Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 434
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 434

by Dionysius of Halicarnassus


  [2] ἐχρήσαντο, Τροία καλούμενος. ἐκ δὲ Βουθρωτοῦ παρὰ γῆν κομισθέντες ἄχρι λιμένος Ἀγχίσου μὲν τότε ὀνομασθέντος, νῦν δ᾽ ἀσαφεστέραν ἔχοντος ὀνομασίαν, ἱερὸν καὶ αὐτόθι τῆς Ἀφροδίτης ἱδρυσάμενοι διαίρουσι τὸν Ἰόνιον ἡγεμόνας ἔχοντες τῆς ναυτιλίας, οἳ συνέπλευσαν αὐτοῖς ἐθελούσιοι συνεπισπόμενοι, τοὺς σὺν Πάτρωνι τῷ Θουρίῳ: καὶ αὐτῶν οἱ μὲν πλείους, ἐπειδὴ σῶος ὁ στρατὸς εἰς Ἰταλίαν ἀφίκετο, ἐπ᾽ οἴκου αὖθις ἀνεκομίσθησαν, Πάτρων δὲ πεισθεὶς ὑπ᾽ Αἰνείου κοινωνεῖν τῆς ἀποικίας [p. 82] καὶ σὺν αὐτῷ τινες τῶν φίλων ὑπέμειναν ἐν τῷ στόλῳ: οὓς ἔνιοί φασιν ἐν Ἀλοντίῳ κατοικῆσαι τῆς Σικελίας. ταύτης ὑπομνήσει τῆς εὐεργεσίας Ἀκαρνᾶσι Ῥωμαῖοι Λευκάδα καὶ Ἀνακτόριον ἀφελόμενοι Κορινθίους ἀνὰ χρόνον ἐχαρίσαντο Οἰνιάδας τε ἀποκαταστῆσαι βουλομένοις ἐπέτρεψαν καὶ τὰς Ἐχινάδας νήσους καρποῦσθαι κοινῇ μετ᾽ Αἰτωλῶν ἔδωκαν.

  [2] From Buthrotum they sailed along the coast and came to a place which was then called the Harbour of Anchises but now has a less significant name; there also they built a temple to Aphroditê, and then crossed the Ionian Gulf, having for guides on the voyage Patron the Thyrian and his men, who accompanied them of their own accord. The greater part of these, after the army had arrived safely in Italy, returned home; but Patron with some of his friends, being prevailed on by Aeneas to join the colony, stayed with the expedition. These, according to some, settled at Aluntium in Sicily. In memory of this service the Romans in the course of time bestowed Leucas and Anactorium, which they had taken from the Corinthians, upon the Acarnanians; when the latter desired to restore the Oeniadae to their old home, they gave them leave to do so, and also to enjoy the produce of the Echinades jointly with the Aetolians.

  [3] οἱ δὲ σὺν Αἰνείᾳ ποιησάμενοι τὴν ἀπόβασιν οὐ καθ᾽ ἓν χωρίον τῆς Ἰταλίας, ἀλλὰ ταῖς μὲν πλείσταις ναυσὶ πρὸς ἄκραν Ἰαπυγίας ὁρμισάμενοι, ἣ τότε Σαλεντῖνος ἐλέγετο, ταῖς δὲ λοιπαῖς κατὰ τὸ καλούμενον Ἀθήναιον, ἔνθα καὶ αὐτὸς Αἰνείας ἐτύγχανεν ἐπιβὰς Ἰταλίας ῾τοῦτο δὲ τὸ χωρίον ἐστὶν ἀκρωτήριον καὶ ἐπ᾽ αὐτῷ θερινὸς ὅρμος, ὃς ἐξ ἐκείνου λιμὴν Ἀφροδίτης καλεῖταἰ, παρέπλευσαν ἄχρι πορθμοῦ διὰ χειρὸς ἔχοντες Ἰταλίαν, ἴχνη τινὰ κἀν τούτοις ὑπολειπόμενοι τοῖς τόποις τῆς ἀφίξεως ἄλλα τε καὶ φιάλην χαλκῆν ἐν Ἥρας ἱερῷ γραφῇ δηλοῦσαν ἀρχαίᾳ τοῦ δωρησαμένου τῇ θεῷ Αἰνείου τοὔνομα.

