[14] εἰρηκὼς δὲ καὶ περὶ τῶν πραγμάτων ὅτι δεινότερός ἐστιν οἰκονομῆσαι Λυσίου καὶ ὅλους τοὺς λόγους καὶ τὰ μέρη αὐτῶν καὶ οὐδὲν ἔξω ποιῶν τῆς τέχνης, ᾗ μετὰ ταῦτα πολλῇ ὁ Δημοσθένης ἐχρήσατο, βούλομαι καὶ τὰς ὑπὲρ τούτων παρασχέσθαι πίστεις. ἔσται δὲ κεφαλαιώδης τε καὶ ὡς πρὸς ἀνεγνωκότας τὸν ἄνδρα ὁ λόγος· οὐ γὰρ ἐγχωρεῖ παραδείγματα πάντων τιθέναι. αὐτίκα τὰς διηγήσεις τότε μὲν ἀπροκατασκευάστους καὶ συντόμους καὶ οὐδὲν προκαταλαμβανούσας τῶν ἀποδεικτικῶν ἐν τῇ προσηκούσῃ τίθησι χώρᾳ, καθάπερ ἐν τῷ πρὸς Μέδοντα ποιεῖ λόγῳ καὶ ἐν τῷ πρὸς Ἁγνόθεον καὶ ἐν τῇ πρὸς τοὺς δημότας ἀμφισβητήσει περὶ τοῦ χωρίου καὶ ἐν ἄλλοις συχνοῖς. τότε δὲ μερίσας αὐτὰς κατὰ κεφάλαια καὶ παρ’ ἕκαστον αὐτῶν τὰς πίστεις παρατιθεὶς ἐκμηκύνει τε μᾶλλον καὶ ἐκβαίνει τὸ τῆς διηγήσεως σχῆμα, τῷ συμφέροντι χρώμενος. ταύτης ἐστὶ τῆς ἰδέας ἥ τε πρὸς Ἕρμωνα ὑπὲρ τῆς ἐγγύης ἀπολογία καὶ ἡ πρὸς Εὐκλείδην ἀμφισβήτησις ὑπὲρ τῆς τοῦ χωρίου λύσεως καὶ ἡ ὑπὲρ Εὐφιλήτου πρὸς τὸν Ἐρχιέων δῆμον ἔφεσις. ἐν γὰρ δὴ τοῖς λόγοις τούτοις μακροτέρας τὰς διηγήσεις οὔσας οὐχ ἅμα τίθησιν ὅλας, ἀλλὰ κατὰ μέρη διαλαμβάνων ἐφ’ ἑκάστῳ κεφαλαίῳ τούς τε μάρτυρας ἐπάγεται καὶ τὰς ἄλλας παρέχεται πίστεις, δεδοικώς, παρ’ ὅσα γοῦν ἐμοὶ δοκεῖ, μὴ δυσπαρακολούθητος γένηται διὰ τὸ πλῆθος τῶν κεφαλαίων ὁ λόγος καὶ πελαγίσῃ, αἵ τε πίστεις εἰς ἓν χωρίον ἅπασαι συναχθεῖσαι, πολλαὶ καὶ περὶ πολλῶν οὖσαι πραγμάτων, μὴ συνταράξωσι τὴν σαφήνειαν. τοιγάρτοι μετὰ τὰς διηγήσεις τὰς οὕτως ᾠκονομημένας οὐκ ἔτι τὰς προηγουμένας ἀποδείξεις πολλοῖς βεβαιοῦται λόγοις οὐδ’ ἔστιν ὅμοιος τοῖς νέοις τεχνογράφοις, ἀλλὰ τὰς τῶν ἀντιδίκων πίστεις ἀναιρεῖν οἴεται δεῖν.
