Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 373
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 373

by Dionysius of Halicarnassus


  [17] φημὶ δὴ πάντων δεξιώτατον εἶναι τὸν ῥήτορα κατὰ τὰς εἰσβολὰς τῶν λόγων καὶ χαριέστατον, ἐννοούμενος, ὅτι ἄρξασθαι μὲν καλῶς οὐ ῥᾴδιόν ἐστιν, εἰ δή τις τῇ προσηκούσῃ χρῆσθαι βούλοιτο ἀρχῇ καὶ μὴ τὸν ἐπιτυχόντα λόγον εἰπεῖν (οὐ γὰρ τὸ πρῶτον ῥηθέν, ἀλλ’ ὃ τοῦ προτεθέντος λόγου μηδαμοῦ μᾶλλον ἢ ἐπὶ πρώτου ὠφελήσειε, τοῦτο ἀρχή τε καὶ προοίμιον), ὁρῶν δὲ τὸν ῥήτορα πᾶσι κεχρημένον, οἷς τέχναι τε παραγγέλλουσι καὶ τὰ πράγματα βούλεται. τότε μὲν γὰρ ἀπὸ τοῦ ἰδίου ἐπαίνου λέγων αὐτὸς ἄρχεται, τότε δὲ ἀπὸ τῆς διαβολῆς τοῦ ἀντιδίκου, εἰ δὲ τύχοι αὐτὸς προδιαβληθείς, τὰς αἰτίας πρῶτον ἀπολύεται τὰς καθ’ αὑτοῦ· τότε δὲ τοὺς δικαστὰς ἐπαινῶν καὶ θεραπεύων οἰκείους ἑαυτῷ τε καὶ τῷ πράγματι καθίστησι, τότε δὲ τὴν ἀσθένειαν τὴν ἰδίαν καὶ τὴν πλεονεξίαν τὴν τοῦ ἀντιδίκου καὶ τὸ μὴ περὶ τῶν ἴσων ἀμφοτέροις εἶναι τὸν ἀγῶνα ὑποδείκνυσι· τότε δὲ ὡς κοινὰ τὰ πράγματα καὶ ἀναγκαῖα πᾶσι καὶ οὐκ ἄξια ὑπὸ τῶν ἀκουόντων ἀμελεῖσθαι λέγει, τότε δὲ ἄλλο τι κατασκευάζεται τῶν δυναμένων αὐτὸν μὲν ὠφελῆσαι, τὸν δὲ ἀντίδικον ἐλαττῶσαι. ταῦτα δὲ συντόμως καὶ ἀφελῶς διανοίαις τε χρησταῖς καὶ γνώμαις εὐκαίροις καὶ ἐνθυμήμασι μετρίοις περιλαβὼν ἐπὶ τὴν πρόθεσιν ἐπείγεται, δι’ ἧς τὰ μέλλοντα ἐν ταῖς ἀποδείξεσι λέγεσθαι προειπὼν καὶ τὸν ἀκροατὴν παρασκευάσας εὐμαθῆ πρὸς τὸν μέλλοντα λόγον ἐπὶ τὴν διήγησιν καθίσταται· καὶ ἔστι μεθόριον αὐτῷ ἑκατέρας τῶν ἰδεῶν ὡς τὰ πολλὰ ἡ πρόθεσις, ἤδη δέ ποτε καὶ ἀπὸ μόνης ταύτης ἤρξατο. καὶ ἀπροοιμιάστως ποτὲ εἰσέβαλε τὴν διήγησιν ἀρχὴν λαβών. καὶ οὐκ ἄψυχος οὐδ’ ἀκίνητός ἐστι περὶ ταύτην τὴν ἰδέαν· μάλιστα δ’ ἄν τις αὐτοῦ θαυμάσειε τὴν ἐν τοῖς προοιμίοις δύναμιν, ἐνθυμηθεὶς ὅτι διακοσίων οὐκ ἐλάττους δικανικοὺς γράψας λόγους ἐν οὐδενὶ πέφηνεν οὔτε ἀπιθάνως προοιμιαζόμενος οὔτε ἀπηρτημένῃ τῶν πραγμάτων ἀρχῇ χρώμενος, ἀλλ’ οὐδὲ τοῖς ἐνθυμήμασιν ἐπιβέβληκε τοῖς αὐτοῖς οὐδ’ ἐπὶ τὰς αὐτὰς κατενήνεκται διανοίας. καίτοι γε τοῦτο καὶ οἱ λόγους ὀλίγους γράψαντες εὑρίσκονται πεπονθότες, λέγω δὲ τὸ τοῖς αὐτοῖς ἐπιβαλεῖν τόποις· ἐῶ γὰρ ὅτι καὶ τὰ παρ’ ἑτέροις εἰρημένα λαμβάνοντες ὀλίγου δεῖν πάντες οὐκ ἐν αἰσχύνῃ τίθενται τὸ ἔργον. οὑτοσὶ δὲ καινὸς ὁ ῥήτωρ ἐστὶ καθ’ ἕκαστον τῶν λόγων κατά γε οὖν τὰς εἰσβολὰς καὶ τὰ προοίμια καὶ δυνατός, ὃ βούλοιτο, διαπράξασθαι· οὔτε γὰρ εὔνοιαν κινῆσαι βουλόμενος οὔτε προσοχὴν οὔτε εὐμάθειαν ἀτυχήσειεν ἄν ποτε τοῦ σκοποῦ. κατὰ μὲν δὴ ταύτην τὴν ἰδέαν ἢ πρῶτον ἢ οὐδενὸς δεύτερον αὐτὸν ἀποφαίνομαι.

