Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 405
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 405

by Dionysius of Halicarnassus


  [24] Τούτῳ τε δὴ τῷ ἀνδρὶ Θουκυδίδης ἐπιβαλὼν καὶ τοῖς ἄλλοις, ὧν πρότερον ἐμνήσθην, καὶ συνιδὼν ἃς ἕκαστος αὐτῶν ἔσχεν ἀρετάς, ἴδιόν τινα χαρακτῆρα καὶ παρεωραμένον ἅπασι πρῶτος εἰς τὴν ἱστορικὴν πραγματείαν ἐσπούδασεν ἀγαγεῖν· ἐπὶ μὲν τῆς ἐκλογῆς τῶν ὀνομάτων τὴν τροπικὴν καὶ γλωττηματικὴν καὶ ἀπηρχαιωμένην καὶ ξένην λέξιν προελόμενος ἀντὶ τῆς κοινῆς καὶ συνήθους τοῖς κατ’ αὐτὸν ἀνθρώποις· ἐπὶ δὲ τῆς συνθέσεως τῶν τ’ ἐλαττόνων καὶ τῶν μειζόνων μορίων τὴν ἀξιωματικὴν καὶ αὐστηρὰν καὶ στιβαρὰν καὶ βεβηκυῖαν καὶ τραχύνουσαν ταῖς τῶν γραμμάτων ἀντιτυπίαις τὰς ἀκοὰς ἀντὶ τῆς λιγυρᾶς καὶ μαλακῆς καὶ συνεξεσμένης καὶ μηδὲν ἐχούσης ἀντίτυπον· ἐπὶ δὲ τῶν σχηματισμῶν, ἐν οἷς μάλιστα ἐβουλήθη διενέγκαι τῶν πρὸ αὐτοῦ, πλείστην εἰσενεγκάμενος σπουδήν. διετέλεσέ γέ τοι τὸν ἑπτακαιεικοσαετῆ χρόνον τοῦ πολέμου ἀπὸ τῆς ἀρχῆς ἕως τῆς τελευτῆς τὰς ὀκτὼ βύβλους, ἃς μόνας κατέλιπεν, στρέφων ἄνω καὶ κάτω καὶ καθ’ ἓν ἕκαστον τῶν τῆς φράσεως μορίων ῥινῶν καὶ τορεύων· καὶ τοτὲ μὲν λόγον ἐξ ὀνόματος ποιῶν, τοτὲ δ’ εἰς ὄνομα συνάγων τὸν λόγον· καὶ νῦν μὲν τὸ ῥηματικὸν ὀνοματικῶς ἐκφέρων, αὖθις δὲ τοὔνομα ῥῆμα ποιῶν, καὶ αὐτῶν γε τούτων ἀναστρέφων τὰς χρήσεις, ἵνα τὸ μὲν ὀνοματικὸν προσηγορικὸν γένηται, τὸ δὲ προσηγορικὸν ὀνοματικῶς λέγηται· καὶ τὰ μὲν παθητικὰ ῥήματα δραστήρια, τὰ δὲ δραστήρια παθητικά· πληθυντικῶν τε καὶ ἑνικῶν ἐναλλάττων τὰς φύσεις καὶ ἀντικατηγορῶν ταῦτα ἀλλήλων· θηλυκά τε ἀρρενικοῖς καὶ ἀρρενικὰ θηλυκοῖς καὶ οὐδέτερα τούτων τισὶ συνάπτων, ἐξ ὧν ἡ κατὰ φύσιν ἀκολουθία πλανᾶται· τὰς δὲ τῶν ὀνοματικῶν ἢ μετοχικῶν πτώσεις ποτὲ μὲν πρὸς τὸ σημαινόμενον ἀπὸ τοῦ σημαίνοντος ἀποστρέφων, ποτὲ δὲ πρὸς τὸ σημαῖνον ἀπὸ τοῦ σημαινομένου· ἐν δὲ τοῖς συνδετικοῖς καὶ τοῖς προθετικοῖς μορίοις καὶ ἔτι μᾶλλον ἐν τοῖς διαρθροῦσι τὰς τῶν