Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 389
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 389

by Dionysius of Halicarnassus


  [12] αὕτη μὲν ἡ Λυσίου διήγησις ἐκ τοῦ κατὰ Τίσιδος λόγου. ἣν δὲ νῦν μέλλω λέγειν, Δημοσθένους ἐκ τοῦ κατὰ Κόνωνος, ἧς τὴν πραγματικὴν ὁμοιότητα ἐάσαντες . . . . . . . . . . . . . . . . τὴν ἐν τῇ λέξει σκοπῶμεν· ‘Ἐξήλθομεν ἔτος τουτὶ τρίτον εἰς Πάνακτον φρουρᾶς ἡμῖν προγραφείσης. ἐσκήνωσαν οὖν οἱ υἱεῖς οἱ Κόνωνος τουτουὶ ἐγγὺς ἡμῶν, ὡς οὐκ ἂν ἐβουλόμην. ἡ γὰρ ἐξ ἀρχῆς ἔχθρα καὶ τὰ προσκρούματα ἐκεῖθεν ἡμῖν συνέβη· ἑξῆς δὲ ἀκούσεσθε. ἔπινον ἑκάστοτε οὗτοι τὴν ἡμέραν ὅλην, ἐπειδὴ τάχιστα ἀριστήσειαν, καὶ τοῦθ’, ἕωσπερ ἦμεν ἐν τῇ φρουρᾷ, διετέλουν ποιοῦντες· ἡμεῖς δ’, ὥσπερ ἐνθάδε εἰώθειμεν, οὕτω διήγομεν καὶ ἔξω. καὶ ἣν δειπνοποιεῖσθαι τοῖς ἄλλοις ὥραν συμβαίνοι, ταύτην ἂν οὗτοι ἐπαρῴνουν ἤδη, τὰ μὲν πολλὰ εἰς τοὺς παῖδας τοὺς ἀκολούθους ἡμῶν, τελευτῶντες δὲ καὶ εἰς ἡμᾶς αὐτούς. φήσαντες γὰρ καπνίζειν αὐτοὺς ὀψοποιουμένους τοὺς παῖδας ἢ κακῶς λέγειν, ὅ τι τύχοιεν, ἔτυπτον καὶ τὰς ἀμίδας κατεσκεδάννυσαν καὶ προσεούρουν καὶ ἀσελγείας καὶ ὕβρεως οὐδ’ ὁτιοῦν ἀπέλειπον. ὁρῶντες δὲ ἡμεῖς ταῦτα καὶ λυπούμενοι τὸ μὲν πρῶτον ἀπεπεμψάμεθα· ὡς δ’ ἐχλεύαζον ἡμᾶς καὶ οὐκ ἐπαύοντο, τῷ στρατηγῷ τὸ πρᾶγμα εἴπομεν κοινῇ πάντες οἱ σύσσιτοι προσελθόντες, οὐδὲν ἐγὼ τῶν ἄλλων ἔξω. λοιδορηθέντος δὲ αὐτοῖς ἐκείνου καὶ κακίσαντος αὐτούς, οὐ μόνον περὶ ὧν εἰς ἡμᾶς ἠσέλγαινον ἀλλὰ καὶ περὶ ὧν ἐποίουν ὅλως ἐν τῷ στρατοπέδῳ, τοσούτου ἐδέησαν παύσασθαι ἢ αἰσχυνθῆναι, ὥστε, ἐπειδὴ θᾶττον συνεσκότασεν, εὐθὺς ὡς ἡμᾶς εἰσεπήδησαν ταύτῃ τῇ ἑσπέρᾳ. καὶ τὸ μὲν πρῶτον κακῶς ἔλεγον, ἔπειτα δὲ καὶ πληγὰς ἐνέτειναν ἐμοὶ καὶ τοσαύτην κραυγὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν, ὥστε καὶ τὸν στρατηγὸν καὶ τοὺς ταξιάρχους ἐλθεῖν καὶ τῶν ἄλλων τινὰς στρατιωτῶν, οἳ διεκώλυσαν μηδὲν ἡμᾶς ἀνήκεστον παθεῖν μηδ’ αὐτοὺς ποιῆσαι παροινουμένους ὑπὸ τούτων. τοῦ δὲ πράγματος εἰς τοῦτο παρελθόντος, ὡς δεῦρο ἀνήλθομεν, ἦν ἡμῖν, οἷον