[15] τότε δὲ προκατασκευάζεταί τινα πρὸ τῶν διηγήσεων πράγματα καὶ προλαμβάνει τὰ μέλλοντα πιστοτέρας αὐτὰς ἢ κατ’ ἄλλο τι χρησιμωτέρας ποιήσειν [οἰόμενος], ὡς ἐν τῇ λήξει τῇ πρὸς Ἀριστογείτονα καὶ Ἄρχιππον εὑρίσκεται πεποιηκώς, ἐν ᾗ κλήρου τις ἀμφισβητῶν, ἀδελφὸς ὢν τοῦ τελευτήσαντος, προκαλεῖται τὸν ἔχοντα τἀφανῆ χρήματα εἰς ἐμφανῶν κατάστασιν, ὁ δὲ τοῦ κλήρου κρατῶν παραγράφεται τὴν κλῆσιν, δεδόσθαι λέγων ἑαυτῷ τὰ χρήματα κατὰ διαθήκας. διττῆς δὲ τῆς ἀμφισβητήσεως ὑπαρχούσης, τῆς μὲν περὶ τοῦ γεγονέναι τὰς διαθήκας ἢ μή, τῆς δέ, τῶν διαθηκῶν ἀμφισβητουμένων ἤδη, τίνα δεῖ τοῦ κλήρου κρατεῖν, πρῶτον ἀποδοὺς τὸν ὑπὲρ τῶν νόμων λόγον καὶ ‹κατὰ› τοῦτο ἀποδείξας τὸ μέρος, ὡς οὐ δεῖ τὸν ἐπίδικον κρατεῖσθαι κλῆρον πρὸ δίκης, οὕτως ἐπὶ τὴν διήγησιν ἔρχεται, δι’ ἧς ἀποδείκνυσιν οὐδὲ γεγενημένας ὑπὸ τοῦ τετελευτηκότος τὰς διαθήκας. καὶ οὐδὲ ταύτην τὴν διήγησιν ἁπλῶς πως συστρέψας καὶ ἀκατασκευάστως τίθησιν, ἀλλὰ καὶ ταύτην μακροτέραν οὖσαν ἀποτομαῖς τισι διαλαμβάνει καὶ καθ’ ἕκαστον εἶδος μάρτυρας ἀναβιβάζεται καὶ προκλήσεις ἀναγινώσκει καὶ συνθήκας παρέχεται τεκμηρίοις τε καὶ σημείοις καὶ τοῖς ἐκ τῶν εἰκότων ἐλέγχοις ἅπασι χρῆται. πολλὰς δ’ ἂν ἔχοιμι καὶ ἄλλας παρασχέσθαι διηγήσεις, πρὸς τὸ συμφέρον ᾠκονομημένας ὑπὸ τοῦ ῥήτορος προκατασκευαῖς, παρασκευαῖς, μερισμοῖς, χωρίων ἀλλαγαῖς, πραγμάτων μεταγωγαῖς, τῷ τὰ κεφάλαια ἀνεστράφθαι, τῷ μὴ κατὰ τοὺς χρόνους τὰ πραχθέντα εἰρῆσθαι, τῷ [ὡς] μὴ πάντα μηδ’ ἅμ’ ὡς φύσιν εἶχε πραχθῆναι μηδ’ ὡς ἂν ἰδιώτης τις εἴποι λέγεσθαι, μυρίοις ἄλλοις τοιούτοις τρόποις. ἀλλ’ οὔτε χρόνον ἱκανὸν ἔχω περὶ πασῶν λέγειν, ἐκδιηγούμενος εὐθὺς ἐφ’ ἑκάστης τὴν τέχνην, ὡς ἐβουλόμην ἄν, οὔθ’ ὁ πρὸς τοὺς ἐπισταμένους τὰ πράγματα λόγος ἐν τῷ πλήθει τῶν παραδειγμάτων τὸ πιστὸν ἔχει ἀλλ’ ἀρκεῖ τοῖς τοιούτοις καὶ ἡ βραχεῖα δήλωσις.
