Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 410
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 410

by Dionysius of Halicarnassus


     ἀλλ’ ὥσπερ ταῦτα οὐκ ἐπαινῶ οὔτε κατὰ τὸ πραγματικὸν μέρος οὔτε κατὰ τὸ λεκτικόν, οὕτως ἐκεῖνα τεθαύμακα ὡς νενοημένα τε ἀκριβῶς καὶ ἡρμηνευμένα περιττῶς καὶ συγκείμενα ἡδέως· ‘καὶ γὰρ οἷς μὲν αἵρεσις γεγένηται τὰ ἄλλα εὐτυχοῦσι, πολλὴ ἄνοια πολεμῆσαι· εἰ δ’ ἀναγκαῖον ἦν ἢ εἴξαντας εὐθὺς τοῖς πέλας ὑπακοῦσαι ἢ κινδυνεύσαντας περιγενέσθαι, ὁ φυγὼν τὸν κίνδυνον τοῦ ὑποστάντος μεμπτότερος· καὶ ἐγὼ μὲν ὁ αὐτός εἰμι καὶ οὐκ ἐξίσταμαι, ὑμεῖς δὲ μεταβάλλετε, ἐπειδὴ ξυνέβη ὑμῖν πεισθῆναι μὲν ἀκεραίοις, μεταμέλειν δὲ κακουμένοις.’ καὶ ἔτι ἐκεῖνα· ‘δουλοῖ γὰρ φρόνημα τὸ αἰφνίδιον καὶ τὸ ἀπροσδόκητον καὶ τὸ πλείστῳ παραλόγῳ ξυμβαῖνον· ...ὅμως δὲ πόλιν μεγάλην οἰκοῦντας καὶ ἐν ἤθεσιν ἀντιπάλοις αὐτῇ τεθραμμένους χρεὼν καὶ τὰς συμφορὰς ἐθέλειν ὑφίστασθαι καὶ τὴν ἀξίωσιν μὴ ἀφανίζειν· ἐν ἴσῳ γὰρ οἱ ἄνθρωποι δικαιοῦσι τῆς τε ὑπαρχούσης δόξης αἰτιᾶσθαι, ὅστις ἂν μαλακίᾳ ἐλλείπῃ, καὶ τῆς μὴ προσηκούσης μισεῖν τὸν θρασύτητι ὀρεγόμενον.’ καὶ ἔτι τὰ διεγείροντα τὰς ψυχὰς τῶν Ἀθηναίων ἐπὶ τὸ φρόνημα τὸ πάτριον ταυτί· ‘τῆς τε πόλεως ὑμᾶς εἰκὸς τῷ τιμωμένῳ ἀπὸ τοῦ ἄρχειν, ᾧ ὑπὲρ ἅπαντας ἀγάλλεσθε, βοηθεῖν καὶ μὴ φεύγειν τοὺς πόνους, ἢ μηδὲ τὰς τιμὰς διώκειν· μηδὲ νομίσαι περὶ ἑνὸς μόνου, δουλείας ἀντ’ ἐλευθερίας, ἀγωνίζεσθαι, ἀλλὰ καὶ ἀρχῆς στερήσεως καὶ κινδύνου ὧν ἐν τῇ ἀρχῇ ἀπήχθεσθε. ἧς οὐδ’ ἐκστῆναι ἔτι ὑμῖν ἔστιν, εἴ τις καὶ τόδε ἐν τῷ παρόντι δεδιὼς ἀπραγμοσύνῃ ἀνδραγαθίζεται. ὡς τυραννίδα γὰρ ἤδη ἔχετε αὐτήν, ἣν λαβεῖν μὲν ἄδικον δοκεῖ εἶναι, ἀφεῖναι δὲ ἐπικίνδυνον’, καὶ τὰ τούτοις ὅμοια, ὅσα τάς τε ἐξαλλαγὰς τῶν ὀνομάτων καὶ τῶν σχημάτων μετρίας ἔχει καὶ οὔτε περιέργους οὔτε δυσπαρακολουθήτους.

