Works of Nonnus

Home > Other > Works of Nonnus > Page 62
Works of Nonnus Page 62

by Nonnus


  170 πρώιος αἰθερίης ἐπεσύρισεν ἦχος ἱμάσθλης:

  εἴρυσεν ἠριγένειαν, ἐρυκομένοιο δὲ Ταύρου

  ἄχρονος ἡμιτέλεστος ἐλώφεεν ἱππότις Ὥρη:

  καὶ σκιεροῖς πλοκάμοισιν ἐχιδνοκόμων κεφαλάων

  ἀχλύι φέγγος ἔην κεκερασμένον, ἠματίη δὲ

  175 ἠελίῳ σελάγιζε συναντέλλουσα Σελήνη.

  οὐδὲ Γίγας ἀπέληγε: παλιννόστῳ δὲ πορείῃ

  εἰς Νότον ἐκ Βορέαο, λιπὼν πόλον εἰς πόλον ἔστη:

  καὶ δολιχῇ παλάμῃ δεδραγμένος Ἡνιοχῆος

  νῶτα χαλαζήεντος ἐμάστιεν Αἰγοκερῆος,

  180 καὶ διδύμους ἐπὶ πόντον ἀπ᾽ αἰθέρος Ἰχθύας ἕλκων

  κριὸν ἀνεστυφέλιξε, μεσόμφαλον ἄστρον Ὀλύμπου,

  γείτονος εἰαρινοῖο πυραυγέος ὑψόθι κύκλου

  ἀμφιταλαντεύοντος ἰσόζυγον ἦμαρ ὀμίχλῃ.

  ὁλκαίοις δὲ πόδεσσιν ἀνῃώρητο Τυφωεὺς

  185 ἀγχινεφής: πετάσας δὲ πολυσπερὲς ἔθνος ἀγοστῶν

  αἰθέρος ἀννεφέλοιο κατέσκεπεν ἄργυφον αἴγλην

  αἰθύσσων ὀφίων σκολιὸν στρατόν: ὧν ὁ μὲν αὐτῶν

  ὄρθιος ἀξονίοιο διέτρεχεν ἄντυγα κύκλου,

  οὐρανίου δὲ Δράκοντος ἐπεσκίρτησεν ἀκάνθῃ

  190 Ἄρεα συρίζων: ὁ δὲ Κηφέος ἐγγύθι κούρης

  ἀστραίαις παλάμῃσιν ἰσόζυγα κύκλον ἑλίξας

  δέσμιον Ἀνδρομέδην ἑτέρῳ σφηκώσατο δεσμῷ

  λοξὸς ὑπὸ σπείρῃσιν: ὁ δὲ γλωχῖνι κεραίης

  ἰσοτύπου ταύροιο δράκων κυκλοῦτο κεράστης,

  195 οἰστρήσας ἑλικηδὸν ὑπὲρ βοέοιο μετώπου

  ἀντιτύπους Ὑάδας, κεραῆς ἴνδαλμα Σελήνης,

  οἰγομέναις γενύεσσιν: ὁμοπλεκέων δὲ δρακόντων

  ἰοβόλοι τελαμῶνες ἐμιτρώσαντο Βοώτην:

  καὶ θρασὺς ἄλλος ὄρουσεν, ἰδὼν Ὄφιν ἄλλον Ὀλύμπου,

  200 πῆχυν ἐχιδνήεντα περισκαίρων Ὀφιούχου,

  καὶ στεφάνῳ στέφος ἄλλο περιπλέξας Ἀριάδνης,

  αὐχένα κυρτώσας, ἐλελίζετο γαστέρος ὁλκῷ.

  καὶ Ζεφύρου ζωστῆρα καὶ ἀντιπόρου πτερὸν Εὔρου

  αἰθύσσων πολύπηχυς ἐπεστρωφᾶτο Τυφωεὺς

  205 νύσσαν ἐς ἀμφοτέρην, μετὰ Φωσφόρον Ἕσπερον ἕλκων

  καὶ λόφον Ἀτλάντειον. ἐνὶ βρυόεντι δὲ κόλπῳ

  πολλάκι συμμάρψας Ποσιδήιον ἅρμα θαλάσσης

  εἰς χθόνα βυσσόθεν εἷλκεν: ἁλιβρέκτων δὲ κομάων

  αὖ ἐρύσας στατὸν ἵππον ὑποβρυχίης παρὰ φάτνης

  210 οὐρανίην ἔρριψεν ἐς ἄντυγα πῶλον ἀλήτην

  αἰχμάζων ἐς Ὄλυμπον: ἱμασσομένοιο δὲ δίφρου

  ἠελίου χρεμέτιζον ὑπὸ ζυγὰ κυκλάδες ἵπποι:

