Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 418
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 418

by Dionysius of Halicarnassus


  [10] Ἀρρενικῶν δὲ καὶ θηλυκῶν καὶ οὐδετέρων ἀντιμετατάξεις ἐκβεβηκυῖαι τῶν συνήθων σχημάτων αἱ τοιαίδε εἰσίν, ὅταν τὴν μὲν ταραχὴν τάραχον καλῇ τὸ θηλυκὸν ἐκφέρων ἀρρενικῶς καὶ τὴν ὄχλησιν ὄχλον, τὴν δὲ βούλησιν καὶ τὴν δύναμιν τὸ βουλόμενον λέγῃ καὶ τὸ δυνάμενον· ὡς ἐπὶ τῶν Ἀθηναίων τέθηκεν, ὅτε τὴν εἰς Σικελίαν ἀπέστελλον στρατιάν· ‘οἱ δὲ Ἀθηναῖοι τὸ μὲν βουλόμενον οὐκ ἀφῃρέθησαν ὑπὸ τοῦ ὀχλώδους τῆς παρασκευῆς’, καὶ ἐν οἷς περὶ τῶν Θεσσαλῶν εἴρηκεν· ‘ὥστε εἰ μὴ δυναστείᾳ μᾶλλον ἢ ἰσονομίᾳ ἐχρῶντο τῷ ἐπιχωρίῳ οἱ Θεσσαλοί’· καὶ γὰρ ἐνταῦθα οὐδέτερον πεποίηκεν τὸ θηλυκόν· ἦν δὲ τὸ σημαινόμενον ὑπὸ τῆς λέξεως τοιόνδε· ‘ὥστε εἰ μὴ δυναστείᾳ μᾶλλον ἢ ἰσονομίᾳ ἐχρῶντο τῇ ἐπιχωρίῳ οἱ Θεσσαλοί.’

  [11] Ἐν οἷς δὲ τὰς πτώσεις τῶν ὀνομάτων καὶ τῶν προσηγοριῶν καὶ τῶν μετοχῶν καὶ ‹τῶν› συναπτομένων τούτοις ἄρθρων ἐξαλλάττει τοῦ συνήθους, οὕτως σχηματίζει [τῇ φράσει]· ‘σωφροσύνην γὰρ λαβοῦσαι αἱ πόλεις καὶ ἄδειαν τῶν πρασσομένων ἐχώρησαν ἐπὶ τὴν ἄντικρυς ἐλευθερίαν, τῆς ἀπὸ τῶν Ἀθηναίων ὑπούλου εὐνομίας οὐ προτιμήσαντες.’ οἱ μὲν γὰρ ἀκολούθως τῇ κοινῇ συνηθείᾳ σχηματίζοντες τὴν φράσιν τῷ τε θηλυκῷ γένει τῆς προσηγορίας τὸ θηλυκὸν ἂν ἔζευξαν μόριον, καὶ τὴν πτῶσιν [τῆς μετοχῆς] τὴν αἰτιατικὴν ‹ἂν› ἀντὶ τῆς γενικῆς ἔταξαν τὸν τρόπον τόνδε· ‘σωφροσύνην γὰρ λαβοῦσαι αἱ πόλεις καὶ ἄδειαν τῶν πρασσομένων ἐχώρησαν ἐπὶ τὴν ἄντικρυς ἐλευθερίαν, τὴν ἀπὸ τῶν Ἀθηναίων ὕπουλον εὐνομίαν οὐ προτιμήσασαι.’ οἱ δὲ τὰ ἀρρενικὰ τοῖς θηλυκοῖς συντάττοντες, ὥσπερ οὗτος πεποίηκεν, ‹καὶ› τὰς γενικὰς ἀντὶ τῶν αἰτιατικῶν πτώσεων παραλαμβάνοντες σολοικίζειν ἂν ὑφ’ ἡμῶν λέγοιντο. καὶ ἔτι τὰ τοιαῦτα· ‘καὶ μὴ τῷ πλήθει αὐτῶν καταπλαγέντες’· οὐ γὰρ ἐπὶ τῆς δοτικῆς πτώσεως ἐσχηματίσθαι τὴν λέξιν ἥρμοττεν, ἀλλ’ ἐπὶ τῆς αἰτιατικῆς· ‘καὶ μὴ τὸ πλῆθος τῶν πολεμίων καταπλαγέντες.’ οὐδὲ γὰρ ‘τῇ παρὰ τῶν θεῶν ὀργῇ φοβεῖσθαι’ λέγοιτ’ ἄν τις, ἀλλὰ ‘τὴν τῶν θεῶν ὀργήν.’

