by Pindar
ἐν βραχεῖ, μείων ἕπεται μῶμος ἀνθρώπων· ἀπὸ γὰρ κόρος ἀμβλύνει
αἰανὴς ταχείας ἐλπίδας,
ἀστῶν δ’ ἀκοὰ κρύφιον θυμὸν βαρύνει μάλιστ’ ἐσλοῖσιν ἐπ’ ἀλλοτρίοις.
85 ἀλλ’ ὅμως, κρέσσον γὰρ οἰκτιρμοῦ φθόνος,
μὴ παρίει καλά. νώμα δικαίῳ πηδαλίῳ στρατόν· ἀψευδεῖ δὲ πρὸς ἄκμονι χάλκευε γλῶσσαν.
εἴ τι καὶ φλαῦρον παραιθύσσει, μέγα τοι φέρεται,
πὰρ σέθεν. πολλῶν ταμίας ἐσσί· πολλοὶ μάρτυρες ἀμφοτέροις πιστοί.
εὐανθεῖ δ’ ἐν ὀργᾷ παρμένων,
90 εἴπερ τι φιλεῖς ἀκοὰν ἁδεῖαν αἰεὶ κλύειν, μὴ κάμνε λίαν δαπάναις·
ἐξίει δ’ ὥσπερ κυβερνάτας ἀνήρ
ἱστίον ἀνεμόεν. μὴ δολωθῇς, ὦ φίλε, κέρδεσιν εὐτράπλοις· ὀπιθόμβροτον αὔχημα δόξας
οἶον ἀποιχομένων ἀνδρῶν δίαιταν μανύει
καὶ λογίοις καὶ ἀοιδοῖς. οὐ φθίνει Κροίσου φιλόφρων ἀρετά.
95 τὸν δὲ ταύρῳ χαλκέῳ καυτῆρα νηλέα νόον
ἐχθρὰ Φάλαριν κατέχει παντᾷ φάτις,
οὐδέ νιν φόρμιγγες ὑπωρόφιαι κοινανίαν
μαλθακὰν παίδων ὀάροισι δέκονται.
τὸ δὲ παθεῖν εὖ πρῶτον ἀέθλων· εὖ δ’ ἀκούειν δευτέρα μοῖρ’· ἀμφοτέροισι δ’ ἀνήρ
100 ὃς ἂν ἐγκύρσῃ καὶ ἕλῃ, στέφανον ὕψιστον δέδεκται.
II. ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΣΙΩΙ ΑΡΜΑΤΙ
Α΄ Μεγαλοπόλιες ὦ Συράκοσαι, βαθυπολέμου
τέμενος Ἄρεος, ἀνδρῶν ἵππων τε σιδαροχαρμᾶν δαιμόνιαι τροφοί,
ὔμμιν τόδε τᾶν λιπαρᾶν ἀπὸ Θηβᾶν φέρων
μέλος ἔρχομαι ἀγγελίαν τετραορίας ἐλελίχθονος,
5 εὐάρματος Ἱέρων ἐν ᾇ κρατέων
τηλαυγέσιν ἀνέδησεν Ὀρτυγίαν στεφάνοις,
ποταμίας ἕδος Ἀρτέμιδος, ἇς οὐκ ἄτερ
κείνας ἀγαναῖσιν ἐν χερσὶ ποικιλανίους ἐδάμασσε πώλους.
ἐπὶ γὰρ ἰοχέαιρα παρθένος χερὶ διδύμᾳ
10 ὅ τ’ ἐναγώνιος Ἑρμᾶς αἰγλάεντα τίθησι κόσμον, ξεστὸν ὅταν δίφρον
ἔν θ’ ἅρματα πεισιχάλινα καταζευγνύῃ
σθένος ἵππιον, ὀρσοτρίαιναν εὐρυβίαν καλέων θεόν.
ἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνήρ
εὐαχέα βασιλεῦσιν ὕμνον ἄποιν’ ἀρετᾶς.