  πολλάκι δ᾽ ἀγραύλοιο πεπαυμένον ἱστοβοῆος

  ταῦρον ἀπειλητῆρι μεμυκότα πήχεϊ σείων

  215 ἰσοφυὲς μίμημα κατηκόντιζε Σελήνης,

  καὶ δρόμον ἐστήριξεν: ἀνακρούσας δὲ χαλινῷ

  ταύρων λευκὰ λέπαδνα κατερροίζησε θεαίνης,

  λοίγιον ἰοβόλοιο χέων συριγμὸν ἐχίδνης.

  οὐδὲ κορυσσομένῳ Τιτηνιὰς εἴκαθε Μήνη:

  220 μαρναμένη δὲ Γίγαντος ὁμοκραίροισι καρήνοις

  ταυρείης ἐχάραξε φαεσφόρα κύκλα κεραίης:

  καὶ βόες αἰγλήεντες ἐμυκήσαντο Σελήνης

  χάσμα Τυφαονίοιο τεθηπότες ἀνθερεῶνος.

  ἀστραίας δὲ φάλαγγας ἀταρβέες ὥπλισαν Ὧραι.

  225 καὶ στίχες οὐρανίων Ἑλίκων νωμήτορι κύκλῳ

  εἰς ἐνοπὴν σελάγιζον: ἐπερροίζησε δὲ πυρσῷ

  αἰθέρα βακχεύων στρατὸς αἰόλος, οἵ τε Βορῆα,

  καὶ Λιβὸς ἕσπερα νῶτα, καὶ οἳ λάχον ἄντυγας Εὔρου,

  καὶ Νοτίους ἀγκῶνας: ὁμοζήλῳ δὲ κυδοιμῷ

  230 ἀπλανέων ἀτίνακτος ἀπεπλάγχθη χορὸς ἄστρων,

  ἀντιπόρους δ᾽ ἐκίχησαν ἀλήμονας: ἔβρεμε δ᾽ ἠχῇ

  οὐρανίῳ κενεῶνι πεπαρμένος ὄρθιος ἄξων

  μεσσοπαγής: ὁρόων δὲ κυνοσσόος ἔθνεα θηρῶν

  Ὠρίων ξίφος εἷλκε, κορυσσομένου δὲ φορῆος

  235 φαιδρὰ Ταναγραίης ἀμαρύσσετο νῶτα μαχαίρης:

  καὶ σέλας αἰθύσσων πυριθαλπέος ἀνθερεῶνος

  δίψιος ἀστερόεντι κύων ἐπεπάφλασε λαιμῷ

  πέμπων θερμὸν ὕλαγμα, καὶ ἠθάδος ἀντὶ λαγωοῦ

  θηρσὶ Τυφαονίῃσιν ἀνήρυγεν ἀτμὸν ὀδόντων.

  240 καὶ πόλος ἐσμαράγησεν: ἀμειβομένη δὲ καὶ αὐτὴ

  οὐρανὸν ἑπτάζωνον ἰσηρίθμων ἀπὸ λαιμῶν

  πληιάδων ἀλάλαζε βοὴν ἑπτάστομος ἠχώ,

  καὶ καναχὴν ἰσόμετρον ἐπεγδούπησαν ἀλῆται.

  σμερδαλέην δὲ Γίγαντος ἰδὼν ὀφιώδεα μορφὴν

  245 αἰγλήεις Ὀφιοῦχος ἀλεξικάκων ἀπὸ χειρῶν

  γλαυκὰ πυριτρεφέων ἀπεσείσατο νῶτα δρακόντων,

  στικτὸν ἀκοντίζων σκολιὸν βέλος, ἀμφὶ δὲ πυρσῷ

  λαίλαπες ἐρροίζησαν, ἐτοξεύοντο δὲ λοξοὶ

  ἠέρα βακχεύοντες ἐχιδνήεντες ὀιστοί:

  250 καὶ θρασὺς ἰχθυόεντος ὁμόδρομος Αἰγοκερῆος

  Τοξευτὴρ βέλος ἧκεν: ἁμαξαίῳ δ᾽ ἐνὶ κύκλῳ

  μεσσοφανὴς διδύμῃσι Δράκων μεμερισμένος Ἄρκτοις

  αἰθερίης ἐλέλιξε σελασφόρον ὁλκὸν ἀκάνθης:

  γείτων δ᾽ Ἠριγόνης ἐλατὴρ ὁμόφοιτος Ἁμάξης

  255 πήχεϊ μαρμαίροντι καλαύροπα πάλλε Βοώτης:

  γούνατι δ᾽ Εἰδώλοιο καὶ ἀγχιπόρῳ παρὰ Κύκνῳ
r />   φόρμιγξ ἀστερόεσσα Διὸς μαντεύσατο νίκην.

  Κωρυκίου δὲ κάρηνα λαβὼν ἐτίναξε Τυφωεύς,

  καὶ Κίλικος ποταμοῖο ῥόον ναετῆρα πιέζων

  260 Ταρσὸν ὁμοῦ καὶ Κύδνον ἑνὶ ξύνωσεν ἀγοστῷ:

  καὶ κραναοῖς βελέεσσιν ὀιστεύων στίχας ἅλμης

  εἰς σκοπέλους μετένασσε, μετ᾽ αἰθέρα πόντον ἱμάσσων:

  νισσομένου δὲ Γίγαντος ἁλιβρέκτου ποδὸς ὁλκῷ

  φαίνετο γυμνωθεῖσα δι᾽ ὕδατος ἄβροχος ὀσφύς,

  265 καὶ μεσάτῳ βαρύδουπον ὕδωρ ἐπεβόμβεε μηρῷ:

  νηχόμενοι δὲ δράκοντες, ἁλιγδούπων ἀπὸ λαιμῶν

  Ἄρεα συρίζοντες, ἐπεστρατόωντο θαλάσσῃ

  ἰὸν ἀποπτύοντες: ἐν ἰχθυόεντι δὲ πόντῳ

  ἱσταμένου Τυφῶνος ἔσω βρυόεντος ἐναύλου

  270 βένθεϊ ταρσὰ πέπηκτο, καὶ ἠέρι μίγνυτο γαστὴρ

  θλιβομένη νεφέεσσι: Γιγαντείου δὲ καρήνου

  φρικτὸν ἀερσιλόφων ἀίων βρύχημα λεόντων

  πόντιος ἰλυόεντι λέων ἐκαλύπτετο κόλπῳ:

  πᾶσα δὲ κητώεσσα φάλαγξ ἐστείνετο πόντῳ,

  275 γηγενέος πλήσαντος ὅλην ἅλα μείζονα γαίης

  ἀκλύστοις λαγόνεσσιν: ἐμυκήσαντο δὲ φῶκαι,

  καὶ βυθίῃ δελφῖνες ἐνεκρύπτοντο θαλάσσῃ:

  καὶ σκολιαῖς ἑλίκεσσι περίπλοκον ὁλκὸν ὑφαίνων

  πούλυπος αἰολόμητις ἐθήμονι πήγνυτο πέτρῃ,

  280 καὶ μελέων ἴνδαλμα χαραδραίη πέλε μορφή.

  οὐδέ τις ἄτρομος ἔσκε: μετερχομένη δὲ καὶ αὐτὴ

  οἰστρομανὴς μύραινα δρακοντείης πόθον εὐνῆς

  ποντοπόρων ἔφριξε θεημάχον ἄσθμα δρακόντων.

  πυργώθη δὲ θάλασσα καὶ ὡμίλησεν Ὀλύμπῳ

  285 ἠλιβάτοις πελάγεσσιν: ἀερσιπόρῳ δὲ ῥεέθρῳ

  ἠέρος ἄβροχος ὄρνις ἐλούσατο γείτονι πόντῳ.

  καὶ βυθίου τριόδοντος ἔχων μίμημα Τυφωεὺς

  χειρὸς ἀμετρήτοιο ταμὼν ἐνοσίχθονι παλμῷ

  νῆσον ἁλικρήπιδος ἀποσπάδα πέζαν ἀρούρης

  290 ῥῖψε παλινδίνητον ὅλην σφαιρηδὸν ἑλίξας:

  μαρναμένου δὲ Γίγαντος ἐν ἠέρι γείτονες ἄστρων

  ἠέλιον σκιόωντες ἐθωρήχθησαν Ὀλύμπῳ

  ἠλιβάτου πρηῶνος ἀκοντιστῆρες ἀγοστοί.