  [12] Ἡ δὲ παρὰ τοὺς χρόνους τῶν ῥημάτων ἐκβεβηκυῖα τὸ κατάλληλον φράσις τοιαύτη τίς ἐστι· ‘καίτοι εἰ ῥᾳθυμίᾳ μᾶλλον ἢ πόνων μελέτῃ, καὶ μὴ μετὰ νόμων τὸ πλέον ἢ τρόπων ἀνδρείας ἐθέλοιμεν κινδυνεύειν, περιγίνεται ἡμῖν τοῖς τε μέλλουσιν ἀλγεινοῖς μὴ προκάμνειν καὶ ἐς αὐτὰ ἐλθοῦσι μὴ ἀτολμοτέροις τῶν ἀεὶ μοχθούντων φαίνεσθαι’· ἐνταῦθα γὰρ τὸ μὲν ἐθέλοιμεν ῥῆμα τοῦ μέλλοντός ἐστι χρόνου δηλωτικόν, τὸ δὲ περιγίγνεται τοῦ παρόντος. ἀκόλουθον δ’ ἂν ἦν, εἰ συνέζευξεν τῷ ἐθέλοιμεν τὸ περιέσται ‘τοῦ τε γὰρ χωρίου τὸ δυσέμβατον ἡμέτερον νομίζω, ὃ μενόντων μὲν ἡμῶν σύμμαχον γίνεται· ὑποχωρήσασι δὲ καίπερ χαλεπὸν ὂν εὔπορον ἔσται.’ τὸ μὲν γὰρ γίνεται τοῦ παρόντος ἐστί, τὸ δὲ ἔσται τοῦ μέλλοντος χρόνου δηλωτικόν. γέγονεν δὲ καὶ παρὰ τὰς πτώσεις σχηματισμὸς ἀκατάλληλος· ἐπὶ μὲν γὰρ τῆς γενικῆς πτώσεως ἐξενήνοχεν τό τε μετοχικὸν ὄνομα τὸ μενόντων καὶ ‹τὸ› ἀντονομαστικὸν τὸ ἡμῶν, ἐπὶ δὲ τῆς δοτικῆς τὸ ὑποχωρήσασιν· οἰκειότερον δ’ ἦν καὶ τοῦτο κατὰ τὴν αὐτὴν ἐξενηνέχθαι πτῶσιν.

  [13] Ὅταν δὲ πρὸς τὸ σημαῖνον ἀπὸ τοῦ σημαινομένου πράγματος τὴν ἀποστροφὴν ποιῆται ἢ πρὸς τὸ σημαινόμενον ἀπὸ τοῦ σημαίνοντος, οὕτως σχηματίζει τὸν λόγον· ‘τῶν δὲ Συρακοσίων ὁ δῆμος ἐν πολλῇ πρὸς ἀλλήλους ἔριδι ἦσαν’· προθεὶς γὰρ ἑνικὸν ὄνομα τὸν δῆμον ἀπέστρεψεν ἀπὸ τούτου τὸν λόγον ἐπὶ τὸ σημαινόμενον πρᾶγμα πληθυντικὸν ὑπάρχον, τοὺς Συρακοσίους. καὶ αὖθις· ‘Λεοντῖνοι γὰρ ἀπελθόντων Ἀθηναίων ἐκ Σικελίας μετὰ τὴν σύμβασιν πολίτας τε ἐπεγράψαντο πολλοὺς καὶ ὁ δῆμος ἐπενόει τὴν γῆν ἀναδάσασθαι’· ἀπὸ γὰρ τοῦ πληθυντικοῦ ὀνόματος τοῦ Λεοντῖνοι ἀπέστρεψεν τὸν λόγον ἐπὶ τὸ ἑνικὸν ὄνομα τὸν δῆμον.

  [14] Πρόσωπα δὲ παρ’ αὐτῷ τὰ πράγματα γίνεται, καθά περ ἐν τῇ Κορινθίων πρὸς Λακεδαιμονίους δημηγορίᾳ γέγονεν· ἀξιῶν γὰρ ὁ Κορίνθιος τοὺς προεστηκότας τῆς Πελοποννήσου φυλάττειν αὐτῆς τὸ ἀξίωμα πρὸς τὰς ἔξω πόλεις, οἷον παρὰ τῶν πατέρων παρέλαβον, ταῦτα λέγει· ‘πρὸς τάδε βουλεύεσθε εὖ, καὶ τὴν Πελοπόννησον πειρᾶσθε μὴ ἐλάσσον’ ἐξηγεῖσθαι ἢ οἱ πατέρες ὑμῖν παρέδοσαν’· τὸ γὰρ ἐξηγεῖσθαι νῦν τέθηκεν ἐπὶ τοῦ προάγειν ἔξω τὴν Πελοπόννησον ἡγουμένους αὐτῆς· τοῦτο δὲ τῇ χώρᾳ μὲν ἀδύνατον ἦν συμβῆναι, τῇ δὲ δόξῃ καὶ τοῖς πράγμασιν τοῖς περὶ αὐτὴν ὑπάρχουσιν δυνατόν, καὶ βούλεται τοῦτο δηλοῦν.

