Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 365
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 365

by Dionysius of Halicarnassus


     Φωνηέντων μὲν οὖν γραμμάτων αὕτη φύσις· ἡμιφώνων δὲ τοιάδε· ὀκτὼ γὰρ τὸν ἀριθμὸν ὄντων αὐτῶν, πέντε μὲν ἐστὶν ἁπλᾶ λ μ ν ρ σ, διπλᾶ δὲ τρία ζ ξ ψ. διπλᾶ δὲ λέγονται διὰ τὸ ἕκαστον αὐτῶν ἐκ δυοῖν ἁπλῶν συνεφθαρμένων ἀλλήλοις συγκεῖσθαι καὶ ἰδίαν φωνὴν λαμβάνειν, ἢ διὰ τὸ χώραν ἐπέχειν δυεῖν γραμμάτων ἐν ταῖς συλλαβαῖς· τούτων δὴ κρείττω μέν ἐστι τὰ διπλᾶ τῶν ἁπλῶν, ἐπειδὴ μείζονά ἐστι τῶν ἑτέρων καὶ μᾶλλον ἐγγίζειν δοκεῖ τοῖς τελείοις· ἥττω δὲ τὰ ἁπλᾶ διὰ τὸ εἰς βραχυτέρους αὐτῶν τόνους συνάγεσθαι τὸν ἦχον. φωνεῖται δὲ αὐτῶν ἕκαστον τοιόνδέ τινα τρόπον· τὸ μὲν λ τῆς γλώττης πρὸς τὸν οὐρανὸν ἱσταμένης καὶ τῆς ἀρτηρίας συνηχούσης· τὸ δὲ μ τοῦ μὲν στόματος τοῖς χείλεσι πιεσθέντος, τοῦ δὲ πνεύματος διὰ τῶν ῥωθώνων μεριζομένου· τὸ δὲ ν τῆς γλώττης τὴν φορὰν τοῦ πνεύματος ἀποκλειούσης καὶ μεταφερούσης ἐπὶ τὸν ῥώθωνα τὸν ἦχον· τὸ δὲ ρ τῆς γλώττης ἄκρας ἀπορραπιζούσης τὸ πνεῦμα καὶ πρὸς τὸν οὐρανὸν ἐγγὺς τῶν ὀδόντων ἀνισταμένης· τὸ δὲ σ τῆς μὲν γλώττης προαγομένης ἄνω πρὸς τὸν οὐρανὸν ὅλης, τοῦ δὲ πνεύματος διὰ μέσου αὐτοῦ φερομένου καὶ περὶ τοὺς ὀδόντας λεπτὸν καὶ στενὸν ἐξωθοῦντος τὸ σύριγμα. τρία δὲ τὰ λοιπὰ ἡμίφωνα μικτὸν λαμβάνει τὸν ψόφον, ἐξ ἑνὸς μὲν τῶν ἡμιφώνων τοῦ σ, τριῶν δὲ ἀφώνων τοῦ τε δ καὶ τοῦ κ καὶ τοῦ π. Δύναται δ’ οὐχ ὁμοίως κινεῖν τὴν ἀκοὴν ἅπαντα· ἡδύνει μὲν γὰρ αὐτὴν τὸ λ, καὶ ἔστι τῶν ἡμιφώνων γλυκύτατον· τραχύνει δὲ τὸ ρ, καὶ ἔστι τῶν ὁμογενῶν γενναιότατον· μέσως δέ πως διατίθησι τὰ διὰ τῶν ῥωθώνων συνηχούμενα, τό τε μ καὶ τὸ ν, κερατοειδεῖς ἀποτελοῦντα τοὺς ἤχους· ἄχαρι δὲ καὶ ἀηδὲς τὸ σ, καὶ πλεονάσαν σφόδρα λυπεῖ· θηριώδους γὰρ καὶ ἀλάλου μᾶλλον ἢ λογικῆς ἐφάπτεσθαι δοκεῖ φωνῆς ὁ συριγμός· τῶν γοῦν παλαιῶν τινὲς σπανίως ἐχρῶντο αὐτῷ καὶ πεφυλαγμένως· εἰσὶ δ’ οἳ καὶ ἀσίγμους ὅλας ᾠδὰς ἐποίουν· δηλοῖ δὲ τοῦτο καὶ Πίνδαρος ἐν οἷς φησι· ‘πρὶν μὲν ἤριπε σχοινοτενῆ φωνήεντα διθυράμβων· καὶ τὸ σᾶν κίβδηλον ἀνθρώποις’. τῶν δὲ διπλῶν μᾶλλον ἡδύνει τὴν ἀκοὴν τὸ ζ ἡσυχῇ τῷ πνεύματι δασυνόμενον· τὸ γάρ τοι ξ διὰ τοῦ κ καὶ τὸ ψ διὰ τοῦ π, ψιλῶν ὄντων ἀμφοτέρων, συριγμὸν ἀποδίδωσι.