  [3] As for Aeneas and his companions, they did not all go ashore at the same place in Italy, but most of the ships came to anchor at the Promontory of Iapygia, which was then called the Salentine Promontory, and the others at a place named after Minerva, where Aeneas himself chanced to set foot first in Italy. This place is a promontory that offers a harbour in the summer, which from that time has been called the Harbour of Venus. After this they sailed along the coast until they reached the strait, having Italy on the right hand, and left in these places also some traces of their arrival, among others a bronze patera in the temple of Juno, on which there is an ancient inscription showing the name of Aeneas as the one who dedicated it to the goddess.

  [1] γενόμενοι δὲ κατὰ Σικελίαν, εἴτε γνώμῃ χρησάμενοι τῇδε ὁρμίσασθαι εἴτε καὶ ὑπ᾽ ἀνέμων πονηρῶν βιασθέντες, ἃ δὴ φιλεῖ περὶ τὴν θάλατταν τήνδε γίνεσθαι, κατάγονται τῆς νήσου περὶ τὰ καλούμενα Δρέπανα: ἔνθα περιτυγχάνουσι τοῖς σὺν Ἐλύμῳ [p. 83] καὶ Αἰγέστῳ προεξελθοῦσιν ἐκ τῆς Τροίας, οἳ τύχης τε καὶ πνεύματος οὐρίου λαβόμενοι καὶ ἅμα οὐ πολλῇ ἀποσκευῇ βαρυνόμενοι δι᾽ ὀλίγου κατήχθησαν εἰς Σικελίαν καὶ ᾤκησαν περὶ ποταμὸν καλούμενον Κριμισὸν ἐν γῇ Σικανῶν, πρὸς φιλίαν λαβόντες παρ᾽ αὐτῶν τὸ χωρίον διὰ τὴν Αἰγέστου συγγένειαν γενομένου τε καὶ τραφέντος ἐν Σικελίᾳ κατὰ

  [52.1] When they were off Sicily, whether they had any design of landing there or were forced from their course by tempests, which are common around this sea, they landed in that part of the island which is called Drepana. Here they found the Trojans who with Elymus and Aegestus had left Troy before them and who, being favoured by both fortune and the wind, and at the same time being not overburdened with baggage, had made a quick passage to Sicily and were settled near the river Crimisus in the country of the Sicanians. For the latter had bestowed the land upon them out of friendship because of their kinship to Aegestus, who had been born and reared in Sicily owing to the following circumstance.

  [2] τοιόνδε τι πάθος. τῶν προγόνων αὐτοῦ τις ἀνὴρ ἐπιφανὴς ἐκ τοῦ Τρωικοῦ γένους ὢν Λαομέδοντι διάφορος γίνεται, καὶ αὐτὸν ὁ βασιλεὺς ἐπ᾽ αἰτίᾳ δή τινι λαβὼν κτείνει καὶ γένος αὐτοῦ τὸ ἄρρεν ἅπαν, ὑπὸ δέους μή τι πρὸς αὐτῶν πάθῃ: τὰς δὲ θυγατέρας παρθένους ἔτι οὔσας ἀποκτεῖναι μὲν οὐκ εὐπρεπὲς ἐνόμισε, Τρωσὶ δὲ συνοικούσας περιιδεῖν οὐκ ἀσφαλές, δίδωσι δ᾽ αὐτὰς ἐμπόροις ὡς προσωτάτω κελεύσας ἀπάγειν.

  [2] One of his ancestors, a distinguished man of Trojan birth, became at odds with Laomedon and the king seized him on some charge or other and put him to death, together with all his male children, lest he should suffer some mischief at their hands. But thinking it unseemly to put the man’s daughters to death, as they were still maidens, and at the same time unsafe to permit them to live among the Trojans, he delivered them to some merchants, with orders to carry them as far away as possible.