     Πράγματα δὲ ἀντὶ σωμάτων τὰ τοιαῦτα ὑπ’ αὐτοῦ γίνεται· λέγεται δὲ ὑπὸ τοῦ Κορινθίων πρεσβευτοῦ πρὸς Λακεδαιμονίους συγκρίνοντος τά τε Ἀθηναίων καὶ Λακεδαιμονίων· ‘οἳ μέν γε νεωτεροποιοὶ καὶ ἐπινοῆσαι ὀξεῖς καὶ ἐπιτελέσαι ἔργῳ ὃ ἂν γνῶσιν· ὑμεῖς δὲ τὰ ὑπάρχοντά τε σῴζειν καὶ ἐπιγνῶναι μηδὲν καὶ ἔργῳ οὐδὲ τὰ ἀναγκαῖα ἐξικέσθαι’· μέχρι μὲν οὖν τούτων τὸ σχῆμα τῆς λέξε
ως σῴζει τὴν ἀκολουθίαν, ὡς ἐπὶ προσώπων ἀμφοτέρων κείμενον. ἔπειτα ἀποστρέφεται κατὰ θάτερον τῶν μερῶν ὁ λόγος, καὶ ἀντὶ σωμάτων πρᾶγμα γίνεται ‹τὸ› περὶ τοὺς Λακεδαιμονίους, ὅταν φῇ· ‘αὖθις δὲ οἳ μὲν καὶ παρὰ δύναμιν τολμηταὶ καὶ παρὰ γνώμην κινδυνευταὶ καὶ ἐν τοῖς δεινοῖς εὐέλπιδες· τὸ δὲ ὑμέτερον τῆς τε δυνάμεως ἐνδεᾶ πρᾶξαι τῆς τε γνώμης μηδὲ τοῖς βεβαίοις πιστεῦσαι’· τὸ γὰρ ὑμέτερον ἀντὶ τοῦ ὑμεῖς παρείληπται, πρᾶγμα ὑπάρχον ἀντὶ σώματος.

  [15] Ἐν δὲ τοῖς ἐνθυμήμασίν τε καὶ νοήμασιν αἱ μεταξὺ παρεμπτώσεις πολλαὶ γινόμεναι καὶ μόλις ἐπὶ τὸ τέλος ἀφικνούμεναι, δι’ ἃς ἡ φράσις δυσπαρακολούθητος γίνεται, πλεῖσται μέν εἰσιν καθ’ ὅλην τὴν ἱστορίαν· ἀρκέσουσι δὲ ἐκ τοῦ προοιμίου δύο ληφθεῖσαι μόναι, ἥ τε δηλοῦσα τὴν ἀσθένειαν τῶν ἀρχαίων τῆς Ἑλλάδος πραγμάτων καὶ τὰς αἰτίας ἀποδιδοῦσα· ‘τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδὲ ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις οὔτε κατὰ γῆν οὔτε διὰ θαλάσσης, νεμόμενοί τε τὰ αὑτῶν ἕκαστοι ὅσον ἀποζῆν καὶ περιουσίαν χρημάτων οὐκ ἔχοντες, οὔτε γῆν φυτεύοντες, ἄδηλον ὂν πότε τις ἐπελθὼν καὶ ἅμ’ ἀτειχίστων ὄντων ἄλλος ἀφαιρήσεται· τῆς τε ἀναγκαίου τροφῆς πανταχοῦ ἂν ὁμοίως ἐπικρατήσειν οἰόμενοι οὐ χαλεπῶς ἀνίσταντο’ (‹εἰ γὰρ τὸ οὐ χαλεπῶς ἀνίσταντο› προσέθηκεν τῇ πρώτῃ περιόδῳ καὶ ἐσχημάτισεν οὕτως· ‘τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδ’ ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις οὔτε κατὰ γῆν ‹οὔτε κατὰ θάλασσαν›, νεμόμενοι δὲ τὰ ἑαυτῶν ἕκαστοι ὅσον ἀποζῆν οὐ χαλεπῶς ἀνίσταντο’, φανερωτέραν ἂν ἐποίει τὴν διάνοιαν· τῇ δὲ παρεμβολῇ τῶν μεταξὺ πραγμάτων πολλῶν ὄντων ἀσαφῆ καὶ δυσπαρακολούθητον πεποίηκεν), καὶ ἡ περὶ τῆς Εὐρυσθέως στρατείας ἐπὶ τὴν Ἀττικὴν ἥδε· ‘Εὐρυσθέως ἐν τῇ Ἀττικῇ ὑπὸ Ἡρακλειδῶν ἀποθανόντος, Ἀτρέως δὲ μητρὸς ἀδελφοῦ ὄντος αὐτῷ, καὶ ἐπιτρέψαντος Εὐρυσθέως, ὅτ’ ἐστράτευε, Μυκήνας τε καὶ τὴν ἀρχὴν κατὰ τὸ οἰκεῖον Ἀτρεῖ· τυγχάνειν δὲ αὐτὸν φεύγοντα τὸν πατέρα διὰ τὸν Χρυσίππου θάνατον· καὶ ὡς οὐκέτι ἀνεχώρησεν Εὐρυσθεύς, βουλομένων καὶ τῶν Μυκηναίων φόβῳ τῶν Ἡρακλειδῶν, καὶ ἅμα δυνατὸν δοκοῦντα εἶναι καὶ τὸ πλῆθος τεθεραπευκότα τῶν Μυκηναίων τε καὶ ὅσων Εὐρυσθεὺς ἦρχεν τὴν βασιλείαν Ἀτρέα παραλαβεῖν.’

  [16] Ἐν οἷς δὲ σκολιὰ καὶ πολύπλοκος καὶ δυσεξέλικτος ἡ τῶν ἐνθυμημάτων κατασκευὴ γίνεται, τοῦτον τὸν τρόπον ἔχει παρ’ αὐτῷ· κεῖται δὲ ἐν τῷ ἐπιταφίῳ ἡ λέξις· ‘τὴν δὲ τῶν ἐναντίων τιμωρίαν ποθεινοτέραν αὐτῶν λαβόντες καὶ κινδύνων ἅμα τόνδε κάλλιστον νομίσαντες ἐβουλήθησαν τοὺς μὲν τιμωρεῖσθαι τῶν δ’ ἐφίεσθαι, ἐλπίδι μὲν τὸ ἀφανὲς τοῦ κατορθώσειν ἐπιτρέψαντες, ἔργῳ δὲ περὶ τοῦ ἤδη ὁρωμένου σφίσιν αὐτοῖς ἀξιοῦντες πεποιθέναι· ἐν τῷ ἀμύνεσθαι παθεῖν μᾶλλον ἡγησάμενοι ἢ ἐνδόντες σῴζεσθαι τὸ μὲν αἰσχρὸν τοῦ λόγου ἔφυγον, τὸ δ’ ἔργον τῷ σώματι ὑπέμειναν καὶ δι’ ἐλαχίστου καιροῦ τύχης ἅμα ἀκμῇ τῆς δόξης μᾶλλον ἢ τοῦ δέους ἀπηλλάγησαν.’ τοιαῦτά ἐστι καὶ τὰ περὶ Θεμιστοκλέους εἰρημένα ὑπὸ τοῦ συγγραφέως ἐν τῇ πρώτῃ βύβλῳ· ‘ἦν γὰρ ὁ Θεμιστοκλῆς βεβαιότατα δὴ φύσεως ἰσχὺν δηλώσας καὶ διαφερόντως τι ἐς αὐτὸ μᾶλλον ἑτέρου ἄξιος θαυμάσαι. οἰκείᾳ γὰρ ξυνέσει, καὶ οὔτε προμαθὼν εἰς αὐτὴν οὐθὲν οὔτ’ ἐπιμαθὼν τῶν τε παραχρῆμα δι’ ἐλαχίστης βουλῆς κράτιστος γνώμων καὶ τῶν μελλόντων ἐπὶ πλεῖστον τοῦ γενησομένου ἄριστος εἰκαστής· καὶ ἃ μὲν μετὰ χεῖρας ἔχοι, καὶ ἐξηγήσασθαι οἷός τε· ὧν δὲ ἄπειρος εἴη, κρῖναι ἱκανῶς οὐκ ἀπήλλακτο· τό τε ἄμεινον ἢ χεῖρον ἐν τῷ ἀφανεῖ ἔτι προεώρα. καὶ τὸ ξύμπαν εἰπεῖν, φύσεως μὲν δυνάμει, μελέτης δὲ βραχύτητι κράτιστος δὴ οὗτος αὐτοσχεδιάζειν τὰ δέοντα ἐγένετο.’

