by Pindar
τῶ[ν τε Λο]κρῶν τις, οἵ τ’ ἀργίλοφον
5 πὰρ Ζεφυρίου κολώναν
ν[...ὑπὲ]ρ Αὐσονία[ς ἁλός
λι[......]ις ἀνθ.[
οἷον [ὄ]χημα λιγ[υ
κες ὀ[.]όν παιηο̣[ν
10 Ἀπόλλωνί τε καὶ [
ἄρμενον. ἐγὼ μ[
παῦρα μελ[ι]ζομεν[
[γλώ]σσαργον ἀμφέπω[ν ἐρε-
θίζομαι πρὸς ἀϋτά̣[ν
15 ἁλίου δελφῖνος ὑπόκρισιν,
τὸν μὲν ἀκύμονος ἐν πόντου πελάγει
αὐλῶν ἐκίνησ’ ἐρατὸν μέλος.
fr. 140c
ἐπερχόμενόν τε μαλάσσοντες βίαιον
πόντον ὠκείας τ’ ἀνέμων...ῥιπάς
fr. 140d
τί θεός; {ὅτι} τὸ πάν.
fr. 141
θεὸς ὁ πάντα τεύχων βροτοῖς
καὶ χάριν ἀοιδᾷ φυτεύει
fr. 143
κεῖνοι γάρ τ’ ἄνοσοι καὶ ἀγήραοι
πόνων τ’ ἄπειροι, βαρυβόαν
πορθμὸν πεφευγότες Ἀχέροντος
fr. 144
Ἐλασίβροντα παῖ Ῥέας
fr. 146
πῦρ πνέοντος ἅ τε κεραυνοῦ
ἄγχιστα δεξιὰν κατὰ χεῖρα πατρός
fr. 148
ὀρχήστ’ ἀγλαΐας ἀνάσσων, εὐρυφάρετρ’ Ἄπολλον
fr. 150
μαντεύεο, Μοῖσα, προφατεύσω δ’ ἐγώ
fr. 151
Μοῖσ’ ἀνέηκέ με
fr. 152
μελισσοτεύκτων κηρίων ἐμὰ γλυκερώτερος ὀμφά
fr. 153
δενδρέων δὲ νομὸν Διώνυσος πολυγαθὴς αὐξάνοι,
ἁγνὸν φέγγος ὀπώρας
fr. 155
τί ἔρδων φίλος σοί τε, καρτερόβρεντα
Κρονίδα, φίλος δὲ Μοίσαις,
Εὐθυμίᾳ τε μέλων εἴην, τοῦτ’ αἴτημί σε
fr. 156
ὁ ζαμενὴς δ’ ὁ χοροιτύπος,
ὃν Μαλέας ὄρος ἔθρεψε, Ναΐδος ἀκοίτας
Σιληνός
fr. 157
ὦ τάλας ἐφάμερε, νήπια βάζεις
χρήματά μοι διακομπέων
fr. 158
ταῖς ἱεραῖσ‹ι› μελίσσαις τέρπεται
fr. 159
ἀνδρῶν δικαίων Χρόνος σωτὴρ ἄριστος
fr. 160
θανόντων δὲ καὶ {λόγοι} φίλοι προδόται.
fr. 161
οἱ μὲν κατωκάρα δεσμοῖσι δέδενται
fr. 162
πιτνάντες θοὰν κλίμακ’ οὐρανὸν ἐς αἰπύν
* * *
fr. 163
ἀλλαλοφόνους ἐπάξαντο λόγχας ἐνὶ σφίσιν αὐτοῖς
fr. 164
φιλόμαχον γένος ἐκ Περσέος
fr. 252
ἰσοδένδρου
fr. 165
τέκμαρ αἰῶνος θεόφραστον λαχοῖσα,
fr. 166
‹ἀνδρ›οδάμαν‹τα› δ’ ἐπεὶ Φῆρες δάεν
ῥιπὰν μελιαδέος οἴνου,
ἐσσυμένως ἀπὸ μὲν λευκὸν γάλα χερσὶ τραπεζᾶν
ὤθεον, αὐτόματοι δ’ ἐξ ἀργυρέων κεράτων
5 πίνοντες ἐπλάζοντο ...