  [3] ταύταις ἀπιούσαις συνεκπλεῖ μειράκιόν τι τῶν ἐπιφανῶν κρατούμενον ἔρωτι τῆς ἑτέρας καὶ γαμεῖ τὴν παιδίσκην ἀχθεῖσαν εἰς Σικελίαν, καὶ γίνεται αὐτοῖς παῖς ἐν Σικελοῖς διατρίβουσιν Αἴγεστος ὄνομα: ὃς ἤθη καὶ γλῶσσαν τῶν ἐπιχωρίων ἐκμαθών, ἐπειδὴ τοὺς γονεῖς αὐτῷ τελευτῆσαι συνέβη, βασιλεύοντος ἐν Τροίᾳ Πριάμου κάθοδον αὑτῷ δοθῆναι διαπράττεται, καὶ συνδιενέγκας τὸν πρὸς τοὺς Ἀχαιοὺς πόλεμον ἁλισκομένης τῆς πόλεως ἀπέπλει πάλιν εἰς Σικελίαν σὺν Ἐλύμῳ ποιησάμενος τὴν φυγὴν ἐν τρισὶ [p. 84] ναυσὶν, ἃς Ἀχιλλεὺς ἔχων ὅτε τὰς Τρωάδας ἐληίζετο πόλεις ἕρμασιν ὑφάλοις περιπεσούσας ἀπέβαλεν.

  [3] They were accompanied on the voyage by a youth of distinguished family, who was in love with one of them; and he married the
girl when she arrived in Sicily. And during their stay among the Sicels they had a son, named Aegestus, who learned the manners and language of the inhabitants; but after the death of his parents, Priam being then king of Troy, he obtained leave to return home. And having assisted Priam in the war against the Achaeans, he then, when the city was about to be taken, sailed back again to Sicily, being accompanied in his flight by Elymus with the three ships which Achilles had had with him when he plunder the Trojan cities and had lost when they struck on some hidden rocks.

  [4] ἐντυχὼν δὴ τοῖς εἰρημένοις Αἰνείας ἀνδράσι φιλοφρονεῖταί τε αὐτοὺς καὶ κατασκευάζεται αὐτοῖς πόλεις Αἴγεσταν καὶ Ἔλυμα καί τινα καὶ μοῖραν τῆς ἑαυτοῦ στρατιᾶς ἐν τοῖς πολίσμασιν ὑπολείπεται, ὡς μὲν ἐγὼ εἰκάζω γνώμῃ ἑκουσίῳ χρησάμενος, ἵνα τοῖς ὑπὸ καμάτων βαρυνομένοις ἢ καὶ ἄλλως θαλάττῃ ἀχθομένοις ἀναπαύσεις γίνοιντο ἀσφαλεῖς καὶ καταγωγαί, ὡς δέ τινες γράφουσι τοῦ ναυτικοῦ μειωθέντος αὐτῷ διὰ τὴν ἔμπρησιν, ἣν ἐποιήσαντο τῶν γυναικῶν τινες ἀχθόμεναι τῇ πλάνῃ, τὸν οὐκέτι δυνάμενον συμπλεῖν ὄχλον ἐκ τῶν κατακεκαυμένων νεῶν ἀνάγκῃ καταλιπών.

  [4] Aeneas, meeting with the men just named, showed them great kindness and built cities for them, Aegesta and Elyma, and even left some part of his army in these towns. It is my own surmise that he did this by deliberate choice, to the end that those who were worn out by hardships or otherwise irked by the sea might enjoy rest and a safe retreat. But some writers say that the loss of part of his fleet, which was set on fire by some of the women, who were dissatisfied with their wandering, obliged him to leave behind the people who belonged to the burned ships and for that reason could sail no longer with their companions.

