by Pindar
ἀνδρὸς ἀνήρ τι, φαῖμέν κε γείτον’ ἔμμεναι
νόῳ φιλήσαντ’ ἀτενέϊ γείτονι χάρμα πάντων
ἐπάξιον· εἰ δ’ αὐτὸ καὶ θεὸς ἀνέχοι,
90 ἐν τίν κ’ ἐθέλοι, Γίγαντας ὃς ἐδάμασας, εὐτυχῶς
ναίειν πατρὶ Σωγένης ἀταλὸν ἀμφέπων
θυμὸν προγόνων ἐϋκτήμονα ζαθέαν ἄγυιαν.
ἐπεὶ τετραόροισιν ὥθ’ ἁρμάτων ζυγοῖς
ἐν τεμένεσσι δόμον ἔχει τεοῖς, ἀμφοτέρας ἰὼν χειρός. ὦ μάκαρ,
95 τὶν δ’ ἐπέοικεν Ἥρας πόσιν τε πειθέμεν
κόραν τε γλαυκώπιδα· δύνασαι δὲ βροτοῖσιν ἀλκάν
ἀμαχανιᾶν δυσβάτων θαμὰ διδόμεν.
εἰ γὰρ σύ ἱν ἐμπεδοσθενέα βίοτον ἁρμόσαις
ἥβᾳ λιπαρῷ τε γήραϊ διαπλέκοις
100 εὐδαίμον’ ἐόντα, παίδων δὲ παῖδες ἔχοιεν αἰεί
γέρας τό περ νῦν καὶ ἄρειον ὄπιθεν.
τὸ δ’ ἐμὸν οὔ ποτε φάσει κέαρ
ἀτρόποισι Νεοπτόλεμον ἑλκύσαι
ἔπεσι· ταὐτὰ δὲ τρὶς τετράκι τ’ ἀμπολεῖν
105 ἀπορία τελέθει, τέκνοισιν ἅτε μαψυλάκας ‘Διὸς Κόρινθος’.
VIII. ΔΕΙΝΙΑΙ ΑΙΓΙΝΗΤΗΙ ΔΙΑΥΛΟΔΡΟΜΩΙ
Α΄ Ὥρα πότνια, κάρυξ Ἀφροδίτας ἀμβροσιᾶν φιλοτάτων,
ἅ τε παρθενηΐοις παίδων τ’ ἐφίζοισα γλεφάροις,
τὸν μὲν ἡμέροις ἀνάγκας χερσὶ βαστάζεις, ἕτερον δ’ ἑτέραις.
ἀγαπατὰ δὲ καιροῦ μὴ πλαναθέντα πρὸς ἔργον ἕκαστον
5 τῶν ἀρειόνων ἐρώτων ἐπικρατεῖν δύνασθαι.
οἷοι καὶ Διὸς Αἰγίνας τε λέκτρον ποιμένες ἀμφεπόλησαν
Κυπρίας δώρων· ἔβλαστεν δ’ υἱὸς Οἰνώνας βασιλεύς
χειρὶ καὶ βουλαῖς ἄριστος. πολλά νιν πολλοὶ λιτάνευον ἰδεῖν·
ἀβοατὶ γὰρ ἡρώων ἄωτοι περιναιεταόντων
10 ἤθελον κείνου γε πείθεσθ’ ἀναξίαις ἑκόντες,
οἵ τε κρανααῖς ἐν Ἀθάναισιν ἅρμοζον στρατόν,
οἵ τ’ ἀνὰ Σπάρταν Πελοπηϊάδαι.
ἱκέτας Αἰακοῦ σεμνῶν γονάτων πόλιός θ’ ὑπὲρ φίλας
ἀστῶν θ’ ὑπὲρ τῶνδ’ ἅπτομαι φέρων
15 Λυδίαν μίτραν καναχηδὰ πεποικιλμέναν,
Δείνιος δισσῶν σταδίων καὶ πατρὸς Μέγα Νεμεαῖον ἄγαλμα.
σὺν θεῷ γάρ τοι φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος·
Β΄ ὅσπερ καὶ Κινύραν ἔβρισε πλούτῳ ποντίᾳ ἔν ποτε Κύπρῳ.
ἵσταμαι δὴ ποσσὶ κούφοις, ἀμπνέων τε πρίν τι φάμεν.