ὀνομάτων δυνάμεις ποιητοῦ τρόπον ἐνεξουσιάζων. πλεῖστα δ’ ἄν τις ‹εὕροι› παρ’ αὐτῷ σχήματα προσώπων τε ἀποστροφαῖς καὶ χρόνων ἐναλλαγαῖς καὶ τροπικῶν σημειώσεων μεταφοραῖς ἐξηλλαγμένα τῶν συνήθων καὶ σολοικισμῶν λαμβάνοντα φαντασίας· ὁπόσα τε γίγνεται πράγματα ἀντὶ σωμάτων ἢ σώματα ἀντὶ πραγμάτων· καὶ ἐφ’ ὧν ἐνθυμημάτων ‹τε καὶ νοημάτων› αἱ μεταξὺ παρεμπτώσεις πολλαὶ γινόμεναι διὰ πολλοῦ τὴν ἀκολουθίαν κομίζονται· τά τε σκολιὰ καὶ πολύπλοκα καὶ δυσεξέλικτα καὶ τὰ ἄλλα τὰ συγγενῆ τούτοις. εὕροι δ’ ἄν τις οὐκ ὀλίγα καὶ τῶν θεατρικῶν σχημάτων κείμενα παρ’ αὐτῷ, τὰς παρισώσεις λέγω ‹καὶ παρομοιώσεις› καὶ παρονομασίας καὶ ἀντιθέσεις, ἐν αἷς ἐπλεόνασε Γοργίας ὁ Λεοντῖνος καὶ οἱ περὶ Πῶλον καὶ Λικύμνιον καὶ πολλοὶ ἄλλοι τῶν κατ’ αὐτὸν ἀκμασάντων. ἐκδηλότατα δὲ αὐτοῦ καὶ χαρακτηρικώτατά ἐστι τό τε πειρᾶσθαι δι’ ἐλαχίστων ὀνομάτων πλεῖστα σημαίνειν πράγματα καὶ πολλὰ συντιθέναι νοήματα εἰς ἕν, καὶ ‹τὸ› ἔτι προσδεχόμενόν τι τὸν ἀκροατὴν ἀκούσεσθαι καταλείπειν· ὑφ’ ὧν ἀσαφὲς γίνεται τὸ βραχύ. ἵνα δὲ συνελὼν εἴπω, τέτταρα μέν ἐστιν ὥσπερ ὄργανα τῆς Θουκυδίδου λέξεως· τὸ ποιητικὸν τῶν ὀνομάτων, τὸ πολυειδὲς τῶν σχημάτων, τὸ τραχὺ τῆς ἁρμονίας, τὸ τάχος τῶν σημασιῶν· χρώματα δὲ αὐτῆς τό τε στριφνὸν καὶ τὸ πυκνόν, καὶ τὸ πικρὸν καὶ τὸ αὐστηρόν, καὶ τὸ ἐμβριθὲς καὶ τὸ δεινὸν καὶ [τὸ] φοβερόν, ὑπὲρ ἅπαντα δὲ ταῦτα τὸ παθητικόν. τοιοῦτος μὲν δή τίς ἐστιν ὁ Θουκυδίδης κατὰ τὸν τῆς λέξεως χαρακτῆρα, ᾧ παρὰ τοὺς ἄλλους διήνεγκεν. ὅταν μὲν οὖν ἥ τε προαίρεσις αὐτοῦ καὶ ἡ δύναμις συνεκδράμῃ, τέλεια γίνεται κατορθώματα καὶ δαιμόνια· ὅταν δὲ ἐλλείπῃ τὸ τῆς δυνάμεως, οὐ παραμείναντος μέχρι πάντων τοῦ τόνου, διὰ τὸ τάχος τῆς ἀπαγγελίας ἀσαφής τε ἡ λέξις γίνεται καὶ ἄλλας τινὰς ἐπιφέρει κῆρας οὐκ εὐπρεπεῖς. τὸ γὰρ ἐν ᾧ δεῖ τρόπῳ τὰ ξένα καὶ πεποιημένα λέγεσθαι καὶ μέχρι πόσου προελθόντα πεπαῦσθαι, καλὰ καὶ ἀναγκαῖα θεωρήματα ἐν πᾶσιν ὄντα τοῖς ἔργοις, οὐ διὰ πάσης τῆς ἱστορίας φυλάττει.