  [1] τεκμήρια δὲ τῆς εἰς Σικελοὺς Αἰνείου τε καὶ Τρώων ἀφίξεως πολλὰ μὲν καὶ ἄλλα, περιφανέστατα δὲ τῆς Αἰνειάδος Ἀφροδίτης ὁ βωμὸς ἐπὶ τῇ κορυφῇ τοῦ Ἐλύμου ἱδρυμένος καὶ ἱερὸν Αἰνείου ἱδρυμένον ἐν Αἰγέστῃ, τὸν μὲν αὐτοῦ κατασκευάσαντος Αἰνείου τῇ μητρί, τὸ δὲ ἱερὸν τῶν ὑπολειφθέντων ἀπὸ τοῦ στόλου τῇ μνήμῃ τοῦ σώσαντος σφᾶς ἀνάθημα ποιησαμένων. τὸ μὲν δὴ σὺν Ἐλύμῳ καὶ Αἰγέστῳ Τρωικὸν ἐν τούτοις κατέμεινε τοῖς χωρίοις, [p. 85] καὶ διετέλεσαν Ἔλυμοι καλούμενοι. προεῖχε γὰρ κατὰ τὴν ἀξίωσιν Ἔλυμος ἀπὸ τοῦ βασιλικοῦ γένους ὢν,

  [53] There are many proofs of the coming of Aeneas and the Trojans to Sicily, but the most notable are the altar of Aphroditê Aeneias erected on the summit of Elymus and a temple erected to Aeneas in Aegesta; the former was built by Aeneas himself in his mother’s honour, but the temple was an offering made by those of the expedition who remained behind to the memory of their deliverer. The Trojans with Elymus and Aegestus, then, remained in these parts and continued to be called Elymians; for Elymus was the first in dignity, as being of the royal family, and from him they all took their name.

  [2] ἀφ᾽ οὗ τὴν κλῆσιν οἱ σύμπαντες ἔλαβον. οἱ δὲ σὺν τῷ Αἰνείᾳ πλέοντες ἀπὸ Σικελίας διὰ τοῦ Τυρρηνικοῦ πελάγους πρῶτον μὲν ὡρμίσαντο τῆς Ἰταλίας κατὰ λιμένα τὸν Παλίνουρον, ὃς ἀφ᾽ ἑνὸς τῶν Αἰνείου κυβερνητῶν τελευτήσαντος αὐτόθι ταύτης τυχεῖν λέγεται τῆς ὀνομασίας. ἔπειτα νήσῳ προσέσχον, ᾗ τοὔνομα ἔθεντο Λευκασίαν ἀπὸ γυναικὸς ἀνεψιᾶς Αἰνείου περὶ τόνδε τὸν τόπον ἀποθανούσης.

  [2] But Aeneas and his companions, leaving Sicily, crossed the Tyrrhenian sea and first came to anchor in Italy in the harbour of Palinurus, which is said to have got this name from one of the pilots of Aeneas who died there. After that they put in at an island which they called Leucosia, from a woman cousin of Aeneas who died at that place.

  [3] ἐκεῖθεν δὲ κατάραντες εἰς λιμένα βαθὺν καὶ καλὸν ἐν Ὀπικοῖς, τελευτήσαντος καὶ αὐτόθι Μισηνοῦ τῶν ἐπιφανῶν τινος, ἀπ᾽ ἐκείνου τὸν λιμένα ὠνόμασαν, νήσῳ τε Προχύτῃ καὶ ἀκρωτηρίῳ Καιήτῃ τύχῃ προσορμισάμενοι κατὰ ταὐτὰ τίθενται τὰς ἐπικλήσεις τοῖς τόποις, γυναικῶν ἀποθανουσῶν βουλόμενοι μνημεῖα ποιῆσαι τὰ χωρία. τούτων δὲ ἡ μὲν συγγενὴς Αἰνείου λέγεται γενέσθαι, ἡ δὲ τροφός. τελευτῶντες δὲ ἀφικνοῦνται τῆς Ἰταλίας εἰς Λωρεντόν, ἔνθα τῆς πλάνης παυσάμενοι χάρακα ἔθεντο, καὶ τὸ χωρίον ἐν ᾧ κατεστρατοπεδεύσαντο ἐξ ἐκείνου Τροία καλεῖται, ἀπέχει δὲ τῆς θαλάττης ἀμφὶ τοὺς τέτταρας σταδίους.