     Τῶν δὲ ἀφώνων ἐννέα ὄντων τρία μέν ἐστι ψιλὰ κ π τ, τρία δὲ δασέα θ φ χ, τρία δὲ μεταξὺ τούτων καὶ κοινὰ ἀμφοῖν β γ δ· φωνεῖται δὲ αὐτῶν τρία μὲν ἀπὸ τῶν χειλέων ἄκρων, τὸ π καὶ τὸ φ καὶ τὸ β, ὅταν τοῦ στόματος πιεσθέντος τὸ προβαλλόμενον ἐκ τῆς ἀρτηρίας πνεῦμα λύσῃ τὸν δεσμὸν αὐτοῦ· ὁμοίῳ δὲ σχήματι ταῦτα λεγόμενα ψιλότητι καὶ δασύτητι διαφέρουσιν, ὥσπερ καὶ τὰ ῥηθησόμενα. τρία δὲ λέγεται ἄλλα τῆς γλώττης ἄκρῳ τῷ στόματι προσερειδομένης κατὰ τοὺς μετεώρους ὀδόντας, ἔπειθ’ ὑπὸ τοῦ πνεύματος ἀπορραπιζομένης καὶ τὴν διέξοδον αὐτῶν κάτω περὶ τοὺς ὀδόντας ἀποδιδούσης, τὸ τ καὶ τὸ θ καὶ τὸ δ. τρία δὲ τὰ λοιπὰ λέγεται μὲν τῆς γλώττης ἀνισταμένης πρὸς τὸν οὐρανὸν ἐγγὺς τοῦ φάρυγγος, τῆς δὲ ἀρτηρίας ὑπηχούσης τῷ πνεύματι, τὸ κ καὶ τὸ χ καὶ τὸ γ. τούτων κράτιστα μέν ἐστιν, ὅσα τῷ πνεύματι πολλῷ λέγεται· δεύτερα δὲ ὅσα μέσῳ· κάκιστα δὲ ὅσα ψιλῷ· ταῦτα μὲν γὰρ τὴν ἑαυτῶν δύναμιν ἔχει μόνην, τὰ δὲ δασέα καὶ τὴν τοῦ πνεύματος προσθήκην, ὡς ἐγγὺς τοῦ τελειότερα εἶναι.

  [15] Ἐκ δὴ τῶν γραμμάτων τούτων αἱ καλούμεναι γίνονται συλλαβαί. τούτων δὲ εἰσὶ μακραὶ μὲν ὅσαι συνεστήκασιν ἐκ φωνηέντων μακρῶν ἢ διχρόνων μακρῶς ἐκφερομένων, καὶ ὅσαι λήγουσιν εἰς μακρὸν ἢ μακρῶς λεγόμενον γράμμα ἤ τι τῶν ἡμιφώνων τε καὶ ἀφώνων· βραχεῖαι δὲ αἱ ἐκ βραχέος φωνήεντος ἢ βραχέως λαμβανομένου. μήκους δὲ καὶ βραχύτητος συλλαβῶν οὐ μία φύσις, ἀλλὰ καὶ μακρότεραί τινές εἰσι τῶν μακρῶν καὶ βραχύτεραι τῶν βραχειῶν. ἔσται δὲ τοῦτο φανερὸν ἐπὶ τῶν παραδειγμάτων.