  [18] ἐν δὲ τῷ διηγεῖσθαι τὰ πράγματα, ὅπερ οἶμαι μέρος πλείστης δεῖται φροντίδος καὶ φυλακῆς, ἀναμφιλόγως ἡγοῦμαι κράτιστον αὐτὸν εἶναι πάντων ῥητόρων, ὅρον τε καὶ κανόνα τῆς ἰδέας ταύτης αὐτὸν ἀποφαίνομαι. οἴομαι δὲ καὶ τὰς τέχνας τῶν λόγων, ἐν αἷς εἴρηταί ‹τι› περὶ διηγήσεως ἀξιόλογον, οὐκ ἐξ ἄλλων τινῶν μᾶλλον ἢ τῶν ὑπὸ Λυσίου γραφεισῶν εἰληφέναι τὰ παραγγέλματα καὶ τὰς ἀφορμάς. καὶ γὰρ τὸ σύντομον μάλιστα αὗται ἔχουσιν αἱ διηγήσεις καὶ τὸ σαφὲς ἡδεῖαί τέ εἰσιν ὡς οὐχ ἕτεραι καὶ πιθαναὶ καὶ τὴν πίστιν ἅμα λεληθότως συνεπιφέρουσιν, ὥστε μὴ ῥᾴδιον εἶναι μήθ’ ὅλην διήγησιν μηδεμίαν μήτε μέρος αὐτῆς ψευδὲς ἢ ἀπίθανον εὑρεθῆναι· τοσαύτην ἔχει πειθὼ καὶ ἀφροδίτην τὰ λεγόμενα καὶ οὕτως λανθάνει τοὺς ἀκούοντας εἴτ’ ἀληθῆ ὄντα εἴτε πεπλασμένα. ὥσθ’ ὅπερ Ὅμηρος ἐπαινῶν τὸν Ὀδυσσέα ὡς πιθανὸν εἰπεῖν καὶ πλάσασθαι τὰ μὴ γενόμενα εἴρηκε, τοῦτό μοι δοκεῖ κἂν ἐπὶ Λυσίου τις εἰπεῖν·

     εἶσκεν ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα.

  πᾶσί τε καὶ παντὸς μάλιστα τοῦτο παρεκελευσάμην ἀσκεῖν τὸ μέρος ἐν τοῖς Λυσίου παραδείγμασι ποιουμένους τὰς γυμνασίας. κράτιστα γὰρ ‹ἂν› ἀποδείξαιτο ταύτην τὴν ἰδέαν ὁ μάλιστα τοῦτον τὸν ἄνδρα μιμησάμενος.