[16] ἐρῶ δὲ καὶ κεφαλαιωδῶς περὶ ταύτης τῆς ἰδέας ἣν ἐγὼ δόξαν ἔχω καὶ τίνι διαφέρειν οἴομαι τὸν Ἰσαῖον τοῦ Λυσίου. τοῦ Λυσίου μὲν δή τις ἀναγινώσκων τὰς διηγήσεις οὐδὲν ἂν ὑπολάβοι λέγεσθαι κατὰ τέχνην ἢ πονηρίαν, ἀλλ’ ὡς ἡ φύσις καὶ ἡ ἀλήθεια φέρει, αὐτὸ τοῦτο ἀγνοῶν τῆς τέχνης, ὅτι τὸ μιμήσασθαι τὴν φύσιν αὐτῆς μέγιστον ἔργον ἦν. ἐπὶ δὲ τῶν Ἰσαίου διηγημάτων τοὐναντίον ἂν πάθοι, μηδὲν ὑπολαβεῖν αὐτοφυῶς καὶ ἀπραγματεύτως λέγεσθαι μηδ’ εἴ τινα ὡς ἔτυχε γενόμενα εἴρηται, ἐκ κατασκευῆς δὲ πάντα καὶ μεμηχανημένα πρὸς ἀπάτην ἢ ἄλλην τινὰ κακουργίαν. καὶ τῷ μὲν ἂν καὶ τὰ ψευδῆ λέγοντι πιστεύσειεν ἄν, τῷ δὲ μηδ’ ἂν ἀληθεύῃ, χωρὶς ὑποψίας προσέξει.
ἐν δὲ τοῖς ἀποδεικτικοῖς διαλλάττειν ἂν δόξειεν Ἰσαῖος Λυσίου τῷ τε μὴ κατ’ ἐνθύμημά τι λέγειν ἀλλὰ κατ’ ἐπιχείρημα καὶ τῷ μὴ βραχέως ἀλλὰ διεξοδικῶς μηδὲ ἁπλῶς ἀλλ’ ἀκριβῶς αὔξειν τε μᾶλλον καὶ δεινότερα ποιεῖν τὰ πράγματα καὶ τὰ πάθη ποιεῖν γεννικώτερα. ἐν γὰρ δὴ τούτοις οὐχ ἧττόν ἐστι φανερὸς τῇ Δημοσθένους τέχνῃ τὰς ἀφορμὰς δεδωκώς, ἀλλ’ οὐ τὴν Λυσίου διώκων ἀφέλειαν, ὡς ἐκ πολλῶν ἔστι λόγων, μᾶλλον δὲ ἐκ �
�άντων τῶν γραφέντων ὑπ’ αὐτοῦ τεκμήρασθαι. εἰ δέ τι δεῖ καὶ παραδείγμασι χρῆσθαι, μή τις ἀναπόδεικτα δόξῃ λέγειν ἡμᾶς, ποιήσω καὶ τοῦτο, προχειρισάμενος τὸν ὑπὲρ Εὐφιλήτου λόγον, ἐν ᾧ τὸν Ἐρχιέων δῆμον εἰς τὸ δικαστήριον προσκαλεῖταί τις τῶν ἀποψηφισθέντων ὡς ἀδίκως τῆς πολιτείας ἀπελαυνόμενος. ἐγράφη γὰρ δή τις ὑπὸ τῶν Ἀθηναίων νόμος ἐξέτασιν γενέσθαι τῶν πολιτῶν κατὰ δήμους, τὸν δὲ ἀποψηφισθέντα ὑπὸ τῶν δημοτῶν τῆς πολιτείας μὴ μετέχειν, τοῖς δὲ ἀδίκως ἀποψηφισθεῖσιν ἔφεσιν εἰς τὸ δικαστήριον εἶναι, προσκαλεσαμένοις τοὺς δημότας, καὶ ἐὰν τὸ δεύτερον ἐξελεγχθῶσι, πεπρᾶσθαι αὐτοὺς καὶ τὰ χρήματα εἶναι δημόσια. κατὰ τοῦτον τὸν νόμον ὁ Εὐφίλητος προσκαλεσάμενος τοὺς Ἐρχιέας ὡς ἀδίκως καταψηφισαμένους αὐτοῦ τὸν ἀγῶνα τόνδε διατίθεται. προείρηται μὲν δὴ τὰ πράγματα ταῦτ’ ἀκριβῶς καὶ πεπίστωται διὰ τῶν μαρτύρων, οἷς δὲ βεβαίας βούλεται ποιῆσαι τὰς μαρτυρίας, τάδε ἐστίν, ὡς μὲν ἐγὼ δόξης ἔχω, πάντ’ ἀκριβῶς ἐξειργασμένα. κρινέτω δὲ ὁ βουλόμενος, εἰ τὰ προσήκοντα ἔγνωκα περὶ αὐτῶν·