     Ὁμολογεῖται δὴ βραχεῖα εἶναι συλλαβή, ἣν ποιεῖ φωνῆεν γράμμα βραχὺ τὸ ο, ὡς λέγεται Ὁδός. ταύτῃ προστεθήτω γράμμα ἓν τῶν ἡμιφώνων τὸ ρ, καὶ γενέσθω Ῥόδος· μένει μὲν ἔτι βραχεῖα ἡ συλλαβή, πλὴν οὐχ ὁμοίως, ἀλλ’ ἕξει τινὰ παραλλαγὴν παρὰ τὴν προτέραν· ἔτι προστεθήτω ταύτῃ τῶν ἀφώνων γραμμάτων ἓν τὸ τ, καὶ γενέσθω Τρόπος· μείζων αὕτη τῶν προτέρων ἔσται συλλαβῶν, καὶ ἔτι βραχεῖα μένει· τρίτον ἔτι γράμμα τῇ αὐτῇ συλλαβῇ προστεθήτω τὸ σ, καὶ γενέσθω Στρόφος· τρισὶν αὕτη προσθήκαις ἀκουσταῖς μακροτέρα γενήσεται τῆς βραχυτάτης μένουσα ἔτι βραχεῖα. οὐκοῦν τέσσαρες αὗται βραχείας συλλαβῆς διαφοραὶ τὴν ἄλογον αἴσθησιν ἔχουσαι τῆς παραλλαγῆς μέτρον. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῆς μακρᾶς· ἡ γὰρ ἐκ τοῦ η γινομένη συλλαβὴ μακρὰ τὴν φύσιν οὖσα, τεττάρων γραμμάτων προσθήκαις παραυξηθεῖσα, τριῶν μὲν προταττομένων, ἑνὸς δὲ ὑποταττομένου, καθ’ ἣν λέγεται Σπλήν, μείζων ἂν δήπου λέγοιτο εἶναι τῆς προτέρας ἐκείνης τῆς μονογραμμάτου μειουμένη τε αὖ πάλιν καθ’ ἕκαστον τῶν προστεθέντων γραμμάτων τὰς ἐπὶ
τοὔλαττον παραλλαγὰς αἰσθητὰς ἂν ἔχοι.

     Πρῶτον μὲν δὴ θεώρημα τοῦτο τῶν ἐν ταῖς συλλαβαῖς παθῶν· ἕτερον δὲ τοιόνδε. τῶν γραμμάτων πολλὰς ἐχόντων διαφορὰς οὐ μόνον περὶ τὰ μήκη καὶ τὰς βραχύτητας, ἀλλὰ καὶ περὶ τοὺς ἤχους, ὑπὲρ ὧν ὀλίγῳ πρότερον εἴρηκα, ἀνάγκη καὶ τὰς ἐκ τούτων συνισταμένας συλλαβὰς ἅμα τήν τε ἰδίαν ἑκάστου σώζειν δύναμιν καὶ τὴν κοινὴν ἁπάντων, ἣ γίνεται διὰ τῆς κράσεώς τε καὶ παραθέσεως αὐτῶν· ἐξ ὧν μαλακαί τε φωναὶ καὶ σκληραί, καὶ λεῖαι καὶ τραχεῖαι, γλυκαίνουσαί τε τὴν ἀκοὴν καὶ πικραίνουσαι, καὶ στύφουσαι καὶ διαχέουσαι, καὶ πᾶσαν ἄλλην κατασκευάζουσαι διάθεσιν φυσικήν· αὗται δέ εἰσι μυρίαι τὸ πλῆθος.

