάσις ἡ τῆς τρίτης. τὸ δ’ αὐτὸ γίνεται καὶ περὶ τοὺς ῥυθμούς. ἡ μὲν γὰρ πεζὴ λέξις οὐδενὸς οὔτε ὀνόματος οὔτε ῥήματος βιάζεται τοὺς χρόνους οὐδὲ μετατίθησιν, ἀλλ’ οἵας παρείληφεν τῇ φύσει τὰς συλλαβὰς τάς τε μακρὰς καὶ τὰς βραχείας, τοιαύτας φυλάττει· ἡ δὲ μουσική τε καὶ ῥυθμικὴ μεταβάλλουσιν αὐτὰς μειοῦσαι καὶ παραύξουσαι, ὥστε πολλάκις εἰς τἀναντία μεταχωρεῖν· οὐ γὰρ ταῖς συλλαβαῖς ἀπευθύνουσι τοὺς χρόνους, ἀλλὰ τοῖς χρόνοις τὰς συλλαβάς.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 352