εἰκός, ἐκ τούτων ὀργὴ καὶ ἔχθρα πρὸς ἀλλήλους. οὐ μὴν ἔγωγε ᾤμην δεῖν οὔτε δίκην λαχεῖν αὐτοῖς οὔτε λόγον ποιεῖσθαι τῶν συμβάντων. ἀλλ’ ἐκεῖν’ ἁπλῶς ἐγνώκειν τὸ λοιπὸν εὐλαβεῖσθαι καὶ φυλάττεσθαι μὴ πλησιάζειν ὡς τοὺς τοιούτους. πρῶτον μὲν οὖν, ὧν εἴρηκα, τούτων βούλομαι τὰς μαρτυρίας παρασχόμενος μετὰ ταῦτα, ὅσα ὑπὸ τούτου πέπονθα, ἐπιδεῖξαι, ἵνα εἰδῆτε, ὅτι ‹ᾧ› προσῆκε τοῖς τὸ πρῶτον ἁμαρτηθεῖσιν ἐπιτιμᾶν, οὗτος αὐτὸς πρὸς τούτοις πολλῷ δεινότερα διαπέπρακται. - Μάρτυρες. - Ὧν μὲν τοίνυν οὐθένα ᾤμην δεῖν λόγον ποιεῖσθαι, ταῦτά ἐστι. χρόνῳ δ’ ὕστερον οὐ πολλῷ περιπατοῦντος ὥσπερ εἰώθειν ‹ἐσπέρας› ἐν ἀγορᾷ μου μετὰ Φανοστράτου τοῦ Κηφισέως τῶν ἡλικιωτῶν τινος παρέρχεται Κτησίας, ὁ υἱὸς ‹ὁ› τούτου μεθύων κατὰ τὸ Λεωκόριον ἐγγὺς ἰὼν Πυθοδώρου. κατιδὼν δὲ ἡμᾶς καὶ κραυγάσας καὶ διαλεχθείς τι πρὸς αὑτὸν οὕτως, ὡς ἂν μεθύων, ὥστε μὴ μαθεῖν, ὅ τι λέγει, παρῆλθε πρὸς Μελίτην ἄνω. ἔπινον δ’ ἄρα ἐνταῦθα παρὰ Παμφίλῳ τῷ γναφεῖ Κόνων οὑτοσὶ Θεόδωρός τις Ἀλκιβιάδης Σπίνθαρος ὁ Εὐβούλου Θεογένης ὁ Ἀνδρομένους πολλοί τινες, οὓς ἐξαναστήσας ὁ Κτησίας ἐπορεύετο εἰς τὴν ἀγοράν. καὶ ἡμῖν συμβαίνει ἀναστρέφουσιν ἐκ τοῦ Φερρεφαττίου καὶ περιπατοῦσι πάλιν κατ’ αὐτό πως τὸ Λεωκόριον εἶναι, καὶ τούτοις περιτυγχάνομεν. ὡς δ’ ἀνεμίχθημεν, εἷς μὲν αὐτῶν ἀγνώς τις τῷ Φανοστράτῳ προσπίπτει καὶ κατεῖχεν ἐκεῖνον. Κόνων δὲ οὑτοσὶ καὶ ὁ υἱὸς αὐτοῦ καὶ ὁ Ἀνδρομένους υἱὸς ἐμοὶ περιπεσόντες τὸ μὲν πρῶτον ἐξέδυον, εἶτα ὑποσκελίσαντες καὶ ῥάξαντες εἰς τὸν βόρβορον οὕτω διέθηκαν ἐναλλόμενοι καὶ ὑβρίζοντες, ὥστε τὸ μὲν χεῖλος διακόψαι τοὺς δ’ ὀφθαλμοὺς συγκλεῖσαι. οὕτω δὲ κακῶς ἔχοντα κατέλιπον, ὥστε μήτε ἀναστῆναι μήτε φθέγξασθαι δύνασθαι. κείμενος δ’ αὐτῶν ἤκουον πολλὰ καὶ δεινὰ λεγόντων. καὶ τὰ μὲν ἄλλα βλασφημίας ἔχει τινάς, ἃς κἂν ὀνομάζειν ὀκνήσαιμι, ὃ δὲ τῆς ὕβρεώς ἐστι τῆς τούτου σημεῖον καὶ τεκμήριον, ὡς πᾶν τὸ πρᾶγμα ὑπὸ τούτου γενόμενον, τοῦθ’ ὑμῖν ἐρῶ· ᾖδεν γὰρ τοὺς ἀλεκτρυόνας μιμούμενος τοὺς νενικηκότας, οἳ δὲ κροτεῖν αὐτὸν ἠξίουν τοῖς ἀγκῶσιν ἀντὶ πτερύγων τὰς πλευράς.’