  [25] Προειρημένων δὲ τούτων κεφαλαιωδῶς ἐπὶ τὰς ἀποδείξεις αὐτῶν ὥρα τρέπεσθαι. ποιήσομαι δὲ οὐ χωρὶς ὑπὲρ ἑκάστης ἰδέας τὸν λόγον, ὑποτάττων αὐταῖς τὴν Θουκυδίδου λέξιν, ἀλλὰ κατὰ περιοχάς τινας καὶ τόπους, μέρη λαμβάνων τῆς τε διηγήσεως καὶ τῶν ῥητορειῶν καὶ παρατιθεὶς τοῖς τε πραγματικοῖς καὶ τοῖς λεκτικοῖς κατορθώμασιν ἢ ἁμαρτήμασι τὰς αἰτίας, δι’ ἃς τοιαῦτά ἐστι· δεηθεὶς σοῦ πάλιν καὶ τῶν ἄλλων φιλολόγων τῶν ἐντευξομένων τῇ γραφῇ, τὸ βούλημά μου τῆς ὑποθέσεως ἧς προῄρημαι σκοπεῖν, ὅτι χαρακτῆρός ἐστι δήλωσις ἅπαντα περιειληφυῖα τὰ συμβεβηκότα αὐτῷ καὶ δεόμενα λόγου, σκοπὸν ἔχουσα τὴν ὠφέλειαν αὐτῶν τῶν βουλησομένων μιμεῖσθαι τὸν ἄνδρα.

     Ἐν ἀρχῇ μὲν οὖν τοῦ προοιμίου προθέσει χρησάμενος, ὅτι μέγιστος ἐγένετο τῶν πρὸ αὐτοῦ πολέμων ὁ Πελοποννησιακός, κατὰ λέξιν οὕτω γράφει· ‘τὰ γὰρ πρὸ αὐτῶν κα�
�� τὰ ἔτι παλαιότερα σαφῶς μὲν εὑρεῖν διὰ χρόνου πλῆθος ἀδύνατον ἦν· ἐκ δὲ τεκμηρίων, ὧν ἐπὶ μακρότατον σκοποῦντί μοι ξυνέβη πιστεῦσαι, οὐ μεγάλα νομίζω γενέσθαι οὔτε κατὰ τοὺς πολέμους οὔτε εἰς τὰ ἄλλα. φαίνεται γὰρ ἡ νῦν Ἑλλὰς καλουμένη οὐ πάλαι βεβαίως οἰκουμένη, ἀλλὰ μεταναστάσεις τε οὖσαι τὰ πρότερα καὶ ῥᾳδίως ἕκαστοι τὴν ἑαυτῶν ἀπολείποντες, βιαζόμενοι ὑπό τινων αἰεὶ πλειόνων. τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδ’ ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις οὔτε κατὰ γῆν οὔτε διὰ θαλάσσης, νεμόμενοί τε τὰ αὑτῶν ἕκαστοι, ὅσον ἀποζῆν, καὶ περιουσίαν χρημάτων οὐκ ἔχοντες οὐδὲ γῆν φυ‹τεύοντες›