  [48] Ἐκ δὲ τῆς Ἑρμοκράτους δημηγορίας ἐπαινεῖν μὲν ἔχω ταῦτα τὰ κατορθώματα τοῦ συγγραφέως· ‘ἀλλ’ οὐ γὰρ δὴ τὴν Ἀθηναίων εὐκατηγόρητον οὖσαν πόλιν νῦν ἥκομεν ἀποφανοῦντες ἐν εἰδόσιν, ὅσα ἀδικεῖ· πολὺ δὲ μᾶλλον ἡμᾶς αὐτοὺς αἰτιασόμενοι, ὅτι ἔχοντες παραδείγματα τῶν ἐκεῖ Ἑλλήνων, ὡς ἐδουλώθησαν οὐκ ἀμύνοντες σφίσιν αὐτοῖς, καὶ νῦν ἐφ’ ἡμᾶς τὰ αὐτὰ παρόντα σοφίσματα, Λεοντίνων τε ξυγγενῶν κατοικίσεις καὶ Αἰγεσταίων ξυμμάχων ἐπικουρίας, οὐ ξυστραφέντες βουλόμεθα προθυμότερον δεῖξαι αὐτοῖς, ὅτι οὐκ Ἴωνες ταῦτά εἰσιν οὐδὲ Ἑλλησπόντιοι καὶ νησιῶται, οἳ δεσπότην ἢ Μῆδον ἢ ἕνα γέ τινα ἀεὶ μεταβάλλοντες δουλοῦνται, ἀλλὰ Δωριεῖς ἐλεύθεροι ἀπ’ αὐτονόμου τῆς Πελοποννήσου τὴν Σικελίαν οἰκοῦντες. ἢ μένομεν, ἕως ἂν ἕκαστοι κατὰ πόλεις ληφθῶμεν, εἰδότες ὅτι ταύτῃ μόνον ἁλωτοί ἐσμεν;’ ταῦτα γὰρ ἐν τῷ σαφεῖ καὶ καθαρῷ τῆς διαλέκτου τρόπῳ λεγόμενα προσείληφε καὶ τὸ τάχος καὶ τὸ κάλλος καὶ τὸν τόνον καὶ τὴν μεγαλοπρέπειαν καὶ τὴν δεινότητα, καὶ πάθους ἐστὶν ἐναγωνίου μεστά· οἷς ἂν καὶ ἐν δικαστηρίῳ χρήσαιτό τις καὶ ἐν ἐκκλησίαις, καὶ φίλοις διαλεγόμενος. καὶ ἔτι πρὸς τούτοις ἐκεῖνα· ‘εἴ τέ τις φθονεῖ μὲν ἢ καὶ φοβεῖται (ἀμφότερα γὰρ τάδε πάσχει τὰ μείζω), διὰ δ’ αὐτὰ τὰς Συρακόσσας κακωθῆναι μέν, ἵνα σωφρονισθῶμεν, βούλεται, περιγενέσθαι δὲ ἕνεκα τῆς ἑαυτοῦ ἀσφαλείας, οὐκ ἀνθρωπείας δυνάμεως βούλησιν ἐλπίζει. οὐ γὰρ οἷόν τε ἅμα τῆς τε ἐπιθυμίας καὶ τῆς τύχης τὸν αὐτὸν ὁμοίως ταμίαν γενέσθαι’, καὶ τὰ ἐπὶ τελευτῇ κείμενα τοῦ λόγου· ‘δεόμεθα οὖν καὶ μαρτυρόμεθα, εἰ μὴ πείσομεν, ὅτι ἐπιβουλευόμεθα μὲν ὑπὸ Ἰώνων ἀεὶ πολεμίων, προδιδόμεθα δὲ ὑφ’ ὑμῶν Δωριεῖς Δωριέων· καὶ εἰ καταστρέψονται ἡμᾶς Ἀθηναῖοι, ταῖς μὲν ὑμετέραις γνώμαις κρατήσουσι, τῷ δ’ αὑτῶν ὀνόματι τιμηθήσονται, καὶ τῆς νίκης οὐκ ἄλλον τινὰ ἆθλον ἢ τὸν τὴν νίκην παρασχόντα λήψονται.’ ταῦτα μὲν δὴ καὶ τὰ παραπλήσια τούτοις καλὰ καὶ ζήλου ἄξια ἡγοῦμαι. ἐκεῖνα δ’ οὐκ οἶδ’ ὅπως ἂν ἐπαινέσαιμι· ‘νῦν γὰρ εἰς τὴν Σικελίαν προφάσει μέν, ᾗ πυνθάνεσθε, διανοίᾳ δέ, ἣν πάντες ὑπονοοῦμεν. καί μοι δοκοῦσιν οὐ Λεοντίνους βούλεσθαι κατοικίσαι, ἀλλ’ ἡμᾶς μᾶλλον ἐξοικίσαι.’ ψυχρὰ γὰρ ἡ παρονομασία καὶ οὐ προσβάλλουσα πάθος, ἀλλ’ ἐπιτήδευσιν. καὶ ἔτι τὰ πεπλεγμένα καὶ πολλὰς τὰς ἕλικας ἔχοντα σχήματα ταυτί· ‘καὶ οὐ περὶ τῆς ἐλευθερίας ἄρα οὔτε οἵδε τῶν Ἑλλήνων οὔτε οἱ Ἕλληνες τῆς ἑαυτῶν τῷ Μήδῳ ἀντέστησαν, περὶ δὲ τοῦ, οἳ μὲν σφίσιν ἀλλὰ μὴ ἐκείνῳ καταδουλώσεως, οἳ δ’ ἐπὶ δεσπότου μεταβολῇ οὐκ ἀξυνετωτέρου, κακοξυνετωτέρου δέ.’ καὶ ἔτι τὸ κατακορὲς τῆς μεταγωγῆς ‹τῆς› ἔκ τε τοῦ πληθυντικοῦ εἰς τὸ ἑνικὸν καὶ ἐκ τοῦ περὶ προσώπων λόγου εἰς τὸ τοῦ λέγοντος πρόσωπον· ‘καὶ εἴ τῳ ἄρα παρέστηκε τὸν μὲν Συρακόσιον, ἑαυτὸν δ’ οὐ πολέμιον εἶναι τῷ Ἀθηναίῳ καὶ δεινὸν ἡγεῖται ὑπέρ γε τῆς ἐμῆς κινδυνεύειν, ἐνθυμηθήτω οὐ περὶ τῆς ἐμῆς μᾶλλον, ἐν ἴσῳ δὲ καὶ τῆς ἑαυτοῦ ἅμα ἐν τῇ ἐμῇ μαχόμενος, τοσούτῳ δὲ καὶ ἀσφαλέστερον, ὅσῳ οὐ προδιεφθαρμένου ἐμοῦ, ἔχων δὲ ξύμμαχον ἐμὲ κ�
�ὶ οὐκ ἔρημος ἀγωνιεῖται· τόν τε Ἀθηναῖον μὴ τὴν τοῦ Συρακοσίου ἔχθραν κολάσασθαι.’ ταῦτα γὰρ καὶ μειρακιώδη καὶ περίεργα καὶ τῶν λεγομένων αἰνιγμάτων ἀσαφέστερα. καὶ ἐκεῖνα ἔτι πρὸς τούτοις· ‘καὶ εἰ γνώμῃ ἁμάρτοι, τοῖς αὑτοῦ κακοῖς ὀλοφυρθεὶς τάχ’ ἂν ἴσως καὶ τοῖς ἐμοῖς ἀγαθοῖς ποτε βουληθείη αὖθις φθονῆσαι· ἀδύνατον δὲ προεμένῳ καὶ μὴ τοὺς αὐτοὺς κινδύνους οὐ περὶ τῶν ὀνομάτων, ἀλλὰ περὶ τῶν ἔργων ἐθελήσαντι προσλαβεῖν.’ οἷς ἐπιτίθησιν οὐδὲ μειρακίῳ προσῆκον ἐπιφώνημα· ‘λόγῳ μὲν γὰρ τὴν ἡμετέραν δύναμιν σῴζοι ἄν τις, ἔργῳ δὲ τὴν ἑαυτοῦ σωτηρίαν.’