  καὶ βύθιον μετὰ τέρμα, μετὰ χθονὸς εὔλοχον ἕδρην

  295 Ζεὺς νόθος ὥπλισε χεῖρα πυριγλώχινι κεραυνῷ:

  ἔντεα δὲ Κρονίωνος ἀμαιμακέτῃσιν ἀείρων

  χερσὶ διηκοσίῃσι πέλωρ ἐμόγησε Τυφωεὺς

  βριθοσύνῃ: παλάμῃ δὲ μιῇ κούφιζε Κρονίων.

  ἀννεφέλου δὲ Γίγαντος ἐπὶ ξηροῖσιν ἀγοστοῖς

  300 βροντὴ κωφὸν ἔπεμπεν ἀδουπήτου μέλος ἠχοῦς

  ἠρέμα βομβήσασα, μόγις δέ οἱ ἠέρος αὐχμῷ

  ἀσταγέος νιφετοῖο κατείβετο διψὰς ἐέρση:

  ἀστεροπὴ δ᾽ ἤχλυσε, καὶ εἴκελον αἴθοπι καπνῷ

  μαρμαρυγῇ σελάγιζε κατηφέι λεπταλέον πῦρ:

  305 καὶ παλάμας νοέοντες ἀπειρήτοιο φορῆος,

  ἄρσενα πυρσὸν ἔχοντες, ἐθηλύνοντο κεραυνοί,

  πυκνὸν ὀλισθήσαντες ἀμετρήτων ἀπὸ χειρῶν

  ἅλμασιν αὐτοπόροισιν: ἀπεπλάζοντο δὲ πυρσοὶ

  οὐρανίου ποθέοντες ἐθήμονα χεῖρα φορῆος.

  310 ὡς δ᾽ ὅτε τις πλήξιππος ἀποπτυστῆρα χαλινοῦ

  ξεῖνος ἀνὴρ ἀδίδακτος ἀπειθέα πῶλον ἱμάσσων

  πυκνὰ μάτην μογέεσκεν, ὁ δὲ θρασὺς ἔμφρονι θυμῷ

  χεῖρα νόθην γίνωσκεν ἀήθεος ἡνιοχῆος,

  οἰστρηθεὶς δ᾽ ἀνέπαλτο, καὶ ὄρθιος ὑψόσε βαίνων,

  315 στηρίξας ἀτίνακτον ὀπισθιδίου ποδὸς ὁπλήν,

  προσθιδίους προβλῆτας ἐκούφισε γούνατα πάλλων,

  καὶ λόφον ᾐώρησεν, ἐπ᾽ ἀμφοτέρων δέ οἱ ὤμων

  ἀμφιλαφὴς δεδόνητο παρήορος αὐχένι χαίτη:

  ὣς ὅ γε χερσὶν ἔκαμνεν ἀμοιβαίῃσιν ἀείρων

  320 μαρμαρυγὴν φύξηλιν ἀλωομένοιο κεραυνοῦ.

  ὄφρα μὲν εἰν Ἀρίμοις ἐπεφοίτεε Κάδμος ἀλήτης,

  τόφρα δὲ Δικταίης ὑπὲρ ᾐόνος ὑγροπόρος βοῦς

  ἐκ λοφιῆς ἀδίαντον ἑῆς ἀπεθήκατο κούρην.

  καὶ Κρονίδην ὁρόωσα πόθῳ δεδονημένον Ἥρη

  325 ζηλομανὴς γελόωντι χόλῳ ξυνώσατο φωνήν:

  ‘Φοῖβε, τεῷ γενετῆρι παρίστασο, μή τις ἀροτρεὺς

  Ζῆνα λαβὼν ἐρύσειεν ἐς ἐννοσίγαιον ἐχέτλην.

  αἴθε λαβὼν ἐρύσειεν, ὅπως Διὶ τοῦτο βοήσω:

  τέτλαθι διπλόα κέντρα καὶ ἀγρονόμων καὶ Ἐρώτων.