15 κελαδέοντι μὲν ἀμφὶ Κινύραν πολλάκις
φᾶμαι Κυπρίων, τὸν ὁ χρυσοχαῖτα προφρόνως ἐφίλησ’ Ἀπόλλων,
ἱερέα κτίλον Ἀφροδίτας· ἄγει δὲ χάρις φίλων ποί τινος ἀντὶ ἔργων ὀπιζομένα·
σὲ δ’, ὦ Δεινομένειε παῖ, Ζεφυρία πρὸ δόμων
Λοκρὶς παρθένος ἀπύει, πολεμίων καμάτων ἐξ ἀμαχάνων
20 διὰ τεὰν δύναμιν δρακεῖσ’ ἀσφαλές·
θεῶν δ’ ἐφετμαῖς Ἰξίονα φαντὶ ταῦτα βροτοῖς
λέγειν ἐν πτερόεντι τροχῷ
παντᾷ κυλινδόμενον·
τὸν εὐεργέταν ἀγαναῖς ἀμοιβαῖς ἐποιχομένους τίνεσθαι.
Β΄ ἔμαθε δὲ σαφές. εὐμενέσσι γὰρ παρὰ Κρονίδαις
26 γλυκὺν ἑλὼν βίοτον, μακρὸν οὐχ ὑπέμεινεν ὄλβον, μαινομέναις φρασίν
Ἥρας ὅτ’ ἐράσσατο, τὰν Διὸς εὐναὶ λάχον
πολυγαθέες· ἀλλά νιν ὕβρις εἰς αὐάταν ὑπεράφανον
ὦρσεν· τάχα δὲ παθὼν ἐοικότ’ ἀνήρ
30 ἐξαίρετον ἕλε μόχθον. αἱ δύο δ’ ἀμπλακίαι
φερέπονοι τελέθοντι· τὸ μὲν ἥρως ὅτι
ἐμφύλιον αἷμα πρώτιστος οὐκ ἄτερ τέχνας ἐπέμειξε θνατοῖς,
ὅτι τε μεγαλοκευθέεσσιν ἔν ποτε θαλάμοις
Διὸς ἄκοιτιν ἐπειρᾶτο. χρὴ δὲ κατ’ αὐτὸν αἰεὶ παντὸς ὁρᾶν μέτρον.
35 εὐναὶ δὲ παράτροποι ἐς κακότατ’ ἀθρόαν
ἔβαλον· ποτὶ καὶ τὸν ἵκοντ’· ἐπεὶ νεφέλᾳ παρελέξατο
ψεῦδος γλυκὺ μεθέπων ἄϊδρις ἀνήρ
εἶδος γὰρ ὑπεροχωτάτᾳ πρέπεν Οὐρανιᾶν
θυγατέρι Κρόνου· ἅντε δόλον αὐτῷ θέσαν
40 Ζηνὸς παλάμαι, καλὸν πῆμα. τὸν δὲ τετράκναμον ἔπραξε δεσμόν
ἑὸν ὄλεθρον ὅγ’· ἐν δ’ ἀφύκτοισι γυιοπέδαις πεσὼν τὰν πολύκοινον ἀνδέξατ’ ἀγγελίαν.
ἄνευ οἱ Χαρίτων τέκεν γόνον ὑπερφίαλον
μόνα καὶ μόνον οὔτ’ ἐν ἀνδράσι γερασφόρον οὔτ’ ἐν θεῶν νόμοις·
τὸν ὀνύμαζε τράφοισα Κένταυρον, ὅς
45 ἵπποισι Μαγνητίδεσσιν ἐμείγνυτ’ ἐν Παλίου
σφυροῖς, ἐκ δ’ ἐγένοντο στρατός
θαυμαστός, ἀμφοτέροις
ὁμοῖοι τοκεῦσι, τὰ ματρόθεν μὲν κάτω, τὰ δ’ ὕπερθε πατρός.
Γ΄ θεὸς ἅπαν ἐπὶ ἐλπίδεσσι τέκμαρ ἀνύεται,
50 θεός, ὃ καὶ πτερόεντ’ αἰετὸν κίχε, καὶ θαλασσαῖον παραμείβεται
δελφῖνα, καὶ ὑψιφρόνων τιν’ ἔκαμψε βροτῶν,
ἑτέροισι δὲ κῦδος ἀγήραον παρέδωκ’· ἐμὲ δὲ χρεών
φεύγειν δάκος ἀδινὸν κακαγοριᾶν.