  [49] Ἔστι δὲ καὶ ἄλλα ἐν τῇ δημηγορίᾳ ταύτῃ μέμψεως ἄξια, περὶ ὧν οὐδὲν δέομαι τὰ πλείω λέγειν· ἱκανῶς δ’ οἴομαι καὶ διὰ τούτων φανερὸν πεποιηκέναι τὸ προκείμενον, ὅτι τῆς Θουκυδίδου λέξεως κρατίστη μέν ἐστιν ἡ μετρίως ἐκβεβηκυῖα τὰ συνήθη καὶ τὰς πρώτας καὶ ἀναγκαίας ἀρετὰς φυλάσσουσα, χείρων δὲ ἡ λαμβάνουσα πολλὴν ἐκτροπὴν ἐκ τῶν κοινῶν ὀνομάτων τε καὶ σχημάτων εἰς τὰ ξένα καὶ βεβιασμένα καὶ ἀνακολούθητα, δι’ ἣν οὐδὲ τῶν ἄλλων ἀρετῶν οὐδεμίαι τὴν ἑαυτῶν ἐπιδείκνυνται δύναμιν. οὔτε γὰρ ἐν ταῖς ἐκκλησίαις χρήσιμόν ἐστι τοῦτο τὸ γένος τῆς φράσεως, ἐν αἷς ὑπὲρ εἰρήνης καὶ πολέμου καὶ νόμων εἰσφορᾶς καὶ πολιτειῶν κόσμου καὶ τῶν ἄλλων τῶν κοινῶν καὶ μεγάλων αἱ πόλεις βουλευσόμεναι συνέρχονται, οὔτ’ ἐν τοῖς δικαστηρίοις, ἔνθα περὶ θανάτου καὶ φυγῆς καὶ ἀτιμίας καὶ δεσμῶν καὶ χρημάτων ἀφαιρέσεως οἱ λόγοι πρὸς τοὺς ἀνειληφότας τὴν ὑπὲρ τούτων ἐξουσίαν λέγονται ( αἳ λυποῦσι τὸν πολιτικὸν ὄχλον οὐκ ὄντα τῶν τοιούτων ἀκουσμάτων ἐν ἔθει), οὔτ’ ἐν ταῖς ἰδιωτικαῖς ὁμιλίαις, ἐν αἷς περὶ τῶν βιωτικῶν διαλεγόμεθα πολίταις ἢ φίλοις ἢ συγγενέσιν διηγούμενοί τι τῶν συμβεβηκότων ἑαυτοῖς ἢ συμβουλευόμενοι περί τινος τῶν ἀναγκαίων, ἢ νουθετοῦντες ἢ παρακαλοῦντες ἢ συνηδόμενοι τοῖς ἀγαθοῖς ἢ συναλγοῦντες τοῖς κακοῖς· ἐῶ γὰρ λέγειν, ὅτι τῶν οὕτως διαλεγομένων οὐδὲ αἱ μητέρες ἂν καὶ οἱ πατέρες ἀνάσχοιντο διὰ τὴν ἀηδίαν, ἀλλ’ ὥσπερ ἀλλοεθνοῦς γλώσσης ἀκούοντες τῶν ἑρμηνευσόντων ἂν δεηθεῖεν. ταῦτα ἔστιν ἃ περὶ τοῦ συγγραφέως ἐπείσθην, μετὰ πάσης ἀληθείας εἰρημένα κατὰ τὴν ἐμὴν δύναμιν.

  [50] Ἀνάγκη δὲ καὶ τὰ λεγόμενα ὑπὲρ αὐτοῦ τισιν ἐξετάσαι δι’ ὀλίγων, ἵνα μηδὲν παρεἱκέναι δοκῶ. ὅτι μὲν οὖν οὔτ’ εἰς τοὺς πολιτικοὺς ἀγῶνας ἐπιτήδειός ἐστιν οὔτ’ εἰς τὰς ὁμιλίας τὰς ἰδιωτικὰς οὗτος ὁ χαρακτήρ, ἅπαντες ὁμολογήσουσιν οἱ μὴ διεφθαρμένοι τὴν διάνοιαν ἀλλ’ ἐν τῷ κατὰ φύσιν τὰς αἰσθήσεις ἔχοντες. ἐπιχειροῦσι δέ τινες οὐκ ἄδοξοι σοφισταὶ λέγειν, ὅτι τοῖς μὲν πρὸς τὰς ὀχλικὰς ἐντεύξεις παρεσκευασμένοις καὶ τὰ δίκαια λέγουσιν οὐκ ἔστιν ἐπιτήδειος οὗτος ὁ χαρακτήρ, τοῖς δὲ τὰς ἱστορικὰς πραγματείας ἐκφέρουσιν, αἷς μεγαλοπρεπείας τε δεῖ καὶ σεμνολογίας καὶ καταπλήξεως, παντὸς μάλιστα προσήκει ταύτην ἀσκεῖν τὴν φράσιν τὴν γλωττηματικήν τε καὶ ἀπηρχαιωμένην καὶ τροπικὴν καὶ ἐξηλλαγμένην τῶν ἐν ἔθει σχημάτων ἐπὶ τὸ ξένον καὶ περιττόν. οὐ γὰρ ἀγοραίοις ἀνθρώποις οὐδ’ ἐπιδιφρίοις ἢ χειροτέχναις οὐδὲ τοῖς ἄλλοις οἳ μὴ μετέσχον ἀγωγῆς ἐλευθερίου ταύτας κατασκευάζεσθαι τὰς γραφάς, ἀλλ’ ἀνδράσι διὰ τῶν ἐγκυκλίων μαθημάτων ἐπὶ ῥητορικήν τε ‹καὶ› φιλοσοφίαν ἐληλυθόσιν, οἷς οὐδὲν φανήσεται τούτων ξένον. ἤδη δέ τινες ἐπεχείρησαν λέγειν, ὡς οὐ τῶν μεθ’ ἑαυτὸν ἐσομένων στοχαζόμενος ὁ συγγραφεὺς οὕτως ἔγραψε τὰς ἱστορίας, ἀλλὰ τῶν καθ’ ἑαυτὸν ὄντων, οἷς ἦν ἡ διάλεκτος χρήσιμος οὗτος ὁ χαρακτὴρ οὔτ’ εἰς τοὺς συμβουλευτικοὺς ‹οὔτ’ εἰς τοὺς δικανικοὺς› ἀγῶνας, ἐν οἷς οἵ τ’ ἐκκλησιάζοντες καὶ οἱ δικάζοντες, οὐχ οἵους ὁ Θουκυδίδης ὑπέθετο, συνέρχονται.