     ἐν δὲ τῷ πιστοῦσθαι τὰ πράγματα τοιοῦτός τις ὁ ἀνήρ [19] ἐστιν. ἄρξομαι δὲ ἀπὸ τῶν καλουμένων ἐντέχνων πίστεων καὶ χωρὶς ὑπὲρ ἑκάστου μέρους διαλέξομαι. τριχῇ δὴ νενεμημένων τούτων εἴς τε τὸ πρᾶγμα καὶ τὸ πάθος καὶ τὸ ἦθος τὰ μὲν ἐκ τοῦ πράγματος οὐδενὸς χεῖρον εὑρεῖν τε καὶ ἐξειπεῖν δύναται Λυσίας. καὶ γὰρ τοῦ εἰκότος ἄριστος ὁ ἀνὴρ εἰκαστὴς καὶ τοῦ παραδείγματος, πῇ τε ὅμοιον εἶναι πέφυκε καὶ πῇ διαφέρον, ἀκριβέστατος κριτὴς τά τε σημεῖα διελεῖν τὰ παρεπόμενα τοῖς πράγμασι καὶ εἰς τεκμηρίων δόξαν ἀγαγεῖν δυνατώτατος. καὶ τὰς ἐκ τῶν ἠθῶν γε πίστεις ἀξιολόγως πάνυ κατασκευάζειν ἔμοιγε δοκεῖ. πολλάκις μὲν γὰρ ἐκ τοῦ βίου καὶ τῆς φύσεως, πολλάκις δ’ ἐκ τῶν προτέρων πράξεων καὶ προαιρέσεων ἀξιόπιστα κατασκευάζει τὰ ἤθη. ὅταν δὲ μηδεμίαν ἀφορμὴν τοιαύτην λάβῃ παρὰ τῶν πραγμάτων, αὐτὸς ἠθοποιεῖ καὶ κατασκευάζει τὰ πρόσωπα τῷ λόγῳ πιστὰ καὶ χρηστά, προαιρέσεις τε αὐτοῖς ἀστείας ὑποτιθεὶς καὶ πάθη μέτρια πρ
οσάπτων καὶ λόγους ἐπιεικεῖς ἀποδιδοὺς καὶ ταῖς τύχαις ἀκόλουθα φρονοῦντας εἰσάγων καὶ ἐπὶ μὲν τοῖς ἀδίκοις ἀχθομένους καὶ λόγοις καὶ ἔργοις, τὰ δὲ δίκαια προαιρουμένους ποιῶν καὶ πάντα ‹τὰ› παραπλήσια τούτοις, ἐξ ὧν ἐπιεικὲς ἂν καὶ μέτριον ἦθος φανείη, κατασκευάζων. περὶ δὲ τὰ πάθη μαλακώτερός ἐστι καὶ οὔτε αὐξήσεις οὔτε δεινώσεις οὔτε οἴκτους οὔθ’ ὅσα τούτοις ἐστὶ παραπλήσια νεανικῶς πάνυ καὶ ἐρρωμένως κατασκευάσαι δυνατός. οὐ δεῖ δὴ ταῦτα ἐπιζητεῖν παρὰ Λυσίου. κἀν τοῖς ἐπιλόγοις δὲ τὸ μὲν ἀνακεφαλαιωτικὸν τῶν ῥηθέντων μέρος μετρίως τε καὶ χαριέντως ἀπαριθμεῖ, τὸ δὲ παθητικὸν ἐκεῖνο, ἐν ᾧ παράκλησίς τε καὶ ἔλεος καὶ δέησις καὶ τὰ τούτοις ἀδελφὰ ἔνεστι, τοῦ προσήκοντος ἐνδεεστέρως ἀποδίδωσι.

  [20] τοιοῦτος μὲν δὴ ἔστιν ὁ Λυσίου χαρακτήρ, ὡς ἐγὼ δόξης ἔχω περὶ αὐτοῦ. εἰ δέ τις ἄλλα παρὰ ταῦτα ἔγνωκεν, λεγέτω· κἂν ᾖ πιθανώτερα, πολλὴν αὐτῷ χάριν εἴσομαι. ἵνα δὲ βέλτιον τῷ βουλομένῳ ἐγγένηται μαθεῖν, εἴτε ὀρθῶς ἡμεῖς ταῦτα καὶ προσηκόντως πεπείσμεθα εἴτε καὶ διημαρτήκαμεν τὴν κρίσιν, τὴν ἐξέτασιν ἐπὶ τῶν ὑπ’ ἐκείνου γραφέντων ποιήσομαι προχειρισάμενός τε ἕνα λόγον (οὐ γὰρ ἐγχωρεῖ πολλοῖς χρῆσθαι παραδείγμασιν) ἐξ ἐκείνου τήν τε προαίρεσιν καὶ τὴν δύναμιν τοῦ ἀνδρὸς ἐπιδείξομαι, ἀποχρῆν οἰόμενος ψυχαῖς εὐπαιδεύτοις καὶ μετρίαις μικρά τε μεγάλων καὶ ὀλίγα πολλῶν γενέσθαι δείγματα. ἔστι δὲ ὁ λόγος ἐκ τῶν ἐπιτροπικῶν, ἐπιγραφόμενος κατὰ Διογείτονος, ὑπόθεσιν δὲ ἔχων τοιάνδε·