     Ταῦτα ἤδη καταμαθόντες οἱ χαριέστατοι ποιητῶν τε καὶ συγγραφέων τὰ μὲν αὐτοὶ κατασκευάζουσιν ὀνόματα, συμπλέκοντες ἐπιτηδείως ἀλλήλοις τὰ γράμματα, καὶ τὰς συλλαβὰς δὲ οἰκείας οἷς ἂν βούλωνται παραστῆσαι πάθεσι ποικίλως φιλοτεχνοῦσιν· ὡς Ὅμηρος ποιεῖ, ἐπὶ μὲν τῶν προσηνέμων αἰγιαλῶν τῇ παρεκτάσει τῶν συλλαβῶν τὸν ἄπαυστον ἐκφαίνειν βουλόμενος ἦχον·

     Ἠιόνες βοόωσιν, ἐρευγομένης ἁλὸς ἔξω·

  ἐπὶ δὲ τοῦ τετυφλωμένου Κύκλωπος τό τε τῆς ἀλγηδόνος μέγεθος καὶ τὴν διὰ τῶν χειρῶν βραδεῖαν ἔρευναν τῆς τοῦ σπηλαίου θύρας·

     Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι

     χερσὶ ψηλαφόων· καὶ ἄλλοθί που δέησιν ἐνδείξασθαι βουλόμενος πολλὴν καὶ κατεσπουδασμένην·

     Οὐδ’ εἴ κεν μάλα πολλὰ πάθῃ ἑκάεργος Ἀπόλλων,

     προπροκυλινδόμενος πατρὸς Διός· καὶ μυρία τοιαῦτα.

  [16] Πολλὰ δὲ καὶ παρὰ τῶν ἔμπροσθεν λαμβάνουσιν ὡς ἐκεῖνοι κατεσκεύασαν, ὅσα μιμητικὰ τῶν πραγμάτων ἐστίν, ὡς ἔχει ταυτί·

     Ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο.

     Αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.

     Αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος.

     Σκέπτετ’ ὀιστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων.

  μεγάλη δὲ τούτων ἀρχὴ καὶ διδάσκαλος ἡ φύσις, ἡ ποιοῦσα μιμητικοὺς καὶ θετικοὺς ἡμᾶς τῶν ὀνομάτων, οἷς δηλοῦται τὰ πράγματα κατά τινας εὐλόγους καὶ κινητικὰς τῆς διανοίας ὁμοιότητας· ὑφ’ ὧν ἐδιδάχθημεν ταύρων τε μυκήματα λέγειν καὶ χρεμετισμοὺς ἵππων καὶ φριμαγμοὺς τράγων, πυρός τε βρόμον καὶ πάταγον ἀνέμων καὶ συριγμὸν κάλων καὶ ἄλλα τούτοις ὅμοια, τὰ μὲν φωνῆς μιμήματα, τὰ δὲ μορφῆς, τὰ δὲ ἔργων, τὰ δὲ πάθους, τὰ δὲ κινήσεως, τὰ δ’ ἠρεμίας, τὰ δ’ ἄλλου τινός.

     Τί δὴ τὸ κεφάλαιον τοῦ λόγου; ὅτι παρὰ μὲν τὰς τῶν γραμμάτων συμπλοκὰς ἡ τῶν συλλαβῶν γίνεται σύνθεσις ποικίλη, παρὰ δὲ τὴν τῶν συλλαβῶν σύνθεσιν ἡ τῶν ὀνομάτων φύσις παντοδαπή, παρὰ δὲ τὰς τῶν ὀνομάτων ἁρμονίας πολύμορφος ὁ λόγος· ὥστε πολλὴ ἀνάγκη καλὴν μὲν εἶναι λέξιν ἐν ᾗ καλά ἐστιν ὀνόματα· κάλλους δὲ ὀνομάτων συλλαβάς τε καὶ γράμματα καλὰ αἴτιον εἶναι· ὁμοίως δὲ καὶ ἡδεῖαν διάλεκτον ἐκ τούτων ἡδυνόντων γίνεσθαι. Ὅμηρος γοῦν ὅταν μὲν ὥραν ὄψεως εὐμόρφου ἐπιδείξασθαι βούληται, τῶν τε φωνηέντων τοῖς κρατίστοις χρήσεται καὶ τῶν ἡμιφώνων τοῖς μαλακωτάτοις· καὶ οὐ καταπυκνώσει τοῖς ἀφώνοις τὰς συλλαβὰς οὐδὲ συγκόψει τοὺς ἤχους παρατιθεὶς ἀλλήλοις τὰ δυσέκφορα· πραεῖαν δέ τινα ποιήσει τὴν ἁρμονίαν τῶν γραμμάτων καὶ ῥέουσαν ἀλύπως διὰ τῆς ἀκοῆς, ὡς ἔχει ταυτί·

     Ἡ δ’ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,

     Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσῇ Ἀφροδίτῃ.

     Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ

     φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα.

     Καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς

     γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα.

  ὅταν δ’ οἰκτρὰν ἢ φοβερὰν ἢ ἀγέρωχον ὄψιν εἰσάγῃ, τῶν φωνηέντων οὐ τὰ κράτιστα θήσει, ἀλλὰ τῶν ψοφοειδῶν ἢ ἀφώνων τὰ δυσεκφορώτατα· καὶ καταπυκνώσει τούτοις τὰς συλλαβάς·

     Σμερδαλέος δ’ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ.

     Τῇ δ’ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο

     δεινὸν δερκομένη· περὶ δὲ Δεῖμός τε Φόβος τε.

  ποταμῶν δέ γε σύρρυσιν εἰς χωρίον ἓν καὶ πάταγον ὑδάτων ἀναμισγομένων ἐκμιμήσασθαι τῇ λέξει βουλόμενος οὐκέτι λείας συλλαβάς, ἀλλ’ ἰσχυρὰς καὶ ἀντιτύπους θήσει·

     Ὡς δ’ ὅτε χείμαρροι ποταμοὶ κατ’ ὄρεσφι ῥέοντες

     ἐς μισγάγκειαν συμβάλλετον ὄμβριμον ὕδωρ· καὶ μυρία τοιαῦτα. εἰ μὲν οὖν ἐγχωροίη πάντ’ εἶναι τὰ μόρια τῆς λέξεως, ὑφ’ ὧν μέλλει δηλοῦσθαι τὸ πρᾶγμα, εὔφωνά τε καὶ καλλιρρήμονα, μανίας ἔργον ζητεῖν τὰ χείρω· εἰ δὲ ἀδύνατον εἴη τοῦτο, ὥσπερ ἐπὶ πολλῶν ἔχει, τῇ πλοκῇ καὶ μίξει καὶ παραθέσει πειρατέον ἀφανίζειν τὴν τῶν χειρόνων φύσιν· καὶ γὰρ καὶ τὰ ἐν τῇ Βοιωτίᾳ ὀνόματα Ὑρία καὶ Μυκαλησσὸς καὶ Γραία καὶ Ἐτεωνὸς καὶ τὰ τοιαῦτα οὐδεμίαν ἔχει καλλιλογίαν· ἀλλ’ οὕτως αὐτὰ καλ�
�ς Ὅμηρος συνύφαγκε καὶ παραπληρώμασιν εὐφώνοις διείληφεν, ὥστε μεγαλοπρεπέστερα φαίνεσθαι πάντων ὀνομάτων.

  [17] Ἵνα δὲ μηδεὶς εἰκῇ με δόξῃ λέγειν ῥυθμοὺς καὶ μέτρα μουσικῆς οἰκεῖα θεωρίας εἰς οὐ ῥυθμικὴν οὐδ’ ἔμμετρον εἰσάγοντα διάλεκτον (ἔφην γὰρ τοὺς ῥυθμοὺς οὐ μικρὰν μοῖραν ἔχειν τῆς ἀξιωματικῆς θέσεως), ἀποδώσω καὶ τὸν ὑπὲρ τούτων λόγον. ἔχει δ’ οὕτως. πᾶν μέρος λόγου, ὃ μὴ μονοσύλλαβόν ἐστιν, ἐν ῥυθμῷ τινι λέγεται· τὸ δ’ αὐτὸ καλῶ πόδα καὶ ῥυθμόν. Δισυλλάβου μὲν οὖν λέξεως διαφοραὶ τέσσαρες, σπονδεῖος, πυρρίχιος, ἴαμβος, τροχαῖος. ὁ μὲν οὖν πυρρίχιος οὔτε μεγαλοπρεπής ἐστιν οὔτε σεμνός· σχῆμα δὲ αὐτοῦ τοιόνδε

 

‹ Prev