  330 ὡς Νόμιος, κλυτότοξε, τεὸν ποίμαινε τοκῆα,

  μὴ Κρονίδην ζεύξειε βοῶν ἐλάτειρα Σελήνη,

  μὴ λέχος Ἐνδυμίωνος ἰδεῖν σπεύδουσα νομῆος

  Ζηνὸς ὑποστίξειεν ἀφειδέι νῶτον ἱμάσθλῃ.

  Ζεῦ ἄνα, πόρτις ἐοῦσα κερασφόρος ἤμβροτεν Ἰώ,

  335 ὅττί σε μή ποτε τοῖον ἴδεν πόσιν, ὄφρα λοχεύσῃ

  ἰσοφυῆ τινα ταῦρον ὁμοκραίρῳ παρακοίτῃ.

  Ἑρμείαν πεφύλαξο βοοκλόπον ἠθάδι τέχνῃ,

  μή σε λαβὼν ἅτε ταῦρον ἑὸν κλέψειε τοκῆα,

  καὶ κιθάρην ὀπάσειε τεῷ πάλιν υἱέι Φοίβῳ

  340 ἅρπαγος ἁρπαμένου κειμήλιον. ἀλλὰ τί ῥέξω;

  ὤφελεν ἀγρύπνοισιν ὅλον δέμας ὄμμασι λάμπων

  Αργος ἔτι ζώειν, ἵνα δύσβατον εἰς νομὸν ἕλκων

  πλευρὰ Διὸς πλήξειε καλαύροπι βουκόλος Ἥρης.�
��

  ἡ μὲν ἔφη: Κρονίδης δὲ λιπὼν ταυρώπιδα μορφὴν

  345 εἴκελος ἠιθέῳ περιδέδρομεν ἄζυγα κούρην:

  καὶ μελέων ἔψαυσεν, ἀπὸ στέρνοιο δὲ νύμφης

  μίτρην πρῶτον ἔλυσε περίτροχον, ὡς ἀέκων δὲ

  οἰδαλέην ἔθλιψεν ἀκαμπέος ἄντυγα μαζοῦ,

  καὶ κύσε χείλεος ἄκρον, ἀναπτύξας δὲ σιωπῇ

  350 ἁγνὸν ἀνυμφεύτου πεφυλαγμένον ἅμμα κορείης

  ὄμφακα Κυπριδίων ἐδρέψατο καρπὸν Ἐρώτων.

  καὶ διδύμῃ σφριγόωσα γονῇ κυμαίνετο γαστήρ:

  καὶ ζαθέης ὠδῖνος ἑὴν ἐγκύμονα νύμφην

  κάλλιπεν Ἀστερίωνι, βαθυπλούτῳ παρακοίτῃ,

  355 Ζεὺς πόσις: ἀντέλλων δὲ παρὰ σφυρόν Ἡνιοχῆος

  νυμφίος ἀστερόεις ἀμαρύσσετο Ταῦρος Ὀλύμπου,

  εἰαρινῷ Φαέθοντι φιλόδροσα νῶτα φυλάσσων,

  ὀκλαδὸν ἀντέλλων ἐπικάρσιος: ἡμιβαφὴς δὲ

  δεξιὸν Ὠρίωνι πόδα προβλῆτα τιταίνων

  360 φαίνεται, ἑσπερίην δέ θοώτερος ἄντυγα βαίνων

  σύνδρομον ἀντέλλοντα παρέρχεται Ἡνιοχῆα.

  ὣς ὁ μὲν ἐστήρικτο κατ᾽ οὐρανόν. οὐ δὲ Τυφωεὺς

  μέλλεν ἔτι κρατέειν Διὸς ἔντεα: τοξοφόρῳ γὰρ

  Ζεὺς Κρονίδης σὺν Ἔρωτι πόλον δινωτὸν ἐάσας

  365 φοιταλέῳ μαστῆρι δι᾽ οὔρεος ἤντετο Κάδμῳ

  πλαζομένῳ, ξυνὴν δὲ πολύτροπον ἤρτυε βουλὴν

  ῥαψάμενος Τυφῶνι δυσηλακάτου λίνα Μοίρης.

  καὶ Διὶ παμμεδέοντι συνέμπορος αἰγίβοτος Πὰν

  δῶκε βόας καὶ μῆλα καὶ εὐκεράων στίχας αἰγῶν:

  370 πλέξας δ᾽ ἐκ καλάμων καλύβην, ἑλικώδεϊ δεσμῷ

 

‹ Prev