20 πολλὰ γὰρ πολλᾷ λέλεκται, νεαρὰ δ’ ἐξευρόντα δόμεν βασάνῳ
ἐς ἔλεγχον, ἅπας κίνδυνος· ὄψον δὲ λόγοι φθονεροῖσιν,
ἅπτεται δ’ ἐσλῶν ἀεί, χειρόνεσσι δ’ οὐκ ἐρίζει.
κεῖνος καὶ Τελαμῶνος δάψεν υἱόν, φασγάνῳ ἀμφικυλίσαις.
ἦ τιν’ ἄγλωσσον μέν, ἦτορ δ’ ἄλκιμον, λάθα κατέχει
25 ἐν λυγρῷ νείκει· μέγιστον δ’ αἰόλῳ ψεύδει γέρας ἀντέταται.
κρυφίαισι γὰρ ἐν ψάφοις Ὀδυσσῆ Δαναοὶ θεράπευσαν·
χρυσέων δ’ Αἴας στερηθεὶς ὅπλων φόνῳ πάλαισεν.
ἦ μὰν ἀνόμοιά γε δᾴοισιν ἐν θερμῷ χροΐ
ἕλκεα ῥῆξαν πελεμιζόμενοι
30 ὑπ’ ἀλεξιμβρότῳ λόγχᾳ, τὰ μὲν ἀμφ’ Ἀχιλεῖ νεοκτόνῳ,
ἄλλων τε μόχθων ἐν πολυφθόροις.
ἁμέραις. ἐχθρὰ δ’ ἄρα πάρφασις ἦν καὶ πάλαι,
αἱμύλων μύθων ὁμόφοιτος, δολοφραδής, κακοποιὸν ὄνειδος·
ἃ τὸ μὲν λαμπρὸν βιᾶται, τῶν δ’ ἀφάντων κῦδος ἀντείνει σαθρόν.
Γ΄ εἴη μή ποτέ μοι τοιοῦτον ἦθος, Ζεῦ πάτερ, ἀλλὰ κελεύθοις
36 ἁπλόαις ζωᾶς ἐφαπτοίμαν, θανὼν ὡς παισὶ κλέος
μὴ τὸ δύσφαμον προσάψω. χρυσὸν εὔχονται, πεδίον δ’ ἕτεροι
ἀπέραντον, ἐγὼ δ’ ἀστοῖς ἁδὼν καὶ χθονὶ γυῖα καλύψαι,
αἰνέων αἰνητά, μομφὰν δ’ ἐπισπείρων ἀλιτροῖς.
40 ἀΐσσει δ’ ἀρετά, χλωραῖς ἐέρσαις ὡς ὅτε δένδρεον ‹οἴνας›,
‹ἐν› σοφοῖς ἀνδρῶν ἀερθεῖσ’ ἐν δικαίοις τε πρὸς ὑγρόν
αἰθέρα. χρεῖαι δὲ παντοῖαι φίλων ἀνδρῶν· τὰ μὲν ἀμφὶ πόνοις
ὑπερώτατα, μαστεύει δὲ καὶ τέρψις ἐν ὄμμασι θέσθαι
πιστόν. ὦ Μέγα, τὸ δ’ αὖτις τεὰν ψυχὰν κομίξαι
45 οὔ μοι δυνατόν· κενεᾶν δ’ ἐλπίδων χαῦνον τέλος·
σεῦ δὲ πάτρᾳ Χαριάδαις τ’ ἐλαφρόν
ὑπερεῖσαι λίθον Μοισαῖον ἕκατι ποδῶν εὐωνύμων
δὶς δὴ δυοῖν. χαίρω δὲ πρόσφορον
ἐν μὲν ἔργῳ κόμπον ἱείς, ἐπαοιδαῖς δ’ ἀνήρ
50 νώδυνον καί τις κάματον θῆκεν· ἦν γε μὰν ἐπικώμιος ὕμνος
δὴ πάλαι καὶ πρὶν γενέσθαι τὰν Ἀδράστου τάν τε Καδμείων ἔριν.