  [21] Διόδοτος, εἷς τῶν μετὰ Θρασύλλου καταλεγέντων ἐν τῷ Πελοποννησιακῷ πολέμῳ, μέλλων ἐκπλεῖν εἰς τὴν Ἀσίαν ἐπὶ Γλαυκίππου ἄρχοντος, ἔχων νήπια παιδία, διαθήκας ἐποιήσατο καταλιπὼν αὐτοῖς ἐπίτροπον τὸν ἑαυτοῦ μὲν ἀδελφὸν Διογείτονα, τῶν δὲ παιδίων θεῖόν τε καὶ πάππον ἀπὸ μητρός. αὐτὸς μὲν οὖν ἐν Ἐφέσῳ μαχόμενος ἀποθνῄσκει, Διογείτων δὲ πᾶσαν τὴν οὐσίαν τῶν ὀρφανῶν διαχειρισάμενος καὶ ἐκ πολλῶν πάνυ χρημάτων οὐδὲν ἀποδείξας αὐτοῖς, ἔτι περιὼν κατηγορεῖται πρὸς ἑνὸς τῶν μειρακίων δοκιμασθέντος κακῆς ἐπιτροπῆς. λέγει δὲ κατ’ αὐτοῦ τὴν δίκην ὁ τῆς ἐκείνου μὲν θυγατριδῆς τῶν δὲ μειρακίων ἀδελφῆς ἀνήρ.

  [22] προὔλαβον δὲ τὴν ὑπόθεσιν, ἵνα μᾶλλον γένηται καταφανές, εἰ μετρίᾳ καὶ προσηκούσῃ ἀρχῇ κέχρηται·

  [23] ‘Εἰ μὲν μὴ μεγάλα ἦν τὰ διαφέροντα, ὦ ἄνδρες δικασταί, οὐκ ἄν ποτε εἰς ὑμᾶς εἰσελθεῖν τούτους εἴασα, νομίζων αἴσχιστον εἶναι πρὸς τοὺς οἰκείους διαφέρεσθαι, εἰδὼς ὅτι οὐ μόνον οἱ ἀδικοῦντες χείρους ὑμῖν εἶναι δοκοῦσιν, ἀλλὰ καὶ οἵτινες ἂν ἔλαττον ὑπὸ τῶν προσηκόντων ἔχοντες ἀνέχεσθαι μὴ δύνωνται. ἐπειδὴ μέντοι, ὦ ἄνδρες δικασταί, πολλῶν χρημάτων ἀπεστέρηνται καὶ πολλὰ καὶ δεινὰ πεπονθότες ὑφ’ ὧν ἥκιστα ἐχρῆν ἐπ’ ἐμὲ κηδεστὴν ὄντα κατέφυγον, ἀνάγκη μοι γεγένηται εἰπεῖν ὑπὲρ αὐτῶν. ἔχω δὲ τούτων μὲν ἀδελφὴν Διογείτονος δὲ θυγατριδῆν· καὶ πολλὰ δεηθεὶς ἀμφοτέρων τὸ μὲν πρῶτον ἔπεισ’ αὐτοὺς ‹τοῖς› φίλοις ἐπιτρέψαι δίαιταν, περὶ πολλοῦ ποιούμενος τὰ τούτων πράγματα μηδένα τῶν ἄλλων εἰδέναι. ἐπειδὴ δὲ Διογείτων, ἃ φανερῶς ἔχων ἐξηλέγχετο, περὶ τούτων οὐδενὶ τῶν αὑτοῦ φίλων ἐτόλμα πείθεσθαι, ἀλλ’ ἠβουλήθη καὶ φεύγειν δίκας καὶ μὴ οὔσας διώκειν καὶ ὑπομεῖναι τοὺς ἐσχάτους κινδύνους μᾶλλον ἢ τὰ δίκαια ποιήσας ἀπηλλάχθαι τῶν πρὸς τούτους ἐγκλημάτων, ὑμῶν δέομαι, ἐὰν μὲν ἀποδείξω οὕτως αἰσχρῶς αὐτοὺς ἐπιτετροπευμένους ὑπὸ τοῦ πάππου, ὡς οὐδεὶς πώποτε ὑπὸ τῶν οὐδὲν προσηκόντων ἐν τῇ πόλει, βοηθεῖν αὐτοῖς τὰ δίκαια· εἰ δὲ μή, τούτῳ μὲν ἅπαντα πιστεύειν, ἡμᾶς δὲ εἰς τὸν λοιπὸν χρόνον ἡγεῖσθαι χείρους εἶναι. ἐξ ἀρχῆς δ’ ὑμᾶς περὶ αὐτῶν διδάξαι πειράσομαι.’