  [51] Πρὸς μὲν οὖν τοὺς οἰομένους μόνων εἶναι τῶν εὐπαιδεύτων ἀναγνῶναί τε καὶ συνεἷναι τὴν Θουκυδίδου διάλεκτον ταῦτα λέγειν ἔχω, ὅτι τὸ τοῦ πράγματος ἀναγκαῖόν τε καὶ χρήσιμον ἅπασιν (οὐδὲν γὰρ ‹ἂν› ἀναγκαιότερον γένοιτο οὐδὲ πολυωφελέστερον) ἀναιροῦσιν ἐκ τοῦ κοινοῦ βίου, ὀλίγων παντάπασιν ἀνθρώπων οὕτω ποιοῦντες, ὥσπερ ἐν ταῖς ὀλιγαρχουμέναις ἢ τυραννουμέναις πόλεσιν· εὐαρίθμητοι γάρ τινές εἰσιν οἷοι πάντα τὰ Θουκυδίδου συμβαλεῖν, καὶ οὐδ’ οὗτοι χωρὶς ἐξηγήσεως γραμματικῆς ἔνια. πρὸς δὲ τοὺς ἐπὶ τὸν ἀρχαῖον βίον ἀναφέροντας τὴν Θουκυδίδου διάλεκτον ὡς δὴ τοῖς τότε ἀνθρώποις οὖσαν συνήθη, βραχὺς ἀπόχρη μοι λόγος καὶ σαφής, ὅτι πολλῶν γενομένων Ἀθήνησι κατὰ τὸν Πελοποννησιακὸν πόλεμον ῥητόρων τε καὶ φιλοσόφων οὐδεὶς αὐτῶν κέχρηται ταύτῃ τῇ διαλέκτῳ, οὔθ’ οἱ περὶ Ἀνδοκίδην καὶ Ἀντιφῶντα καὶ Λυσίαν ῥήτορες οὔθ’ οἱ περὶ Κριτίαν καὶ Ἀντισθένη καὶ Ξενοφῶντα Σωκρατικοί. ἐκ δὴ τούτων ἁπάντων δῆλός ἐστιν ἁνὴρ πρῶτος ἐπιτετηδευκὼς ταύτην τὴν ἑρμηνείαν, ἵνα διαλλάξῃ τοὺς ἄλλους συγγραφεῖς. ὅταν μὲν οὖν τεταμιευμένως αὐτῇ χρ�
��σηται καὶ μετρίως, θαυμαστός ἐστι καὶ οὐδενὶ συγκριτὸς [οὐδ’] ἑτέρῳ· ὅταν δὲ κατακόρως καὶ ἀπειροκάλως, μήτε τοὺς καιροὺς διορίζων μήτε τὴν ποσότητα ὁρῶν, μεμπτός. ἐγὼ δὲ οὔτε αὐχμηρὰν καὶ ἀκόσμητον καὶ ἰδιωτικὴν τὴν ἱστορικὴν εἶναι πραγματείαν ἀξιώσαιμ’ ἄν, ἀλλ’ ἔχουσάν τι καὶ ποιητικόν· οὔτε παντάπασι ποιητικήν, ἀλλ’ ἐπ’ ὀλίγον ἐκβεβηκυῖαν τῆς ἐν ἔθει· ἀνιαρὸν γὰρ ὁ κόρος καὶ τῶν πάνυ ἡδέων, ἡ δὲ συμμετρία πανταχῇ χρήσιμον.

 

‹ Prev