IX. ΧΡΟΜΙΩΙ ΑΙΤΝΑΙΩΙ ΑΡΜΑΤΙ
Α΄ Κωμάσομεν παρ’ Ἀπόλλωνος Σικυωνόθε, Μοῖσαι,
τὰν νεοκτίσταν ἐς Αἴτναν, ἔνθ’ ἀναπεπταμέναι ξείνων νενίκανται θύραι,
ὄλβιον ἐς Χρομίου δῶμ’. ἀλλ’ ἐπέων γλυκὺν ὕμνον πράσσετε.
τὸ κρατήσιππον γὰρ ἐς ἅρμ’ ἀναβαίνων ματέρι καὶ διδύμοις παίδεσσιν αὐδὰν μανύει
5 Πυθῶνος αἰπεινᾶς ὁμοκλάροις ἐπόπταις.
Β΄ ἔστι δέ τις λόγος ἀνθρώπων, τετελεσμένον ἐσλόν
μὴ χαμαὶ σιγᾷ κ
αλύψαι· θεσπεσία δ’ ἐπέων καύχας ἀοιδὰ πρόσφορος.
ἀλλ’ ἀνὰ μὲν βρομίαν φόρμιγγ’, ἀνὰ δ’ αὐλὸν ἐπ’ αὐτὰν ὄρσομεν
ἱππίων ἀέθλων κορυφάν, ἅ τε Φοίβῳ θῆκεν Ἄδραστος ἐπ’ Ἀσωποῦ ῥεέθροις· ὧν ἐγώ
10 μνασθεὶς ἐπασκήσω κλυταῖς ἥρωα τιμαῖς.
Γ΄ ὃς τότε μὲν βασιλεύων κεῖθι νέαισί θ’ ἑορταῖς
ἰσχύος τ’ ἀνδρῶν ἁμίλλαις ἅρμασί τε γλαφυροῖς ἄμφαινε κυδαίνων πόλιν.
φεῦγε γὰρ Ἀμφιαρῆ ποτε θρασυμήδεα καὶ δεινὰν στάσιν
πατρίων οἴκων ἀπό τ’ Ἄργεος· ἀρχοὶ δ’ οὐκ ἔτ’ ἔσαν Ταλαοῦ παῖδες, βιασθέντες λύᾳ.
15 κρέσσων δὲ καππαύει δίκαν τὰν πρόσθεν ἀνήρ.
Δ΄ ἀνδροδάμαντ’ Ἐριφύλαν, ὅρκιον ὡς ὅτε πιστόν,
δόντες Οἰκλείδᾳ γυναῖκα, ξανθοκομᾶν Δαναῶν ἦσαν μέγιστοι ‹ ¯ ˘ ¯›
καί ποτ’ ἐς ἑπταπύλους Θήβας ἄγαγον στρατὸν ἀνδρῶν αἰσιᾶν
οὐ κατ’ ὀρνίχων ὁδόν· οὐδὲ Κρονίων ἀστεροπὰν ἐλελίξαις οἴκοθεν μαργουμένους
20 στείχειν ἐπώτρυν’, ἀλλὰ φείσασθαι κελεύθου.
Ε΄ φαινομέναν δ’ ἄρ’ ἐς ἄταν σπεῦδεν ὅμιλος ἱκέσθαι
χαλκέοις ὅπλοισιν ἱππείοις τε σὺν ἔντεσιν· Ἰσμηνοῦ δ’ ἐπ’ ὄχθαισι γλυκύν
νόστον ἐρεισάμενοι λευκανθέα σώμασι πίαναν καπνόν·
ἑπτὰ γὰρ δαίσαντο πυραὶ νεογυίους φῶτας· ὁ δ’ Ἀμφιαρεῖ σχίσσεν κεραυνῷ παμβίᾳ
25 Ζεὺς τὰν βαθύστερνον χθόνα, κρύψεν δ’ ἅμ’ ἵπποις,
Ϝ΄ δουρὶ Περικλυμένου πρὶν νῶτα τυπέντα μαχατάν
θυμὸν αἰσχυνθῆμεν. ἐν γὰρ δαιμονίοισι φόβοις φεύγοντι καὶ παῖδες θεῶν.