  [13] ταῦτ’ οὐ καθαρὰ καὶ ἀκριβῆ καὶ σαφῆ καὶ διὰ τῶν κυρίων τε καὶ κοινῶν ὀνομάτων κατεσκευασμένα ὥσπερ τὰ Λυσίου; ἐμοὶ μὲν γὰρ ὑπάρχειν δοκεῖ. τί δέ; οὐχὶ σύντομα καὶ στρογγύλα καὶ ἀληθείας μεστὰ καὶ τὴν ἀφελῆ καὶ ἀκατάσκευον ἐπιφαίνοντα φύσιν, καθάπερ ἐκεῖνα; πάντων μὲν οὖν μάλιστα. οὐχὶ δὲ καὶ πιθανὰ καὶ ἐν ἤθει λεγόμενά τινι καὶ τὸ πρέπον τοῖς ὑποκειμένοις προσώποις τε καὶ πράγμασι φυλάττοντα; ἡδονῆς δὲ ἄρα καὶ πειθοῦς καὶ χαρίτων καιροῦ τε καὶ τῆς ἄλλης ἁπάσης τῆς τοῖς Λυσιακοῖς ἐπανθούσης ἀρετῆς οὐχὶ πολλὴ μοῖρα; οὐκ ἔνεστ’ ἄλλως εἰπεῖν. εἰ γοῦν μὴ διὰ τῆς ἐπιγραφῆς, οὗ τινός ἐστιν, ἑκάτερος τῶν λόγων γνώριμος ἦν, ἀλλ’ ἀνεπιγράφοις περιετύχομεν αὐτοῖς, οὐ πολλο�
�ς ἂν ἡμῶν οἴομαι διαγνῶναι ῥᾳδίως, πότερος Δημοσθένους ἐστὶν ἢ Λυσίου· τοσαύτην οἱ χαρακτῆρες ὁμοιότητα πρὸς ἀλλήλους ἔχουσι. τοιοῦτός ἐστι καὶ ὁ πρὸς Ἀπολλόδωρον ὑπὲρ Φορμίωνος καὶ ὁ κατ’ Ὀλυμπιοδώρου [τῆς] βλάβης καὶ ὁ πρὸς Βοιωτὸν ὑπὲρ τοῦ ὀνόματος ἥ τε πρὸς Εὐβουλίδην ἔφεσις καὶ ἡ πρὸς Μακάρτατον διαδικασία καὶ οἱ ἄλλοι πάντες οἱ ἰδιωτικοὶ λόγοι οὐ πολλῷ πλείους τῶν εἴκοσιν ὄντες. οἷς γε δὴ κατὰ τὸ παρὸν ἐντετυχηκὼς γνώσῃ, ὁποῖα λέγω. καὶ τῶν δημοσίων δὲ ἀγώνων πολλὰ μέρη τούτῳ κατεσκεύασται τῷ χαρακτῆρι. ἔφερον δ’ ἂν ἐξ ἑκάστου τὰ παραδείγματα, εἰ μὴ πλείων ἔμελλε τοῦ μετρίου γενήσεσθαι ὁ λόγος. ἐν οἷς δῆλός ἐστι περὶ καλλιλογίαν καὶ σεμνότητα καὶ πάσας τὰς ἐπιθέτους κατασκευὰς ‹οὐ› μᾶλλον ἐσπουδακὼς ἢ περὶ τὴν ἀκρίβειαν. ὁ δὲ πρὸς τὴν ἐπιστολὴν καὶ τοὺς πρέσβεις τοὺς παρὰ Φιλίππου ῥηθεὶς