  [3] From there they came into a deep and excellent harbour of the Opicans, and when here also one of their number died, a prominent man named Misenus, they called the harbour after him. Then, putting in by chance at the island of Prochyta and at the promontory of Caieta, they named these places in the same manner, desiring that they should serve as memorials of women who died there, one of whom is said to have been a cousin of Aeneas and the other his nurse. At last they arrived at Laurentum in Italy, where, coming to the end of their wandering, they made an entrenched camp, and the place where they encamped has from that time been called Troy. It is distant from the sea about four stades.

  [4] Ἔργαψα δὲ ταῦτα καὶ τὴν παρέκβασιν ἐποιησάμην τοῦ ἀναγκαίου χάριν, ἐπειδὴ τῶν συγγραφέων οἱ [p. 86] μὲν οὐδ᾽ ἐλθεῖν Αἰνείαν φασὶν εἰς Ἰταλίαν ἅμα Τρωσίν, οἱ δ᾽ ἕτερον Αἰνείαν, οὐ τὸν ἐξ Ἀφροδίτης καὶ Ἀγχίσου γενόμενον, οἱ δ᾽ Ἀσκάνιον τὸν Αἰνείου, οἱ δ᾽ ἄλλους τινάς. εἰσὶ δ᾽ οἳ τὸν ἐξ Ἀφροδίτης Αἰνείαν λέγουσι καταστήσαντα τὸν λόχον εἰς Ἰταλίαν ἀνακομισθῆναι πάλιν οἴκαδε καὶ βασιλεῦσαι τῆς Τροίας, τελευτῶντα δὲ καταλιπεῖν Ἀσκανίῳ τῷ παιδὶ τὴν βασιλείαν, καὶ τὸ ἀπ᾽ ἐκείνου γένος ἐπὶ πλεῖστον κατασχεῖν τὴν ἀρχήν: ὡς μὲν ἐγὼ εἰκάζω τοῖς Ὁμήρου ἔπεσιν οὐκ ὀρθῶς λαμβανομένοις παρακρουσθέντες.

  [4] It was necessary for me to relate these things and to make this digression, since some historians affirm that Aeneas did not even come into Italy with the Trojans, and some that it was another Aeneas, not the son of Anchises and Aphroditê, while yet others say that it was Ascanius, Aeneas’ son, and others name still other persons. And there are those who claim that Aeneas, the son of Aphroditê after he had settled his company in Italy, returned home, reigned over Troy, and dying, left his kingdom to Ascanius, his son, whose posterity possessed it for a long time. According to my conjecture these writers are deceived by mistaking the sense of Homer’s verses.

  [5] πεποίηται γὰρ αὐτῷ ἐν Ἰλιάδι Ποσειδῶ�
� προλέγων τὴν μέλλουσαν ἔσεσθαι περὶ τὸν Αἰνείαν καὶ τοὺς ἐξ ἐκείνου γενησομένους ἐπιφάνειαν ὧδέ πως:

  νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει

  καὶ παῖδες παίδων, τοί κεν μετόπισθε γένωνται.

  ὑπολαβόντες οὖν τὸν Ὅμηρον ἐν Φρυγίᾳ δυναστεύοντας εἰδέναι τοὺς ἄνδρας, ὡς δὴ οὐ δυνατὸν ὂν ἐν Ἰταλίᾳ οἰκοῦντας βασιλεύειν Τρώων, τὴν ἀνακομιδὴν τοῦ Αἰνείου ἀνέπλασαν. ἄρχειν δὲ δὴ τῶν Τρώων οὓς ἐπήγετο καὶ ἄλλοθι πολιτευομένων οὐκ ἀδύνατον ἦν: ἔχοι δ᾽ ἄν τις τῆς ἀπάτης καὶ ἑτέρας αἰτίας λαβεῖν.

  [5] For in the Iliad he represents Poseidon as foretelling the future splendour of Aeneas and his posterity on this wise:

  “On great Aeneas shall devolve the reign,

  And sons succeeding sons the lasting line sustain.”

  Thus, as they supposed that Homer knew these men reigned in Phrygia, they invented the return of Aeneas, as if it were not possible for them to reign over Trojans while living in Italy. But it was not impossible for Aeneas to reign over the Trojans he had taken with him, even though they were settled in another country. However, other reasons also might be given for this error.

 

‹ Prev