fr. 168b
‘δοιὰ βοῶν
θερμὰ πρὸς ἀνθρακιὰν
στέψαν, πυρὶ δ’ ὤπτων
σώματα· καὶ τότ’ ἐγὼ
5 σαρκῶν τ’ ἐνοπὰν ‹˘˘› ἠδ’ ὀ-
στέων στεναγμὸν βαρύν·
ἦν διακρῖναι ἰδόντα πολλὸς ἐν καιρῷ χρόνος’
fr. 169a
Α΄ Νόμος ὁ πάντων βασιλεύς
θνατῶν τε καὶ ἀθανάτων
ἄγει δικαιῶν τὸ βιαιότατον
ὑπερτάτᾳ χειρί. τεκμαίρομαι
5 ἔργοισιν Ἡρακλέος·
ἐπεὶ Γηρυόνα βόας
Κυκλώπειον ἐπὶ πρόθυρον Εὐρυςθ̣έος
ἀνατεί τε] καὶ ἀπριάτας ἔλασεν,
¯̣̣] Διομήδεος ἵππους.
10 ¯̣ μ]ό̣ναρχον Κ[ι]κόνων
παρὰ] Βιστονίδι λίμνᾳ
χαλκοθώρ]ακος Ἐνυαλίου
˘˘¯] ἔκπαγλον υἱόν
˘˘˘ ].ι̣αντ̣α μέγαν
15 ¯οὐ κό]ρῳ ἀλλ’ ἀρετᾷ.
˘¯ γ]ὰ̣ρ̣ ἁρπαζομένων τεθνάμεν
¯]μάτων ἢ κακὸν ἔμμεναι.
¯¯]εσελθὼν μέγα
˘¯ ν]υ̣κτὶ βίας ὁδόν
20 [ ]ρε{ν}, λαβὼν δ’ ἕν[α] φ̣ῶ̣[τ]α̣ πεδάσα̣[ις]
φά[τναις] ἐν λιθίναις βάλ[˘¯˘˘¯
ἵππο̣[ι]έν̣α̣ν φρέ[ν ˘¯¯
καί μ[ιν ].ζον. ταχέως
δ’ ἀράβη̣[σε] δια[λ]εύκων
25 ὀστ̣έ[ων] δοῦπος ἐ[ρ]‹ε›ικομένων.
ὁ δ’ ἄφ[αρ π]λεκτόν τε χαλκόν
ὑπερη̣[..].ε τραπεζαν
προβάτων ἁλυσιωτόν
δι’ ἑρκ[έ]ων, τεῖρε δὲ στερ̣εῶ‹ς›
30 ἄλλαν [μ]ὲν σκέλος, ἄλλαν δὲ πᾶχ[υν,
τὰν δὲ πρυμνὸν κεφαλᾶς
ὀδ[ὰ]ξ α[ὐ]χένα φέροισαν.
.ρ̣.μι̣[ ] δ̣’ ὅμως ε[ ]σ’ ὑπα.[.].θυ.[ ]με
πικρο[τά]τ̣α̣ν̣ κ̣λάγεν ἀγγε[λία]ν̣
35 ζαμενε[]τυρανν[]
ποι]κίλ̣ω̣[ν ἐ]κ λεχέω̣[ν ἀπέ]δ̣{ε}ιλ[ος
[ ]ν καθε.[]ς ῥά.[
[ ]ιον κακ[ ]
[ ].ο̣ν̣ ἕ[]
...
40 .νατ[ ]ν.[
Β΄ ἔμολε̣[.]αι παῖδα[˘¯]
Ἡρακλ[έ]ος εξα.[.].[.]ν̣ []
τεταγμένον τουτά.[....]εκατ.[
Ἥρας ἐφετμαῖς· Σθενέλο[ι]ό μιν
45 υἱὸς κέ[λ]ευσε‹ν› μόνον
ἄνευ συ[μμ]αχίας ἴμεν.
