Works of Nonnus

Home > Other > Works of Nonnus > Page 65
Works of Nonnus Page 65

by Nonnus


  παρθενικὴν ἀνάεδνον ἀναγκοίῳ παρακοίτῃ;

  ἦ ῥα τόκου ταμίη τόκον ὄψεται; ἦ ῥα τανύσσει

  235 χεῖρας ἐμοί; ποίην δὲ καλέσσομαι ἰοχεαίρῃ

  ἵλαον Εἰλείθυιαν, ὅτ᾽ Εἰλείθια λοχεύσῃ;’

  ὣς φαμένης σκιοειδὲς ἑὸν πτερὸν Ὕπνος ἑλίξας

  εὔνασεν ἀμπνείουσαν ὅλην φύσιν: ἀλλὰ Κρονίων

  ἦν τότε μοῦνος ἄυπνος: ἐφαπλώσας δὲ Τυφωεὺς

  240 νωθρὰ βαρυνομέναις ἐπερείσατο νῶτα χαμεύναις

  πλήσας μητέρα γαῖαν: ἀνοιγομένοιο δὲ κόλπου

  χάσματι κοιλαίνοντο σεσηρότι φωλάδες εὐναὶ

  εἰς χθόνα δυομένοισιν ἐχιδναίοισι καρήνοις.

  ἠελίου δὲ φανέντος ὁμογλώσσων ἀπὸ λαιμῶν

  245 εἰς ἐνοπὴν πολύπηχυς ἐπεβρυχᾶτο Τυφωεὺς

  Ζῆνα μέγαν καλέων: βλοσυρὴ δέ οἱ ἵκετο φωνή,

  ῥιζοπαγὴς ὅθι πέζα παλιμπόρου Ὠκεανοῖο

  τέτραχα τεμνομένην περιβάλλεται ἄντυγα κόσμου,

  ζωσαμένη στεφανηδὸν ὅλην χθόνα κυκλάδι μίτρῃ:

  250 φθεγγομένου δὲ Γίγαντος ἀμειβομένη στίχα φωνῆς

  παντοίη σμαράγησε καὶ οὐ μία σύνθροος ἠχώ:

  τοῦ δέ κορυσσομένοιο φυῆς πολυειδέι μορφῇ

  ὠρυγὴ κελάδησε λύκων, βρύχημα λεόντων,

  ἄσθμα συῶν, μύκημα βοῶν, σύριγμα δρακόντων,

  255 πορδαλίων θρασὺ χάσμα, κορυσσομένων γένυς ἄρκτων,

  λύσσα κυνῶν: μεσάτῃ δὲ Γίγας βροτοειδέι μορφῇ

  Ζηνὸς ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν:

  ‘Χεῖρες ἐμαί, Διὸς οἶκον ἀράξατε, πυθμένα κόσμου

  σείσατε σὺν μακάρεσσι, καὶ αὐτοέλικτον Ὀλύμπου

  260 κόψατε θεῖον ὀχῆα, καὶ αἰθερίης ἐπὶ γαίῃ

  κίονος ἑλκομένης φυγέτω δεδονημένος Ἄτλας,

  ἄντυγα δ᾽ ἀστερόφοιτον ἀπορρίψειεν Ὀλύμπου,

  μηκέτι δειμαίνων ἕλικα δρόμον — οὐ γὰρ ἐάσω

  ὤμοις θλιβομένοις κυρτούμενον υἱὸν Ἀρούρης

  265 αἰθέρος ὀχλίζοντα παλινδίνητον ἀνάγκην — ,

  ἀλλὰ θεοῖς ἑτέροισιν ἀτέρμονα φόρτον ἐάσας

  μαρνάσθω μακάρεσσιν, ἀναρρήξειε δὲ πέτρας

  τρηχαλέοις βελέεσσιν ὀιστεύων πόλον ἄστρων,

  ὃν πάρος ἠέρταζεν, ἱμασσόμεναι δὲ κολώναις

  270 ταρβαλέαι φυγέτωσαν ἀνάλκιδες οὐρανὸν Ὧραι,

  δμωίδες Ἠελίοιο περιπλέγδην δὲ λαβοῦσαι

  ἠέρι μίξατε γαῖαν, ὕδωρ πυρὶ, πόντον Ὀλύμπῳ.