λόγος, ὃν ἐπιγράφει Καλλίμαχος ὑπὲρ Ἁλοννήσου, ὁ τὴν ἀρχὴν τήνδε ἔχων· ‘Ὦ ἄνδρες Ἀθηναῖοι, οὐκ ἔστιν, ὅπως αἱ αἰτίαι, ἃς Φίλιππος αἰτιᾶται’ ὅλος ἐστὶν ἀκριβὴς καὶ λεπτὸς καὶ τὸν Λυσιακὸν χαρακτῆρα ἐκμέμακται εἰς ὄνυχα, ἐξαλλαγῆς δὲ ἢ σεμνολογίας ἢ δεινότητος ἢ τῶν ἄλλων τινός, ἃ τῇ Δημοσθένους δυνάμει παρακολουθεῖν πέφυκεν, ὀλίγην ἐπίδειξιν ἔχει. τίς οὖν ἐστι κἀν τούτοις ἡ διαφορά; καὶ πῶς ἂν διαγνοίη τις, ὅταν εἰς τὸν ἀναγκαῖον καταβῇ χαρακτῆρα ὁ Δημοσθένης, πῇ κρείττων ἐστὶ Λυσίου καὶ κατὰ τὴν λέξιν; ἀξιοῖς γὰρ δὴ καὶ τοῦτο μαθεῖν. φυσική τις ἐπιτρέχει τοῖς Λυσίου λόγοις εὐστομία καὶ χάρις, ὥσπερ ἔφην καὶ πρότερον, ᾗ προὔχει πλὴν Δημοσθένους τῶν ἄλλων ῥητόρων. αὕτη μέντοι, καθάπερ νότιός τις αὖρα, μέχρι προοιμίου καὶ διηγήσεως αὐτὸν ἄγει, ὅταν δ’ εἰς τοὺς ἀποδεικτικοὺς ἔλθῃ λόγους, ἀμυδρά τις γίνεται καὶ ἀσθενής, ἐν δὲ δὴ τοῖς παθητικοῖς εἰς τέλος ἀποσβέννυται· τόνος γὰρ οὐ πολὺς αὐτῇ πρόσεστιν οὐδ’ ἰσχύς. παρὰ δὲ τῷ Δημοσθένει πολὺς μὲν ὁ τόνος, αὐτάρκης δ’ ἡ χάρις, ὥστε κἀν ταύτῃ τῷ διαρκεῖ καὶ μετρίῳ νικᾶν κἀν ἐκείνῳ τῷ παντὶ προέχειν. τοῦτο παρατήρημα δεύτερον, ᾧ διαγνοίη τις ἂν τὴν Δημοσθένους διάλεκτον, ὅταν εἰς ταῦτα τἀναγκαῖα συνάγηται. οὐ γὰρ ὥσπερ τὴν ἐξαλλαγὴν καὶ περιττολογίαν καὶ πάντας τοὺς ἐπιθέτους ἐκδύεται κόσμους, οὕτως καὶ τὸ μέγεθος καὶ τὸν τόνον, ἀλλ’ ἔστιν αὐτῆς ἀναφαίρετος οὗτος εἴτ’ ἄρα συγγενὴς εἴτε ἀσκήσει παρὼν εἰς ῥῆσιν. ἐπιτάσεις μέντοι καὶ ἀνέσεις λαμβάνει τινὰς ἀναλόγους. καὶ ταῦτ’ ἤδη γνώριμα οἷς λέγω, καὶ οὐθὲν δεόμεθα παραδειγμάτων.