καὶ Ἰόλαο[ς ἐ]ν ἑπταπύλοισι μένω̣[ν τε
Θήβαις] Ἀμφιτρύωνί τε σᾶμα χέω[ν
¯̣̣˘]μιᾷ δ’ ἐπὶ θήκᾳ
50 []ν καλλικέρας
[ ]άδις, οὕς οἱ
[ ]ου̣ στρατὸς οὐκ ἀέκ[ων
...].αθ̣[......]όντ̣[.]κ[..].ᾷ
[]φέ[..].[]ρμα.[]
55 [
].ῳ προ̣[]λ̣ιμ[]ν
[ ].νεκα[ ].πολ̣[
[]υρεκα[]α̣μον
[].οσ[]
[]υσ’ε[].ενον̣
60 [ ]ελ[].νδέμ̣[
[].[].έκ[
[].[
...
fr. 170
πάντα θύειν ἑκατόν
fr. 171
κατὰ μὲν φίλα τέκν’ ἔπεφνεν θάλλοντας ἥβᾳ
δώδεκ’, αὐτὸν δὲ τρίτον ‹sc. Neleum?›
fr. 172
Πηλέος ἀντιθέου
μόχθοις νεότας ἐπέλαμψεν
μυρίοις· πρῶτον μὲν Ἀλκμήνας σὺν υἱῷ
Τρώϊον ἂμ πεδίον,
5 καὶ μετὰ ζωστῆρας Ἀμαζόνος ἦλθεν,
καὶ τὸν Ἰάσονος εὔδοξον πλόον ἐκτελέσαις
εἷλε Μήδειαν ἐν Κόλχων δόμοις
fr. 173
...
Σύριον εὐρυαίχμαν διεῖπον σ̣τρ̣α̣τ̣όν
[]σ̣φαράγων
[]αλαον ἀνδρὸς λ̣[
[]ι̣ς
[]ασίᾳ φρενί
[]
[ φ]αρέτραν ταν[
[ὑπ]εραίσιον
[ ]ναι·
10 []α̣ισ̣· ου.[...]αρ
[]
[]πιχ.[....]
...
* * *
fr. 177
πεπρωμέναν {ε}θῆκε μοῖραν μετατραπεῖν
* * *
ἀνδροφθόρον, οὐδὲ σιγᾷ κατερρύη
* * *
τροχὸν μέλος, ‹τ›αὶ δὲ Χίρωνος ἐντολαί
* * *
αἴνιγμα παρθένοι’ ἐξ ἀγριᾶν γνάθων.
* * *
eἐν δασκίοισιν πατήρ, νηλεεῖ νόῳ δ’
* * *
δ’ οὐδὲν προσαιτέων ἐφθεγξάμαν ἔπι
fr. 179
...ὑφαίνω δ’ Ἀμυθαονίδαισιν ποικίλον
ἄνδημα
fr. 180
μὴ πρὸς ἅπαντας ἀναρρῆξαι τὸν ἀχρεῖον λόγον·
ἔσθ’ ὅτε πιστόταται σιγᾶς ὁδοί·
κέντρον δὲ μάχας ὁ κρατιστεύων λόγος
fr. 181
...ὁ γὰρ ἐξ οἴκου ποτὶ μῶμον ἔπαινος κίρναται
fr. 182
ὢ πόποι, οἷ’ ἀπατᾶται φροντὶς ἐπαμερίων
οὐκ ἰδυῖα
fr. 183
ὃς Δολόπων ἄγαγε θρασὺν ὅμιλον σφενδονᾶσαι
ἱπποδάμων Δαναῶν βέλεσι πρόσφορον
fr. 184
ὑπερμενὲς ἀκαμαντοχάρμαν Αἶαν
fr. 185
ἔστι δέ τοι χέκων †κακίει καπνός
fr. 187
ἥρωες αἰδοίαν ἐμείγνυντ’ ἀμφὶ τράπεζαν θαμά