[17] ‘ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἀδελφὸς ἡμῖν ἐστιν οὑτοσὶ Εὐφίλητος, οὐ μόνον ἡμῶν ἀλλὰ καὶ τῶν συγγενῶν ἁπάντων ἀκηκόατε μαρτυρούντων. σκέψασθε δὲ πρῶτον τὸν πατέρα ἡμῶν, τίνος ἕνεκεν ἂν ψεύδοιτο καὶ τοῦτον μὴ ὄντα αὐτοῦ υἱὸν εἰσεποιεῖτο. πάντας γὰρ εὑρήσετε τοὺς τὰ τοιαῦτα πράττοντας ἢ οὐκ ὄντων αὐτοῖς γνησίων παίδων ἢ διὰ πενίαν ἀναγκαζομένους ξένους ἀνθρώπους εἰσποιεῖσθαι, ὅπως ὠφελῶνταί τι ἀπ’ αὐτῶν δι’ αὐτοὺς Ἀθηναίων γεγονότων. τῷ τοίνυν πατρὶ τούτων οὐδέτερον ὑπάρχει. γνήσιοι μὲν γὰρ αὐτῷ ἡμεῖς δύο υἱεῖς ἐσμεν· ὥστε οὐκ ἄν γε δι’ ἐρημίαν τοῦτον εἰσεποιεῖτο. ἀλλὰ μὴν οὐδὲ τροφῆς τε καὶ εὐπορίας τῆς παρὰ τούτου δεόμενος. ἔστι γὰρ αὐτῷ ‹βίος› ἱκανὸς καὶ χωρὶς τούτου μεμαρτύρηται ὑμῖν τοῦτον ἐκ παίδων τρέφων καὶ ἀσκῶν καὶ εἰς ‹τοὺς› φράτερας εἰσάγων· καὶ ταῦτα οὐ μικρὰ δαπανήματά ἐστιν. ὥστε τόν τε πατέρα ἡμῶν οὐκ εἰκός ἐστιν, ὦ ἄνδρες δικασταί, μηδὲν ὠφελούμενον οὕτως ἀδίκῳ πράγματι ἐπιχειρῆσαι. ἀλλὰ μὴν οὐδ’ ἐμέ γε οὐθεὶς ἀνθρώπων οὕτως τελέως ἂν ἄφρονα ὑπολάβοι, ὥστε τούτῳ μαρτυρεῖν τὰ ψευδῆ, ὅπως τὰ πατρῷα διὰ πλειόνων διανείμωμαι. καὶ γὰρ οὐδ’ ἀμφισβητῆσαί μοι ἐξουσία γένοιτ’ ἂν ὕστερον, ὡς οὐκ ἔστιν ἀδελφὸς οὗτος. ἐμοῦ γὰρ οὐθεὶς ἂν ὑμῶν τὴν φωνὴν ἀνάσχοιτ’ ἂν ἀκούων, ‹εἰ› νῦν μὲν ὑπόδικον ἐμαυτὸν καθιστὰς μαρτυρῶ, ὡς ἔστιν ἀδελφὸς ἡμέτερος, ὕστερον δὲ φαινοίμην τούτοις ἀντιλέγων. οὐ μόνον τοίνυν ἡμᾶς, ὦ ἄνδρες δικασταί, εἰκός ἐστι τἀληθῆ μεμαρτυρηκέναι ἀλλὰ καὶ τοὺς ἄλλους συγγενεῖς. ἐνθυμήθητε γὰρ πρῶτον μέν, ὅτι οἱ τὰς ἀδελφὰς ἡμῶν ἔχοντες οὐκ ἄν ποτε ἐμαρτύρουν περὶ τούτου τὰ ψευδῆ. μητρυιὰ γὰρ ἡ τούτου μήτηρ ἐγεγένητο ταῖς ἡμετέραις ἀδελφαῖς. εἰώθασι δέ πως ὡς ἐπὶ τὸ πολὺ διαφέρεσθαι