εἶδον γὰρ ἑκὰς ἐὼν τὰ πόλλ’ ἐν ἀμαχανίᾳ
55 ψογερὸν Ἀρχίλοχον βαρυλόγοις ἔχθεσιν
πιαινόμενον· τὸ πλουτεῖν δὲ σὺν τύχᾳ πότμου σοφίας ἄριστον.
τὺ δὲ σάφα νιν ἔχεις ἐλευθέρᾳ φρενὶ πεπαρεῖν,
πρύτανι κύριε πολλᾶν μὲν εὐστεφάνων ἀγυιᾶν καὶ στρατοῦ. εἰ δέ τις
ἤδη κτεάτεσσί τε κα�
�� περὶ τιμᾷ λέγει
60 ἕτερόν τιν’ ἀν’ Ἑλλάδα τῶν πάροιθε γενέσθαι ὑπέρτερον,
χαύνᾳ πραπίδι παλαιμονεῖ κενεά.
εὐανθέα δ’ ἀναβάσομαι στόλον ἀμφ’ ἀρετᾷ
κελαδέων. νεότατι μὲν ἀρήγει θράσος
δεινῶν πολέμων· ὅθεν φαμὶ καὶ σὲ τὰν ἀπείρονα δόξαν εὑρεῖν,
65 τὰ μὲν ἐν ἱπποσόαισιν ἄνδρεσσι μαρνάμενον, τὰ δ’ ἐν πεζομάχαισι· βουλαὶ δὲ πρεσβύτεραι
ἀκίνδυνον ἐμοὶ ἔπος ‹σὲ› ποτὶ πάντα λόγον
ἐπαινεῖν παρέχοντι. χαῖρε· τόδε μὲν κατὰ Φοίνισσαν ἐμπολάν
μέλος ὑπὲρ πολιᾶς ἁλὸς πέμπεται·
τὸ Καστόρειον δ’ ἐν Αἰολίδεσσι χορδαῖς θέλων
70 ἄθρησον χάριν ἑπτακτύπου
φόρμιγγος ἀντόμενος.
γένοι’, οἷος ἐσσὶ μαθών. καλός τοι πίθων παρὰ παισίν, αἰεί
Δ΄ καλός. ὁ δὲ Ῥαδάμανθυς εὖ πέπραγεν, ὅτι φρενῶν
ἔλαχε καρπὸν ἀμώμητον, οὐδ’ ἀπάταισι θυμὸν τέρπεται ἔνδοθεν,
75 οἷα ψιθύρων παλάμαις ἕπετ’ αἰεὶ βροτῷ.
ἄμαχον κακὸν ἀμφοτέροις διαβολιᾶν ὑποφάτιες,
ὀργαῖς ἀτενὲς ἀλωπέκων ἴκελοι.
κέρδει δὲ τί μάλα τοῦτο κερδαλέον τελέθει;
ἅτε γὰρ ἐννάλιον πόνον ἐχοίσας βαθύν
80 σκευᾶς ἑτέρας, ἀβάπτιστος εἶμι φελλὸς ὣς ὑπὲρ ἕρκος ἅλμας.
ἀδύνατα δ’ ἔπος ἐκβαλεῖν κραταιὸν ἐν ἀγαθοῖς
δόλιον ἀστόν· ὅμως μὰν σαίνων ποτὶ πάντας ἄταν πάγχυ διαπλέκει.
οὔ οἱ μετέχω θράσεος. φίλον εἴη φιλεῖν·
ποτὶ δ’ ἐχθρὸν ἅτ’ ἐχθρὸς ἐὼν λύκοιο δίκαν ὑποθεύσομαι,
85 ἄλλ’ ἄλλοτε πατέων ὁδοῖς σκολιαῖς.