fr. 188
φθέγμα μὲν πάγκοινον ἔγνω-
κας Πολυμνάστου Κολοφωνίου ἀνδρός·
fr. 189
πανδείμαντοι μὲν ὑπὲρ πόντιον Ἕλλας πόρον ἱερόν
fr. 190
ἁ Μ‹ε›ιδύλου δ’ αὐτῷ γενεά
fr. 191
Αἰολεὺς ἔβαινε Δωρίαν κέλευθον ὕμνων
fr. 192
Δελφοὶ θεμίστων {ὕμνων} μάντιες
Ἀπολλωνίδαι
fr. 193
πενταετηρὶς ἑορτά
βουπομπός, ἐν ᾇ πρῶτον εὐ-
νάσθην ἀγαπατὸς ὑπὸ σπαργάνοις
ΘΗΒΑΙΟΙΣ
fr. 194
κεκρότηται χρυσέα κρηπὶς ἱεραῖσιν ἀοιδαῖς·
εἶα τειχίζωμεν ἤδη ποικίλον
κόσμον αὐδάεντα λόγων
* * *
τὸ νέκταρ sc. mei carminis
καὶ πολυκλείταν περ ἐοῖσαν ὅμως
5 Θήβαν ἔτι μᾶλλον ἐπασκήσει θεῶν
καὶ κατ’ ἀνθρώπων ἀγυιάς
fr. 195
Εὐάρματε χρυσοχίτων ἱερώτατον
ἄγαλμα, Θήβα
fr. 196
λιπαρᾶν τε Θηβᾶν μέγαν σκόπελον
fr. 198a
οὔτοι με ξένον
οὐδ’ ἀδαήμονα Μοισᾶν ἐπαίδευσαν κλυταί
Θῆβαι
fr. 198b
μελιγαθὲς ἀμβρόσιον ὕδωρ
Τιλφώσσας ἀπὸ καλλικράνου
fr. 199
ἔνθα βουλαὶ γερόντων
καὶ νέων ἀνδρῶν ἀριστεύοισιν αἰχμαί,
καὶ χοροὶ καὶ Μοῖσα καὶ Ἀγλαΐα
fr. 201
Αἰγυπτίαν Μένδητα, πὰρ κρημνὸν θαλάσσας
ἔσχατον Νείλου κέρας, αἰγιβάται
ὅθι τράγοι γυναιξὶ μίσγονται
fr. 202
λευκίππων Μυκηναίων προφᾶται
fr. 203
ἄνδρες θήν τινες ἀκκιζόμενοι {Σκύθαι}
νεκρὸν ἵππον στυγέοι-
σι λόγῳ κείμενον ἐν φάει, κρυφᾷ δέ
σκολιαῖς γένυσσιν ἀνδέροντι πόδας ἠδὲ κεφαλάν
fr. 204
καὶ λιπαρῷ Σμυρναίων ἄστεϊ
fr. 205
Ϡ Ἀρχὰ μεγάλας ἀρετᾶς,
ὤνασσ’ Ἀλάθεια, μὴ πταίσῃς ἐμάν
σύνθεσιν τραχεῖ ποτὶ ψεύδει
fr. 206
παρὰ Λύδιον ἅρμα πεζὸς οἰχνέων
fr. 207
Ταρτάρου πυθμένα πτίξεις ἀφανοῦς
σφυρηλάτοις ἀνάγκαις
fr. 209
ἀτελῆ σοφίας καρπὸν δρέπ(ειν)
fr. 210
ἄγαν φιλοτιμίαν μνώμενοι ἐν πόλεσιν ἄνδρες·
ἱστᾶσιν ἄλγος ἐμφανές
fr. 210bis
fort. huc trahendum II4`30 fr. 3:
...