εἰ δυνατόν, Κρονίων, πεῖραν μὲν ἀγάνορα Φοινικοστόλων
ἐγχέων ταύταν θανάτου πέρι καὶ ζωᾶς ἀναβάλλομαι ὡς πόρσιστα, μοῖραν δ’ εὔνομον
30 αἰτέω σε παισὶν δαρὸν Αἰτναίων ὀπάζειν,
Ζ΄ Ζεῦ πάτερ, ἀγλαΐαισιν δ’ ἀστυνόμοις ἐπιμεῖξαι
λαόν. ἐντί τοι φίλιπποί τ’ αὐτόθι καὶ κτεάνων ψυχὰς ἔχοντες κρέσσονας
ἄνδρες. ἄπιστον ἔειπ’· αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κλέπτεται,
ἃ φέρει δόξαν. Χρομίῳ κεν ὑπασπίζων παρὰ πεζοβόαις ἵπποις τε ναῶν τ’ ἐν μάχαις
35 ἔκρινας, ἂν κίνδυνον ὀξείας ἀυτᾶς,
Η΄ οὕνεκεν ἐν πολέμῳ κείνα θεὸς ἔντυεν αὐτοῦ
θυμὸν αἰχματὰν ἀμύνειν λοιγὸν Ἐνυαλίου. παῦροι δὲ βουλεῦσαι φόνου
παρποδίου νεφέλαν τρέψαι ποτὶ δυσμενέων ἀνδρῶν στίχας
χερσὶ καὶ ψυχᾷ δυνατοί· λέγεται μὰν Ἕκτορι μὲν κλέος ἀνθῆσαι Σκαμάνδρου χεύμασιν
40 ἀγχοῦ, βαθυκρήμνοισι δ’ ἀμφ’ ἀκταῖς Ἑλώρου,
Θ΄ ἔνθ’ Ἀρείας πόρον ἄνθρωποι καλέοισι, δέδορκεν
παιδὶ τοῦθ’ Ἁγησιδάμου φέγγος ἐν ἁλικίᾳ πρώτᾳ· τὰ δ’ ἄλλαις ἁμέραις
πολλὰ μὲν ἐν κονίᾳ χέρσῳ, τὰ δὲ γείτονι πόντῳ φάσομαι.
ἐκ πόνων δ’, οἳ σὺν νεότατι γένωνται σύν τε δίκᾳ, τελέθει πρὸς γῆρας αἰὼν ἡμέρα.
45 ἴστω λαχὼν πρὸς δαιμόνων θαυμαστὸν ὄλβον.
Ι΄ εἰ γὰρ ἅμα κτεάνοις πολλοῖς ἐπίδοξον ἄρηται
κῦδος, οὐκ ἔστι πρόσωθεν θνατὸν ἔτι σκοπιᾶς ἄλλας ἐφάψασθαι ποδοῖν.
ἡσυχία δὲ φιλεῖ μὲν συμπόσιον· νεοθαλὴς δ’ αὔξεται
μαλθακᾷ νικαφορία σὺν ἀοιδᾷ· θαρσαλέα δὲ παρὰ κρατῆρα φωνὰ γίνεται.
50 ἐγκιρνάτω τίς νιν, γλυκὺν κώμου προφάταν,
ΙΑ΄ ἀργυρέαισι δὲ νωμάτω φιάλαισι βιατάν
ἀμπέλου παῖδ’, ἅς ποθ’ ἵπποι κτησάμεναι Χρομίῳ πέμψαν θεμιπλέκτοις ἁμᾶ
Λατοΐδα στεφάνοις ἐκ τᾶς ἱερᾶς Σικυῶνος. Ζεῦ πάτερ,
εὔχομαι ταύταν ἀρετὰν κελαδῆσαι σὺν Χαρίτεσσιν, ὑπὲρ πολλῶν τε τιμαλφεῖν λόγοις
55 νίκαν, ἀκοντίζων σκοποῖ’ ἄγχιστα Μοισᾶν.
X. ΘΕΑΙΩΙ ΑΡΓΕΙΩΙ ΠΑΛΑΙΣΤΗΙ
Α΄ Δαναοῦ πόλιν ἀγλαοθρόνων τε πεντήκοντα κορᾶν, Χάριτες,
Ἄργος Ἥρας δῶμα θεοπρεπὲς ὑμνεῖτε· φλέγεται δ’ ἀρεταῖς
μυρίαις ἔργων θρασέων ἕνεκεν.