ἐν πάντα δὲ νόμον εὐθύγλωσσος ἀνὴρ προφέρει,
παρὰ τυραννίδι, χὠπόταν ὁ λάβρος στρατός,
χὤταν πόλιν οἱ σοφοὶ τηρέωντι. χρὴ δὲ πρὸς θεὸν οὐκ ἐρίζειν,
ὃς ἀνέχει τοτὲ μὲν τὰ κείνων, τότ’ αὖθ’ ἑτέροις ἔδωκεν μέγα κῦδος. ἀλλ’ οὐδὲ ταῦτα νόον
90 ἰαίνει φθονερῶν· στάθμας δέ τινες ἑλκόμενοι
περισσᾶς ἐνέπαξαν ἕλκος ὀδυναρὸν ἑᾷ πρόσθε καρδίᾳ,
πρὶν ὅσα φροντίδι μητίονται τυχεῖν.
φέρειν δ’ ἐλαφρῶς ἐπαυχένιον λαβόντα ζυγόν
ἀρήγει· ποτὶ κέντρον δέ τοι
95 λακτιζέμεν τελέθει
ὀλισθηρὸς οἶμος· ἁδόντα δ’ εἴη με τοῖς ἀγαθοῖς ὁμιλεῖν.
III. ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΣΙΩΙ ΚΕΛΗΤΙ
Ἤθελον Χίρωνά κε Φιλλυρίδαν,
εἰ χρεὼν τοῦθ’ ἁμετέρας ἀπὸ γλώσσας κοινὸν εὔξασθαι ἔπος,
ζώειν τὸν ἀποιχόμενον,
Οὐρανίδα γόνον εὐρυμέδοντα Κρόνου, βάσσαισί τ’ ἄρχειν Παλίου φῆρ’ ἀγρότερον
5 νόον ἔχοντ’ ἀνδρῶν φίλον· οἷος ἐὼν θρέψεν ποτέ
τέκτονα νωδυνίας ἥμερον γυιαρκέος Ἀσκλαπιόν,
ἥροα παντοδαπᾶν ἀλκτῆρα νούσων.
τὸν μὲν εὐίππου Φλεγύα θυγάτηρ
πρὶν τελέσσαι ματροπόλῳ σὺν Ἐλειθυίᾳ, δαμεῖσα χρυσέοις
10 τόξοισιν ὕπ’ Ἀρτέμιδος
εἰς Ἀΐδα δόμον ἐν θαλάμῳ κατέβα, τέχναις Ἀπόλλωνος. χόλος δ’ οὐκ ἀλίθιος
γίνεται παίδων Διός. ἁ δ’ ἀποφλαυρίξαισά νιν
ἀμπλακίαισι φρενῶν, ἄλλον αἴνησεν γάμον κρύβδαν πατρός,
πρόσθεν ἀκερσεκόμᾳ μιχθεῖσα Φοίβῳ,
15 καὶ φέροισα σπέρμα θεοῦ καθαρόν
οὐκ ἔμειν’ ἐλθεῖν τράπεζαν νυμφίαν,
οὐδὲ παμφώνων ἰαχὰν ὑμεναίων, ἅλικες
οἷα παρθένοι φιλέοισιν ἑταῖραι
ἑσπερίαις ὑποκουρίζεσθ’ ἀοιδαῖς· ἀλλά τοι
20 ἤρατο τῶν ἀπεόντων· οἷα καὶ πολλοὶ πάθον.
ἔστι δὲ φῦλον ἐν ἀνθρώποισι ματαιότατον,
ὅστις αἰσχύνων ἐπιχώρια παπταίνει τὰ πόρσω,
μεταμώνια θηρεύων ἀκράντοις ἐλπίσιν.
Β΄ ἔσχε τοι ταύταν μεγάλαν αὐάταν
25 καλλιπέπλου λῆμα Κορωνίδος· ἐλθόντος γὰρ εὐνάσθη ξένου
λέκτροισιν ἀπ’ Ἀρκαδίας.
οὐδ’ ἔλαθε σκοπόν· ἐν δ’ ἄρα μηλοδόκῳ Πυθῶνι τόσσαις ἄϊεν ναοῦ βασιλεύς
Λοξίας, κοινᾶνι παρ’ εὐθυτάτῳ γνώμαν πιθών,
30 πάντα ἰσάντι νόῳ· ψευδέων δ’ οὐχ ἅπτεται, κλέπτει τέ μιν
οὐ θεὸς οὐ βροτὸς ἔργοις οὔτε βουλαῖς.