ἀλλήλαις αἵ τε μητρυιαὶ καὶ αἱ πρόγονοι. ὥστε εἰ οὗτος ἐξ ἄλλου τινὸς ἀνδρὸς ἦν τῇ μητρυιᾷ καὶ οὐκ ἐκ τοῦ ἡμετέρου πατρός, οὐκ ἄν ποτε, ὦ ἄνδρες δικασταί, τοὺς ἑαυτῶν ἄνδρας αἱ ἀδελφαὶ μαρτυρεῖν ..... ἐπέτρεψαν. καὶ μὴν οὐδ’ ἂν ὁ θεῖος πρὸς μητρὸς ἡμῖν ὤν, τούτῳ δὲ οὐδὲν προσήκων δήπου τῇ τούτου μητρὶ ἠθέλησεν ἄν, ὦ ἄνδρες δικασταί, μαρτυρῆσαι ψευδῆ μαρτυρίαν, δι’ ἣν ἡμῖν γίνεται βλάβη περιφανής, εἴπερ ξένον ὄντα τοῦτον εἰσποιοῦμεν ἀδελφὸν ἡμῖν αὐτοῖς. ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, πρὸς τούτοις ‹πῶς› ἄν τις ὑμῶν καταγνοίη ψευδομαρτυριῶν Δημαράτου τουτουὶ καὶ Ἡγήμονος καὶ Νικοστράτου; οἳ πρῶτον μὲν οὐδὲν αἰσχρὸν οὐδέποτε φανήσονται ἐπιτηδεύσαντες, εἶτα δ’ οἰκεῖοι ὄντες ἡμῖν καὶ εἰδότες ἡμᾶς ἅπαντας μεμαρτυρήκασιν Εὐφιλήτῳ τούτῳ τὴν αὑτοῦ συγγένειαν ἕκαστος. ὥστε ἡδέως κἂν τῶν ἀντιδικούντων ἡμῖν τοῦ σεμνοτάτου πυθοίμην, εἰ ἄλλοθέν ποθεν ἔχοι ἂν ἐπιδεῖξαι αὑτὸν Ἀθηναῖον ἢ ἐκ τούτων, ὧν καὶ ἡμεῖς Εὐφίλητον ἐπιδείκνυμεν. ἐγὼ μὲν γὰρ οὐκ οἶμαι ἄλλο τι ἂν αὐτὸν ‹εἰπεῖν› ἢ ὅτι ἡ μήτηρ ἀστή τέ ἐστι καὶ ‹γαμετὴ καὶ ἀστὸς› ὁ πατήρ· καὶ ὡς ταῦτ’ ἀληθῆ λέγει, παρέχοιτ’ ἂν αὑτῷ τοὺς συγγενεῖς μάρτυρας· εἶτα, ὦ ἄνδρες δικασταί, εἰ μὲν οὗτοι ἐκινδύνευον, ἠξίουν ἂν τοῖς αὑτῶν οἰκείοις ὑμᾶς πιστεύειν μαρτυροῦσι μᾶλλον ἢ τοῖς κατηγόροις. νυνὶ δὲ ἡμῶν πάντα ταῦτα παρεχομένων ἀξιώσουσιν ὑμᾶς τοῖς αὑτῶν πείθεσθαι λόγοις μᾶλλον ἢ τῷ πατρὶ τῷ Εὐφιλήτου καὶ ἐμοὶ καὶ τῷ ἀδελφῷ καὶ τοῖς φράτορσι καὶ πάσῃ τῇ ἡμετέρᾳ συγγενείᾳ; καὶ μὴν οὗτοι μὲν οὐδὲν οὐδενὶ κινδυνεύοντες ἰδίας ἔχθρας ἕνεκα ‹ταῦτα› ποιοῦσιν, ἡμεῖς δὲ πάντας ὑποδίκους ἡμᾶς αὐτοὺς καθιστάντες μαρτυροῦμεν. καὶ πρὸς ταῖς μαρτυρίαις, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ἡ τοῦ Εὐφιλήτου μήτηρ, ἣν οὗτοι ὁμολογοῦσιν ἀστὴν εἶναι, ὅρκον ὀμόσαι ἐπὶ τοῦ διαιτητοῦ ἐβούλετο ἐπὶ Δελφινίῳ, ἦ μὴν τουτονὶ Εὐφίλητον εἶναι ἐξ αὑτῆς καὶ τοῦ ἡμετέρου πατρός. καίτοι τίνα