μακρὰ μὲν τὰ Περσέος ἀμφὶ Μεδοίσας Γοργόνος,
5 πολλὰ δ’ Αἰγύπτῳ καταοίκισεν ἄστηταῖς Ἐπάφου παλάμαις·
οὐδ’ Ὑπερμήστρα παρεπλάγχθη, μονόψαφον ἐν κολεῷ κατασχοῖσα ξίφος.
Διομήδεα δ’ ἄμβροτον ξανθά ποτε Γλαυκῶπις ἔθηκε θεόν·
γαῖα δ’ ἐν Θήβαις ὑπέδεκτο κεραυνωθεῖσα Διὸς βέλεσιν
μάντιν Οἰκλείδαν, πολέμοιο νέφος·
10 καὶ γυναιξὶν καλλικόμοισιν ἀριστεύει πάλαι·
Ζεὺς ἐπ’ Ἀλκμήναν Δανάαν τε μολὼν τοῦτον κατέφανε λόγον·
πατρὶ δ’ Ἀδράστοιο Λυγκεῖ τε φρενῶν καρπὸν εὐθείᾳ συνάρμοξεν δίκᾳ·
θρέψε δ’ αἰχμὰν Ἀμφιτρύωνος. ὁ δ’ ὄλβῳ φέρτατος
ἵκετ’ ἐς κείνου γενεάν, ἐπεὶ ἐν χαλκέοις ὅπλοις
15 Τηλεβόας ἔναρεν· τῷ ὄψιν ἐειδόμενος
ἀθανάτων βασιλεὺς αὐλὰν ἐσῆλθεν,
σπέρμ’ ἀδείμαντον φέρων Ἡρακλέος· οὗ κατ’ Ὄλυμπον
ἄλοχος Ἥβα τελείᾳ παρὰ ματέρι βαίνοισ’ ἔστι, καλλίστα θεῶν.
Β΄ βραχύ μοι στόμα πάντ’ ἀναγήσασ�
�’, ὅσων Ἀργεῖον ἔχει τέμενος
20 μοῖραν ἐσλῶν· ἔστι δὲ καὶ κόρος ἀνθρώπων βαρὺς ἀντιάσαι·
ἀλλ’ ὅμως εὔχορδον ἔγειρε λύραν,
καὶ παλαισμάτων λάβε φροντίδ’· ἀγών τοι χάλκεος
δᾶμον ὀτρύνει ποτὶ βουθυσίαν Ἥρας ἀέθλων τε κρίσιν·
Οὐλία παῖς ἔνθα νικάσαις δὶς ἔσχεν Θεαῖος εὐφόρων λάθαν πόνων.
25 ἐκράτησε δὲ καί ποθ’ Ἕλλανα στρατὸν Πυθῶνι, τύχᾳ τε μολών
καὶ τὸν Ἰσθμοῖ καὶ Νεμέᾳ στέφανον, Μοίσαισί τ’ ἔδωκ’ ἀρόσαι,
τρὶς μὲν ἐν πόντοιο πύλαισι λαχών,
τρὶς δὲ καὶ σεμνοῖς δαπέδοις ἐν Ἀδραστείῳ νόμῳ.
Ζεῦ πάτερ, τῶν μὰν ἔραται φρενί, σιγᾷ οἱ στόμα· πὰν δὲ τέλος
30 ἐν τὶν ἔργων· οὐδ’ ἀμόχθῳ καρδίᾳ προσφέρων τόλμαν παραιτεῖται χάριν.
γνώτ’ ἀείδω θεῷ τε καὶ ὅστις ἁμιλλᾶται πέρι
ἐσχάτων ἀέθλων κορυφαῖς. ὕπατον δ’ ἔσχεν Πίσα
Ἡρακλέος τεθμόν. ἁδεῖαί γε μὲν ἀμβολάδαν
ἐν τελεταῖς δὶς Ἀθαναίων νιν ὀμφαί
35 κώμασαν· γαίᾳ δὲ καυθείσᾳ πυρὶ καρπὸς ἐλαίας
ἔμολεν Ἥρας τὸν εὐάνορα λαὸν ἐν ἀγγέων ἕρκεσιν παμποικίλοις.
Γ΄ ἐπέβα δέ, Θεαῖε, ματρώων πολύγνωτον γένος ὑμετέρων
εὐάγων τιμὰ Χαρίτεσσί τε καὶ σὺν Τυνδαρίδαις θαμάκις.
ἀξιωθείην κεν, ἐὼν Θρασύκλου