  [17] Οἱ δὲ μειρακιώδεις σχηματισμοὶ τῶν ἀντιθέτων τε καὶ παρομοιώσεων καὶ παρισώσεων, ἐν οἷς οἱ περὶ τὸν Γοργίαν μάλιστα ἐπλεόνασαν, ἥκιστα τῷ χαρακτῆρι τούτῳ προσήκοντες, αὐστηρὰν ἔχοντι τὴν ἀγωγὴν καὶ τοῦ κομψοῦ πλεῖστον ἀφεστηκότι, τοιοῦτοί τινές εἰσι παρὰ τῷ συγγραφεῖ· ‘φαίνεται γὰρ ἡ νῦν καλουμένη Ἑλλὰς οὐ πάλαι βεβαίως οἰκουμένη.’ καὶ ἔτι δέ· ‘οἳ μὲν καὶ παρὰ δύναμιν τολμηταὶ καὶ παρὰ γνώμην κινδυνευταί· τὸ δ’ ὑμέτερον τῆς τε δυνάμεως ἐνδεᾶ πρᾶξαι τῆς τε γνώμης μηδὲ τοῖς βεβαίοις πιστεῦσαι, τῶν δὲ δεινῶν μηδέποτε οἴεσθαι ἀπολυθήσεσθαι’· καὶ ἐν οἷς τὰς καταλαβούσας τὴν Ἑλλάδα συμφορὰς διὰ τὰς στάσεις ἐπεξέρχεται τοιάδε γράφων· ‘τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρεία φιλέταιρος ἐνομίσθη· μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής, τὸ δὲ σῶφρον πρόσχημα τοῦ ἀνάνδρου, καὶ τὸ εἰς ἅπαν ξυνετὸν ἐπὶ πᾶν ἀργόν.’ πολλὰ τοιαῦτά τις ἂν εὕροι δι’ ὅλης αὐτοῦ τῆς ἱστορίας λεγόμενα, ἱκανὰ δὲ καὶ ταῦτα δείγματος ἕνεκα εἰρῆσθαι.

     Ἔχεις, ὦ φίλε Ἀμμαῖε, τὰ παρατηρήματα καθ’ ἕκαστον αὐτῶν ἐκ τῆς κοινῆς ἐξητασμένα πραγματείας, ὡς ἐπεζήτεις.

  The Dual Text

  Ruins of the University at Harran, an anc
ient city in Upper Mesopotamia, close to the site of the Battle of Carrhae, which took place in 53 BC — Dionysius cites the disastrous campaign of Crassus against the Parthians as occurring during his lifetime.

  DUAL GREEK AND ENGLISH TEXT

  Translated by Earnest Cary

  In this section, readers can view a section by section text of the extant eleven books of Dionysius’ Roman Antiquities, alternating between the original Greek and Cary’s English translation.

  CONTENTS

  BOOK I

  BOOK II

  BOOK III

  BOOK IV

  BOOK V

  BOOK VI

  BOOK VII

  BOOK VIII

  BOOK IX

  BOOK X

  BOOK XI

  BOOK I

  [1] τοὺς εἰωθότας ἀποδίδοσθαι τοῖς προοιμίοις τῶν ἱστοριῶν λόγους ἥκιστα βουλόμενος ἀναγκάζομαι περὶ ἐμαυτοῦ προειπεῖν, οὔτ᾽ ἐν τοῖς ἰδίοις μέλλων πλεονάζειν ἐπαίνοις, οὓς ἐπαχθεῖς οἶδα φαινομένους τοῖς ἀκούουσιν, οὔτε διαβολὰς καθ᾽ ἑτέρων ἐγνωκὼς ποιεῖσθαι συγγραφέων, ὥσπερ Ἀναξιμένης καὶ Θεόπομπος ἐν τοῖς προοιμίοις τῶν ἱστοριῶν ἐποίησαν, ἀλλὰ τοὺς ἐμαυτοῦ λογισμοὺς ἀποδεικνύμενος, οἷς ἐχρησάμην ὅτε ἐπὶ ταύτην ὥρμησα τὴν πραγματείαν, καὶ περὶ τῶν ἀφορμῶν ἀποδιδοὺς λόγον, ἐξ ὧν τὴν ἐμπειρίαν ἔλαβον τῶν γραφησομένων.

 

‹ Prev