καὶ τότε γνοὺς Ἴσχυος Εἰλατίδα
ξεινίαν κοίταν ἄθεμίν τε δόλον, πέμψεν κασιγνήταν μένει
θυίοισαν ἀμαιμακέτῳ
ἐς Λακέρειαν, ἐπεὶ παρὰ Βοιβιάδος κρημνοῖσιν ᾤκει παρθένος· δαίμων δ’ ἕτερος
35 ἐς κακὸν τρέψαις ἐδαμάσσατό νιν, καὶ γειτόνων
πολλοὶ ἐπαῦρον, ἁμᾶ δ’ ἔφθαρεν· πολλὰν δ’ ὄρει πῦρ ἐξ ἑνός
σπέρματος ἐνθορὸν ἀΐστωσεν ὕλαν.
ἀλλ’ ἐπεὶ τείχει θέσαν ἐν ξυλίνῳ
σύγγονοι κούραν, σέλας δ’ ἀμφέδραμεν
40 λάβρον Ἁφαίστου, τότ’ ἔειπεν Ἀπόλλων· ‘Οὐκέτι
τλάσομαι ψυχᾷ γένος ἁμὸν ὀλέσσαι
οἰκτροτάτῳ θανάτῳ ματρὸς βαρείᾳ σὺν πάθᾳ.’
ὣς φάτο· βάματι δ’ ἐν πρώτῳ κιχὼν παῖδ’ ἐκ νεκροῦ
ἅρπασε· καιομένα δ’ αὐτῷ διέφαινε πυρ
ά.
45 καί ῥά νιν Μάγνητι φέρων πόρε Κενταύρῳ διδάξαι
πολυπήμονας ἀνθρώποισιν ἰᾶσθαι νόσους.
Γ΄ τοὺς μὲν ὦν, ὅσσοι μόλον αὐτοφύτων
ἑλκέων ξυνάονες, ἢ πολιῷ χαλκῷ μέλη τετρωμένοι
ἢ χερμάδι τηλεβόλῳ,
50 ἢ θερινῷ πυρὶ περθόμενοι δέμας ἢ χειμῶνι, λύσαις ἄλλον ἀλλοίων ἀχέων
ἔξαγεν, τοὺς μὲν μαλακαῖς ἐπαοιδαῖς ἀμφέπων,
τοὺς δὲ προσανέα πίνοντας, ἢ γυίοις περάπτων πάντοθεν
φάρμακα, τοὺς δὲ τομαῖς ἔστασεν ὀρθούς·
ἀλλὰ κέρδει καὶ σοφία δέδεται.
55 ἔτραπεν καὶ κεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶν φανείς
ἄνδρ’ ἐκ θανάτου κομίσαι
ἤδη ἁλωκότα· χερσὶ δ’ ἄρα Κρονίων ῥίψαις δι’ ἀμφοῖν ἀμπνοὰν στέρνων κάθελεν
ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκιμψεν μόρον.
χρὴ τὰ ἐοικότα πὰρ δαιμόνων μαστευέμεν θναταῖς φρασίν
60 γνόντα τὸ πὰρ ποδός, οἵας εἰμὲν αἴσας.
μή, φίλα ψυχά, βίον ἀθάνατον
σπεῦδε, τὰν δ’ ἔμπρακτον ἄντλει μαχανάν.
εἰ δὲ σώφρων ἄντρον ἔναι’ ἔτι Χίρων, καί τί οἱ
φίλτρον ‹ἐν› θυμῷ μελιγάρυες ὕμνοι
65 ἁμέτεροι τίθεν, ἰατῆρά τοί κέν νιν πίθον
καί νυν ἐσλοῖσι παρασχεῖν ἀνδράσιν θερμᾶν νόσων
ἤ τινα Λατοΐδα κεκλημένον ἢ πατέρος.
καί κεν ἐν ναυσὶν μόλον Ἰονίαν τάμνων θάλασσαν