[ χαλεπώτ̣α̣τ̣οι
ἄγαν φιλοτιμίαν μ̣νώμενοι
ἐν πόλεσιν ἄνδ̣ρεσ̣·
...........].....[
........].[.]ν̣νε̣
[ ].μ̣ο̣ναν[
[ ]εχοιρα.[
...
fr. 211
κακόφρονά τ’ ἄμφαν(εν) πραπίδων καρπόν
fr. 212
κενεοφρόνων ἑταῖρον ἀνδρῶν
fr. 213
πότερον δίκᾳ τεῖχος ὕψιον
ἢ σκολιαῖς ἀπάταις ἀναβαίνει
ἐπιχθόνιον γένος ἀνδρῶν,
&nb
sp; δίχα μοι νόος ἀτρέκειαν εἰπεῖν
fr. 214
γλυκεῖά οἱ καρδίαν
ἀτάλλοισα γηροτρόφος συναορεῖ
Ἐλπίς, ἃ μάλιστα θνατῶν πολύστροφον γνώ-
μαν κυβερνᾷ
ΘΗΒΑΙΟΙΣ
fr. 215a
.].[...].[....]..[
ἄλλα δ’ ἄλλοισιν νόμιμα, σφετέραν
δ’ αἰνεῖ δίκαν ἀνδρῶν ἕκαστος.
γ̣άϊ̣ο̣ν̣, ὦ τάν, μή με κερτόμ[ει γόνον.
ἔστι μοι
πατρίδ’ ἀρχαίαν κτενὶ Πιερίδ[ων
ὥ]στε χαίταν παρθένου ξανθ̣[α ˘ ¯ (¯)
.]ν[..]εν γάρ, Ἄπολλον[
.....]ρα̣ι̣ τε καὶ ὑ[μν
10 .....]αι μελ̣[..]ων ἀγλαΐαισ[
.....]σκ[.]τονε̣[].[
.......]συνετοῖ̣[ς
[ ].τ[..]ψει̣ς· ἕπομ̣[αι
[].[.]̣[
...
fr. 215b col. 1
...
[ ].α̣..[
[ ]παντ..[
[ ].ας ἄλλο̣ι· .[.]δ.[
....].αν· ὁ δ̣’ ἐ̣πρ̣άϋν̣[ε
5 [ ].σ.[.]τρα.[
[ ]
....]ν̣αιγιν χ̣θ̣όν’, ά[.....χ]ά̣ριν
ἀμ]φέπων χρυ[σο]π[λόκοις εὔδ]ο̣ξ̣α Μ̣οίσαισ̣[
νέ]μομαι παρὰ []
10 Παρ]νασ̣σίδι̣ [..].ο̣[.......ἀκρο]τ̣όμοι[ς]
πέ]τ̣ραισι Κ̣ι̣ρ̣ρα[ ]...ν̣ π̣εδίων
...]..ν εὐκάρπ̣[ου χθον]ὸ̣ς ὀ[μ]φ̣αλ̣ό̣ν· οὔθ’ ἵ̣π̣[-
ποισι]ν̣ ἀ̣γαλ̣λ̣όμ̣[ενος
....].[.]υ[..]μαν[ ]..[ ]..ω.[
15 [ ]..[.]αν̣.[ ]ε̣ρο̣[].θε..[
[ ]..̣[]..[]
[ ]ν̣.α̣[ ]σόμενο[
[]..δ̣ο̣[ ]κτεανω[
[].[]..τ̣.[
... ...
fr. 215b col. 2
...
[]ωμ̣[
[].ο̣.ρ̣ι̣δ̣ων[
[]ς καὶ λύ[.]ρα̣.[
[].ματ̣ων̣[
5 [].[
...
deesse videntur vv. 11
[ ]..[.]..[
[].ν φευγο̣[
[].ν.ν.[.]..[
[ ].ο̣.δ’ ὑβρισαι αἱ[
[].μ.τα̣ νυκτὸ̣ς ὕ̣π.[
fr. 215c
...
[]Ἀ̣θάνας
[ ]μ̣εγίστων [
[]
[ ].βασιλη[
[]χθονος αἰχμα[
[ ]
[ ]ευξάμενοι