προσῆκε μᾶλλον αὐτῆς ἐκείνης τοῦτ’ εἰδέναι; ἔπειτα, ὦ ἄνδρες δικασταί, ὁ πατὴρ ὁ ἡμέτερος, ὃν εἰκός ἐστι μετὰ τὴν τούτου μητέρα ἄριστα τὸν αὑτοῦ υἱὸν γινώσκειν, οὗτος καὶ τότε καὶ νυνὶ βούλεται ὀμόσαι, ἦ μὴν Εὐφίλητον τοῦτον υἱὸν εἶναι αὑτοῦ ἐξ ἀστῆς καὶ γαμετῆς γυναικός. πρὸς τούτοις τοίνυν, ὦ ἄνδρες δικασταί, ἐγὼ ἐτύγχανον μὲν τρισκαιδεκαετὴς ὤν, ὥσπερ καὶ πρότερον εἶπον, ὅτε οὗτος ἐγένετο, ἕτοιμος δέ εἰμι ὀμόσαι, ἦ μὴν Εὐφίλητον τουτονὶ ἀδελφὸν εἶναι ἐμαυτοῦ ὁμοπάτριον. ὥστε, ὦ ἄνδρες δικασταί, δικαίως ἂν καὶ τοὺς ἡμετέρους ὅρκους πιστοτέρους νομίζοιτε ἢ τοὺς τούτων λόγους. ἡμεῖς μὲν γὰρ ἀκριβῶς εἰδότες ὀμόσαι περὶ αὐτοῦ θέλομεν, οὗτοι δὲ ταῦτα ἀκηκοότες παρὰ τῶν τούτου διαφόρων ἢ αὐτοὶ πλάττοντες λέγουσι. πρὸς δὲ τούτοις, ὦ ἄνδρες δικασταί, ἡμεῖς μὲν τοὺς συγγενεῖς μάρτυρας καὶ ἐπὶ τῶν διαιτητῶν καὶ ἐφ’ ὑμῶν παρεχόμεθα, οἷς οὐκ ἄξιον ἀπιστεῖν, οὗτοι δέ, ἐπειδὴ ἔλαχεν Εὐφίλητος τὴν δίκην τὴν προτέραν τῷ κοινῷ τῶν δημοτῶν καὶ τῷ τότε δημαρχοῦντι, ὃς νῦν τετελεύτηκε, δύο ἔτη τοῦ διαιτητοῦ τὴν δίαιταν ἔχοντος οὐκ ἠδυνήθησαν οὐδεμίαν μαρτυρίαν εὑρεῖν, ὡς οὑτοσὶ ἄλλου τινὸς πατρός ἐστιν ἢ τοῦ ἡμετέρου. τοῖς δὲ διαιτῶσι μέγιστα ‹ταῦτα› σημεῖα ἦν τοῦ ψεύδεσθαι τούτους καὶ κατεδιῄτησαν αὐτῶν ἀμφότεροι. καί μοι λαβὲ τῆς προτέρας διαίτης τὴν μαρτυρίαν. - Μαρτυρία. - Ὡς μὲν τοίνυν καὶ τότε ὦφλον τὴν δίαιταν, ἀκηκόατε. ἀξιῶ δέ, ὦ ἄνδρες δικασταί, ὥσπερ οὗτοι μέγα τοῦτ’ ἂν ἔφασαν εἶναι σημεῖον, ὡς οὐκ ἔστιν Ἡγησίππου, εἰ οἱ διαιτηταὶ αὐτῶν ἀπεδιῄτησαν, οὕτω τὸ νῦν ἡμῖν τοιοῦτον εἶναι μαρτύριον ὅτι ἀληθῆ λέγομεν, ἐπεὶ ἔδοξαν αὐτοὶ ἀδικεῖν τοῦτον Ἀθηναῖον ὄντα καὶ κυρίως πρῶτον ἐγγραφέντα ὕστερον ἐξαλείψαντες. ὅτι μὲν οὖν ἀδελφὸς ἡμῶν ἐστιν οὑτοσὶ Εὐφίλητος καὶ πολίτης ὑμέτερος καὶ ἀδίκως ὑβρίσθη ὑπὸ τῶν ἐν τῷ δήμῳ συστάντων, ἱκανῶς οἴομαι ὑμᾶς, ὦ ἄνδρες δικασταί, ἀκηκοέναι.’
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 382