     ‹γνώ›μῃ δεδουλωμένοι ὡς ἐπὶ Λακεδαιμονίους. καταφρονήσαντες οὖν αὐτῶν καὶ ἐμβοήσαντες ἀθρόοι ὥρμησαν ἐπ’ αὐτούς.’ ἥδ’ ἡ περιοχὴ ὤφελε μὲν κατεσκευάσθαι μὴ τοῦτον ὑπ’ αὐτοῦ τὸν τρόπον, ἀλλὰ κοινότερον μᾶλλον καὶ ὠφελιμώτερον, τοῦ τελευταίου μορίου τῷ πρώτῳ προστεθέντος, τῶν δὲ διὰ μέσου τὴν μετὰ ταῦτα χώραν λαβόντων. ἀγκυλωτέρα μὲν οὖν ἡ φράσις οὕτω σχηματισθεῖσα γέγονε καὶ δεινοτέρα, σαφεστέρα δὲ καὶ ἡδίων ἐκείνως ἂν κατασκευασθεῖσα· ‘Τῶν δὲ Λακεδαιμονίων οὐκέτι ἐπεκθεῖν, ᾗ προσπίπτοιεν, δυναμένων, γνόντες αὐτοὺς οἱ ψιλοὶ βραδυτέρους ἤδη, συστραφέντες καὶ ἐμβοήσαντες, ὥρμησαν ἐπ’ αὐτοὺς ἀθρόοι· ἔκ τε τῆς ὄψεως τὸ θαρρεῖν προσειληφότες, ὅτι πολλαπλάσιοι ἦσαν, καὶ ἐκ τοῦ μηκέτι δεινοὺς αὐτοὺς ὁμοίως σφίσι φαίνεσθαι καταφρονήσαντες, ἐπειδὴ οὐκ εὐθὺς ἄξια τῆς προσδοκίας ἐπεπόνθεσαν, ἣν ἔσχον ὑπόληψιν, ὅτε πρῶτον ἀπέβαινον τῇ γνώμῃ δεδουλωμένοι ὡς ἐπὶ [26] Λακεδαιμονίους.’ ὑπεξαιρουμένης δὲ τῆς περιγραφῆς πάσης, τἆλλα πάντα ὠνόμασταί τε τοῖς προσφυεστάτοις ὀνόμασι καὶ περιείληπται τοῖς ἐπιτηδειοτάτοις σχηματισμοῖς, ἀρετῆς τε οὐδεμιᾶς ὡς εἰπεῖν οὔτε λεκτικῆς οὔτε πραγματικῆς ἐνδεῶς ἔσχηκεν· ἃς οὐδὲν δέομαι πάλιν ἐξαριθμεῖσθαι.

     Ἐν δὲ τῇ ἑβδόμῃ βύβλῳ τὴν ἐσχάτην ναυμαχίαν Ἀθηναίων καὶ Συρακοσίων ἀφηγούμενος οὕτως ὠνόμακέ τε καὶ ἐσχημάτικε τὰ πραχθέντα· ‘ὁ δὲ Δημοσθένης καὶ Μένανδρος καὶ Εὐθύδημος (οὗτοι γὰρ ἐπὶ τὰς ναῦς τῶν Ἀθηναίων στρατηγοὶ ἐπέβησαν) ἄραντες ἀπὸ τοῦ ἑαυτῶν στρατοπέδου εὐθὺς ἔπλεον πρὸς τὸ ζεῦγμα τοῦ λιμένος καὶ τὸν παραλειφθέντα διέκπλουν, βουλόμενοι βιάσασθαι ἐς τὸ ἔξω. προεξαναγόμενοι δὲ οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι ναυσὶ παραπλησίαις τὸν ἀριθμὸν καὶ πρότερον κατά τε τὸν ἔκπλουν μέρει αὐτῶν ἐφύλασσον καὶ κατὰ τὸν ἄλλον κύκλῳ λιμένα, ὅπως πανταχόθεν ἅμα προσπίπτοιεν τοῖς Ἀθηναίοις· καὶ ὁ πεζὸς αὐτοῖς ἅμα παρεβοήθει, ᾗπερ καὶ αἱ νῆες κατίσχυον. ἦρχον δὲ τοῦ ναυτικοῦ τοῖς Συρακοσίοις Σικανὸς μὲν καὶ Ἀγάθαρχος, κέρας ἑκάτερος τοῦ παντὸς ἔχων, Πυθὴν δὲ καὶ οἱ Κορίνθιοι τὸ μέσον. ἐπειδὴ δὲ καὶ οἱ ἄλλοι Ἀθηναῖοι προσέμισγον τῷ ζεύγματι, τῇ μὲν πρώτῃ ῥύμῃ ἐπιπλέοντες ἐκράτουν τῶν τεταγμένων νεῶν πρὸς αὐτῷ καὶ ἐπειρῶντο λύειν τὰς κλείσεις· μετὰ δὲ τοῦτο πανταχόθεν σφίσι τῶν Συρακοσίων καὶ τῶν συμμάχων ἐπιφερομένων οὐ μόνον πρὸς τῷ ζεύγματι ἡ ναυμαχία, ἀλλὰ καὶ κατὰ τὸν λιμένα ἐγίγνετο· καὶ ἦν καρτερὰ καὶ οἵα οὐχ ἑτέρα τῶν πρότερον. πολλὴ μὲν γὰρ ἑκατέροις προθυμία ἀπὸ τῶν ναυτῶν ἐς τὸ ἐπιπλεῖν, ὁπότε κελευσθείη, ἐγίγνετο, πολλὴ δ’ ἡ ἀντιτέχνησις τῶν κυβερνητῶν καὶ ἀγωνισμὸς πρὸς ἀλλήλους, οἵ τε ἐπιβάται ἐθεράπευον, ὅτε προσπέσοι ναῦς νηί, μὴ λείπεσθαι τὰ ἀπὸ τοῦ καταστρώματος τῆς ἄλλης τέχνης, πᾶς τέ τις ἐν ᾧ προσετέτακτο αὐτὸς ἕκαστος ἠπείγετο πρῶτος φαίνεσθαι. ξυμπεσουσῶν δ’ ἐν ὀλίγῳ πολλῶν νεῶν (πλεῖσται γὰρ δὴ αὗται ἐν ὀλίγῳ ἐναυμάχησαν· βραχὺ γὰρ ἀπέλιπον ξυναμφότεραι διακόσιαι γενέσθαι) αἱ μὲν ἐκβολαὶ διὰ τὸ μὴ εἶναι τὰς ἀνακρούσεις καὶ διέκπλους ὀλίγαι ἐγίγνοντο· αἱ δὲ προσβολαί, ὡς τύχοι ναῦς νηὶ προσπεσοῦσα ἢ διὰ τὸ φυγεῖν ἢ ἄλλῃ ἐπιπλέουσα, πυκνότεραι ἦσαν. καὶ ὅσον μὲν χρόνον προσφέροιτο ναῦς, οἱ ἀπὸ τῶν καταστρωμάτων τοῖς ἀκοντίοις καὶ τοξεύμασι καὶ λίθοις ἀφθόνοις ἐπ’ αὐτὴν ἐχρῶντο· ἐπειδὴ δὲ προσμίξειαν, οἱ ἐπιβάται εἰς χεῖρας ἰόντες ἐπειρῶντο ταῖς ἀλλήλων ναυσὶν ἐπιβαίνειν. συνετύγχανέ τε πολλαχοῦ διὰ τὴν στενοχωρίαν τὰ μὲν ἄλλοις ἐμβεβληκέναι, τὰ δὲ αὐτοὺς ἐμβεβλῆσθαι, δύο τε περὶ μίαν καὶ ἔστιν ᾗ καὶ πλείους ναῦς κατ’ ἀνάγκην ξυνηρτῆσθαι· καὶ τοῖς κυβερνήταις τῶν μὲν φυλακήν, τῶν δ’ ἐπιβουλὴν μὴ καθ’ ἓν ἕκαστον, κατὰ πολλὰ δὲ πανταχόθεν περιεστάναι, καὶ τὸν