  [24] τοῦτο τὸ προοίμιον ἁπάσας ἔχει τὰς ἀρετάς, ὅσας δεῖ τὸ προοίμιον ἔχειν. δηλώσουσι δὲ οἱ κανόνες αὐτῷ παρατεθέντες οἱ τῶν τεχνῶν. ἅπαντες γὰρ δή που παραγγέλλουσιν οἱ συνταξάμενοι τὰς τέχνας, ὅταν πρὸς οἰκείους ὁ ἀγών, σκοπεῖν ὅπως μὴ πονηροὶ μηδὲ φιλοπράγμονες οἱ κατήγοροι φανήσονται. κελεύουσίν τε πρῶτον μὲν τὴν αἰτίαν εἰς τοὺς ἀντιδίκους περιιστάναι καὶ τοῦ ἐγκλήματος καὶ τοῦ ἀγῶνος καὶ λέγειν, ὅτι μεγάλα τἀδικήματα καὶ οὐκ ἐνῆν αὐτὰ μετρίως ἐνεγκεῖν καὶ ὅτι ὑπὲρ ἀναγκαιοτέρων προσώπων ὁ ἀγὼν καὶ ἐρήμων καὶ ἧττον ὑπεροφθῆναι ἀξίων, οἷς μὴ βοηθοῦντες κακίους ἂν ἐφάνησαν· καὶ ὅτι προκαλούμενοι τοὺς ἀντιδίκους εἰς διαλλαγὰς καὶ φίλοις τὰ πράγματα ἐπιτρέποντες καὶ τὰ δυνατὰ ἐλαττοῦσθαι ὑπομένοντες οὐδενὸς ἠδυνήθησαν τυχεῖν τῶν μετρίων. ταῦτα μὲν δὴ παραγγέλλουσι ποιεῖν οἱ τεχνογράφοι, ἵνα τὸ ἦθος τοῦ λέγοντος ἐπιεικέστερον εἶναι δόξῃ. δύναται δὲ αὐτοῖς εὔνοιαν τοῦτο ποιεῖν καὶ ἔστι κράτιστον τῆς κατασκευῆς μέρος. ταῦθ’ ὁρῶ πάντα διὰ τοῦ προοιμίου τοῦδε γεγονότα. καὶ μὴν εἴς γε τὸ εὐμαθεῖς τοὺς ἀκροατὰς ποιῆσαι κελεύουσι συστρέψαντας εἰπ�
�ῖν τὸ πρᾶγμα, ἵνα μὴ ἀγνοῶσι τὴν ὑπόθεσιν οἱ δικασταί, καὶ οἷά περ ἂν ᾖ τὰ μέλλοντα λέγεσθαι, τοιοῦτο καὶ τὸ προοίμιον ὑποτίθεσθαι ἀπ’ ἀρχῆς καὶ δεῖγμα τοῦ πράγματος ποιουμένους κατευθὺ ἀπ’ ἐνθυμημάτων πειρᾶσθαι ἄρχεσθαι. ἔχει δὴ καὶ ταῦτα τὸ προοίμιον. ἔτι περὶ τῆς προσοχῆς ὧδέ πως τεχνολογοῦσιν, ὅτι δεῖ τὸν προσεκτικοὺς μέλλοντα ποιεῖν τοὺς ἀκροατὰς καὶ λέγειν θαυμαστὰ καὶ παράδοξα καὶ δεῖσθαι τῶν δικαστῶν ἀκοῦσαι. φαίνεται δὴ καὶ ταῦτα πεποιηκὼς ὁ Λυσίας. καὶ πρόσεστι τούτοις τὸ λεῖον τῆς ἑρμηνείας καὶ τὸ ἀφελὲς τῆς κατασκευῆς, ὧν μάλιστα δεῖ τοῖς ὑπ’ οἰκείων προοιμιαζομένοις. ἄξιον δὲ καὶ τὴν διήγησιν ὡς ᾠκονόμηται καταμαθεῖν. ἔχει δὲ οὕτως·

 

‹ Prev