  [14] ὥστε περὶ μὲν τοῦ χαρακτῆρος ........ τοῦ δὲ ῥητορικοῦ γένους τοῦ μεταξὺ τῶν ἄκρων ἑκατέρων, ὃ ἀτελὲς παραλαβὼν ὁ Δημοσθένης παρ’ Ἰσοκράτους τε καὶ ἔτι προτέρου Θρασυμάχου καὶ τελευταίου Πλάτωνος ἐτελείωσεν ὅσον ἦν ἀνθρωπίνῃ φύσει δυνατόν, πολλὰ μὲν ἄν τις ἐκ τῶν κατὰ Φιλίππου δημηγοριῶν πολλὰ δ’ ἐκ τῶν ‹ἄλλων› δημοσίων λόγων παραδείγματα λάβοι, πλεῖστα δὲ καὶ κάλλιστα ἐκ τῆς ὑπὲρ Κτησιφῶντος ἀπολογίας· οὗτος γὰρ δή μοι δοκεῖ καλλίστῃ καὶ μετριωτάτῃ κατασκευῇ λέξεως κεχρῆσθαι ὁ λόγος. εἰ μὲν οὖν χρόνον ἀρκοῦντα εἶχον, καὶ τὰς λέξεις αὐτὰς ἂν παρετίθην. πολλῶν δέ μοι καὶ ἀναγκαίων ἔτι καταλειπομένων, τοῦτο μὲν ἐάσω, δείγμασι δὲ μόνον ἐν τῷ παρόντι χρήσομαι βραχυτάτοις ὡς ἐν εἰδόσι λέγων. ἔστι δὴ τὰ τοιαῦτα τοῦ μέσου χαρακτῆρος παραδείγματα ἐκ μὲν τῆς Αἰσχίνου κατηγορίας· ‘Ἀεὶ μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, προσήκει μισεῖν καὶ κολάζειν τοὺς προδότας καὶ δωροδόκους, μάλιστα δὲ νῦν ἐπὶ τοῦ καιροῦ τούτου γένοιτ’ ἂν καὶ πάντας ὠφελήσειεν ἀνθρώπους κοινῇ. νόσημα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα καὶ χαλεπόν, ὃ πολλῆς τινος εὐτυχίας καὶ παρ’ ὑμῶν ἐπιμελείας δεόμενον’ καὶ ‹τὰ› ἑπόμενα τούτοις. ἐκ δὲ τῆς Ἀριστοκράτους κατηγορίας· ‘Πολλὰ μὲν δὴ παρ’ ἡμῖν ἐστι τοιαῦτα, οἷα οὐχ ἑτέρωθι, ἓν δ’ οὖν ἰδιώτατον πάντων καὶ σεμνότατον τὸ ἐν Ἀρείῳ πάγῳ δικαστήριον, περὶ οὗ τοσαῦτά ἐστι καλὰ παραδεδομένα καὶ μυθώδη καὶ ὧν αὐτοὶ μάρτυρες ἐσμέν, ὅσα περὶ οὐδενὸς ἄλλου δικαστηρίου’ καὶ τὰ ἑξῆς. ἐκ δὲ τοῦ περὶ τῶν ἀτελειῶν λόγου· ‘Πρῶτον μὲν τοίνυν Κόνωνα σκοπεῖτε, εἰ ἄρα ἄξιον καταμεμψαμένους ἢ τὸν ἄνδρα ἢ τὰ πεπραγμένα ἄκυρόν τι ποιῆσαι τῶν ἐκείνῳ δοθέντων. οὗτος γάρ, ὡς ὑμῶν τινῶν ἔστιν ἀκοῦσαι τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν ὄντων, μετὰ τὴν τοῦ δήμου κάθοδον τὴν ἐκ Πειραιέως ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης’ καὶ τὰ ἀκόλουθα. ἐκ δὲ τῆς ὑπὲρ Κτησιφῶντος ἀπολογίας· ‘Ἃ μὲν οὖν πρὸ τοῦ πολιτεύεσθαι ‹καὶ› δημηγορεῖν ἐμὲ προὔλαβε καὶ κατέσχε Φίλιππος, ἐάσω· οὐδὲν γὰρ ἡγοῦμαι τούτων εἶναι πρὸς ἐμέ· ἃ δὲ ἀφ’ ἧς ἡμέρας ἐπὶ ταῦτα ἐπέστην ἐγώ, διεκώλυον λαβεῖν, ταῦτα ἀναμνήσω καὶ περὶ τούτων ὑφέξω λόγον, τοσοῦτον ὑπειπών· πλεονέκτημα, ὦ ἄνδρες Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ. παρὰ γὰρ τοῖς Ἕλλησιν οὐ τισὶν ἀλλὰ πᾶσιν ὁμοίως φορὰ προδοτῶν καὶ �
�ωροδόκων καὶ θεοῖς ἐχθρῶν ἀνθρώπων συνέβη, ὅσην οὐδεὶς τὸ πρότερον μέμνηται γεγονυῖαν’ καὶ τὰ συναπτόμενα τούτοις.

 

‹ Prev