κτύπον μέγαν ἀπὸ πολλῶν νεῶν συμπιπτουσῶν, ἔκπληξίν τε ἅμα καὶ ἀποστέρησιν τῆς ἀκοῆς ὧν οἱ κελευσταὶ ἐφθέγγοντο παρέχειν. πολλὴ γὰρ ἑτέρα ἡ παρακέλευσις καὶ ἡ βοὴ ἀφ’ ἑκατέρων τοῖς κελευσταῖς κατά τε τὴν τέχνην καὶ πρὸς τὴν ναυτικὴν φιλονεικίαν ἐγίγνετο· τοῖς μὲν Ἀθηναίοις βιάζεσθαί τε τὸν ἔκπλουν ἐπιβοῶντες, καὶ περὶ τῆς ἐς τὴν πατρίδα σωτηρίας νῦν, εἴ ποτε, προθύμως ἀντιλαμβάνεσθαι· τοῖς δὲ Συρακοσίοις καὶ ξυ�
�μάχοις καλὸν εἶναι κωλῦσαί τε αὐτοὺς διαφυγεῖν, καὶ τὴν οἰκείαν ἑκάστους πατρίδα νικήσαντας ἐπαυξῆσαι· καὶ οἱ στρατηγοὶ προσέτι ἑκατέρων, εἴ τινά που ὁρῷεν μὴ κατ’ ἀνάγκην πρύμναν κρουόμενον ἀνακαλοῦντες ὀνομαστὶ τὸν τριήραρχον ἠρώτων, οἱ μὲν Ἀθηναῖοι, εἰ τὴν πολεμιωτάτην γῆν οἰκειοτέραν ἤδη τῆς οὐ δι’ ὀλίγου πόνου ἐκτημένης θαλάσσης ἡγούμενοι ἀποχωροῦσιν· οἱ δὲ Συρακόσιοι, εἰ οὓς σαφῶς ἴσασι προθυμουμένους Ἀθηναίους παντὶ τρόπῳ διαφυγεῖν, τούτους αὐτοὶ φεύγοντας φεύγουσιν. ὅ τ’ ἐκ τῆς γῆς πεζὸς ἀμφοτέρων ἰσορρόπου τῆς ναυμαχίας καθεστηκυίας πολὺν τὸν ἀγῶνα καὶ ξύστασιν τῆς γνώμης εἶχε, φιλονεικῶν μὲν ὁ αὐτόθεν περὶ τοῦ πλείονος ἤδη καλοῦ, δεδιότες δὲ οἱ ἐπελθόντες, μὴ τῶν παρόντων ἔτι χείρω πράξωσι. πάντων γὰρ δὴ ἀνακειμένων τοῖς Ἀθηναίοις ἐς τὰς ναῦς ὅ τε φόβος ἦν ὑπὲρ τοῦ μέλλοντος οὐδενὶ ἐοικὼς καὶ διὰ τὸ ἀνώμαλον καὶ τὴν ἔποψιν τῆς ναυμαχίας ἐκ τῆς γῆς ἠναγκάζοντο ἔχειν· δι’ ὀλίγου γὰρ οὔσης τῆς θέας καὶ οὐ πάντων ἅμα ἐς τὸ αὐτὸ σκοπούντων, εἰ μέν τινες ἴδοιέν πῃ τοὺς σφετέρους ἐπικρατοῦντας, ἀνεθάρσησάν τε ἂν καὶ πρὸς ἀνάκλησιν θεῶν μὴ στερῆσαι σφᾶς τῆς σωτηρίας ἐτρέποντο· οἳ δὲ ἐπὶ τὸ ἡσσώμενον βλέψαντες ὀλοφυρμῷ τε ἅμα μετὰ βοῆς ἐχρῶντο καὶ ἀπὸ τῶν δρωμένων τῆς ὄψεως καὶ τὴν γνώμην μᾶλλον τῶν ἐν τῷ ἔργῳ ἐδουλοῦντο· ἄλλοι δὲ καὶ πρὸς ἀντίπαλόν τι τῆς ναυμαχίας ἀπιδόντες διὰ τὸ ἀκρίτως ξυνεχὲς τῆς ἁμίλλης καὶ τοῖς σώμασιν αὐτοῖς ἴσα τῇ δόξῃ περιδεῶς ξυναπονεύοντες ἐν τοῖς χαλεπώτατα διῆγον· ἀεὶ γὰρ παρ’ ὀλίγον ἢ διέφευγον ἢ ἀπώλλυντο. ἦν τε ἐν τῷ στρατεύματι τῶν Ἀθηναίων, ἕως ἀγχώμαλα ἐναυμάχουν, πάντα ὁμοῦ ἀκοῦσαι, ὀλοφυρμὸς βοή, νικῶντες κρατούμενοι, ἄλλα ὅσα ἐν μεγάλῳ κινδύνῳ μέγα στρατόπεδον πολυειδῆ ἀναγκάζοιτο φθέγγεσθαι. παραπλήσια δὲ καὶ οἱ ἐπὶ τῶν νεῶν αὐτοῖς ἔπασχον, πρίν γε δὴ οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι, ἐπὶ πολὺ ἀντισχούσης τῆς ναυμαχίας, ἔτρεψάν τε τοὺς Ἀθηναίους καὶ ἐπικείμενοι λαμπρῶς, πολλῇ κραυγῇ καὶ διακελευσμῷ χρώμενοι, κατεδίωκον ἐς τὴν γῆν. τότε δὴ ὁ μὲν ναυτικὸς στρατὸς ἄλλος ἄλλῃ, ὅσοι μὴ μετέωροι ἑάλωσαν, κατενεχθέντες ἐξέπεσον ἐς τὸ στρατόπεδον. ὁ δὲ πεζὸς οὐκέτι διαφόρως, ἀλλ’ ἀπὸ μιᾶς ὁρμῆς οἰμωγῇ τε καὶ στόνῳ πάντες δυσανασχετοῦντες τὰ γιγνόμενα, οἳ μὲν ἐπὶ τὰς ναῦς παρεβοήθουν, οἳ δὲ πρὸς τὸ λοιπὸν τοῦ τείχους ἐς φυλακήν· ἄλλοι δὲ καὶ οἱ πλεῖστοι ἤδη περὶ σφᾶς αὐτοὺς καὶ ὅπῃ σωθήσονται διεσκόπουν. ἦν τε ἐν τῷ παραυτίκα οὐδεμιᾶς δὴ τῶν ξυμπασῶν ἐλάσσων ἔκπληξις. παραπλήσιά τε ἐπεπόνθεσαν καὶ ἔδρασαν αὐτοὶ ἐν Πύλῳ· διαφθαρεισῶν γὰρ τῶν νεῶν τοῖς Λακεδαιμονίοις προσαπώλλυντο αὐτοῖς καὶ οἱ ἐν τῇ νήσῳ ἄνδρες διαβεβηκότες. καὶ τότε τοῖς Ἀθηναίοις ἀνέλπιστον ἦν τὸ κατὰ γῆν σωθήσεσθαι, ἢν μή τι παρὰ λόγον γίγνηται. γενομένης δ’ ἰσχυρᾶς τῆς ναυμαχίας καὶ πολλῶν νεῶν ἀμφοτέροις καὶ ἀνδρῶν ἀπολομένων οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι ἐπικρατήσαντες τά τε ναυάγια καὶ τοὺς νεκροὺς ἀνείλοντο καὶ ἀποπλεύσαντες πρὸς τὴν πόλιν τρόπαιον ἔστησαν.’

 

‹ Prev