  καὶ πισύρων ἀνέμων τελέσω δούλειον ἀνάγκην,

  μαστίζω Βορέην, κλονέω Νότον, Εὖρον ἱμάσσω,

  275 καὶ Ζέφυρον πλήξαιμι, καὶ ἤματι νύκτα κεράσσω

  χειρὶ μιῇ : καὶ γνωτὸς ἐμὸς πολυπίδακι λαιμῷ

  Ὠκεανὸς πρὸς Ὄλυμπον ἄγων ὑψούμενον ὕδωρ,

  πέντε παραλλήλων πεφορημένος ὑψόθι κύκλων,

  ἄστρα κατακλύσσειε, καὶ ὕδατι διψὰς ἀλάσθω

  280 ἄρκτος Ἁμαξαίοιο δεδυκότος ἱστοβοῆος.

  ταῦροι ἐμοί, δονέοντες ἰσήμερον ἄντυγα κύκλων

  αἰθέρι μυκήσασθε, χαρασσομέναις δὲ κεραίαις

  ἰσοτύπου φλογεροῖο κεράατα ῥήξατε Ταύρου:

  καὶ βόες ὑγρὰ κέλευθα μεταλλάσσωσι Σελήνης

  285 δειδιότες βαρύδουπον ἐμῶν μύκημα καρήνων:

  καὶ βλοσυρῶν μέγα χάσμα διαπτύξασα γενείων

  ἄρκτος ἀνοιστρήσειε Τυφαονὶς Ἄρκτον Ὀλύμπου:

  αἰθερίῳ δὲ Λέοντι λέων ἐμὸς ἀντιφερίζων

  Ζῳδιακῆς ἀέκοντα μεταστήσειε κελεύθου:

  290 ἡμετέρους δὲ δράκοντας Ὄφις φρίξειεν Ἁμάξης...

  ἀστεροπαῖς ὀλίγαις κεκορυθμένος: ἀλλὰ θαλάσσης

  κύματα λυσσήεντα, λόφοι χθονός, ἄγκεα νήσων

  φάσγανά μοι γεγάασι, καὶ ἀσπίδες εἰσὶ κολῶναι,

  καὶ σκόπελοι θώρηκες ἀαγέες, ἔγχεα πέτραι,

  295 καὶ ποταμοὶ σβεστῆρες ἀκιδνοτάτοιο κεραυνοῦ.

  δεσμοὺς δ᾽ Ἰαπετοῖο Ποσειδάωνι φυλάσσω,

  ἀμφὶ δὲ Καύκασον ἄκρον ἐύπτερος ἄλλος ἀρείων

  αἰετὸς αἱμάξειε παλιμφυὲς ἧπαρ ἀμύσσων

  Ἡφαίστου πυρόεντος, ἐπεὶ πυρὸς εἵνεκα κάμνει

  300 ἥπατος αὐτοφύτοιο χαρασσομένοιο Προμηθεύς:

  υἱάσι δ᾽ ἀντικέλευθον ἔχων τύπον Ἰφιμεδείης

  κρύψω ἀλυκτοπέδῃσι περίπλοκον υἱέα Μαίης

  χαλκέῳ ἐν κεράμῳ πεφυλαγμένον, ὄφρά τις εἴπῃ:

  ῾λύσας δεσμὸν Ἄρηος ἐκεύθετο δέσμιος Ἑρμῆς.᾿

  305 λυσαμένη δ᾽ ἄψαυστον ἑῆς σφρηγῖδα κορείης

  Ἄρτεμις Ὠρίωνος ἀναγκαίη δάμαρ ἔστω,

  καὶ Τιτυῷ πετάσειε παλαίτερα φάρεα Λητώ,

  εἰς γάμον ἑλκομένη βεβιημένον: ἀνδροφόνον δὲ

  ῥωγαλέων σακέων γυμνούμενον Ἄρεα δήσας

  310 κοίρανον ὑσμίνης ληίσσομαι ἀντὶ φονῆος

  μείλιχον, ὀψιγάμῳ δὲ συναπτομένην Ἐφιάλτῃ

  Παλλάδα ληιδίην νυμφεύσομαι, ὄφρα νοήσω

  Ἄρεα θητεύοντα καὶ ὠδίνουσαν Ἀθήνην.

  καὶ μογεροῖς ὤμοισι παλινδίνητον ἀείρων

  315 οὐρανὸν Ἀτλάντειον ἐλαφρίσσειε Κρονίων

  ὄρθιος, ἡμετέρων δὲ γάμων ὑμέναιον ἀκούσῃ

  ζῆλον ὑποκλέπτων, ὅτε νυμφίος ἔσσομαι Ἥρης.

  οὐ μὲν ἐγὼ δαΐδων ἐπιδεύομαι: αὐτόματος δὲ

  δαλὸς ἐμῶν θαλάμων στεροπῆς σέλας, ἀντὶ δὲ πεύκης<
br />
  320 αὐτὸς ἐμοὶ Φαέθων ἰδίης φλογὸς ἁψάμενος πῦρ

  νυμφιδίῳ τανύσειε Τυφωέι δούλιον αἴγλην,

  καὶ γαμίους σπινθῆρας ἐπαιθύσσοντες Ὀλύμπῳ

  ἀστέρες ἀστράψειαν ἐμῶν λαμπτῆρες Ἐρώτων,

  ἀστέρες ἕσπερα λύχνα: σὺν εὐθαλάμῳ δ᾽ Ἀφροδίτῃ

  325 εὐνέτις Ἐνδυμίωνος ἐμὴ θεράπαινα Σελήνη

  δέμνιά μοι στορέσειε: καὶ εἰ χρέος ἐστὶ λοετρῶν,

  λούσομαι ἀστερόεντος ἐν ὕδασιν Ἠριδανοῖο:

  ἀλλὰ Διὸς μετὰ λέκτρα Τυφωέι, κυκλάδες Ὧραι,

  πήξατε παστὸν Ἔρωτος: ἀπ᾽ Ὠκεανοῦ δὲ καὶ αὐταί,

  330 Λητώ, Ἀθηναίη, Παφίη, Χάρις, Ἄρτεμις, Ἥβη,

  νυμφοκόμῳ Τυφῶνι κομίσσατε σύγγονον ὕδωρ:

  καὶ γαμίοις πλήκτροισιν ἐμῆς παρὰ δαῖτα τραπέζης

  ἀντὶ Διὸς μέλψειε Τυφωέα λάτρις Ἀπόλλων.

  οὐ ξείνου δαπέδοιο φέρω πόθον: ἡμέτερον γὰρ

  335 οὐρανὸν ἀστερόνωτον ἀδελφεὸν ἡνιοχεύσω,

  αὐρανὸν οἶκον ἔχων μητρώιον, υἱέα γαίης.

  καὶ Κρόνον ὠμηστῆρα τὸ δεύτερον εἰς φάος ἕλκων

  γνωτὸν ἐμὸν συνάεθλον ἀπὸ χθονίοιο βερέθρου

  λύσω δεσμὰ βίαια, παλιννόστους δὲ τελέσσω

  340 αἰθερίους Τιτῆνας, ὁμωροφίους δὲ κομίσσω

  γηγενέας Κύκλωπας ἐς οὐρανόν, ἄλλα δὲ τεύξω

  ὅπλα πυρός: πολέων γὰρ ἐμοὶ χρέος ἐστὶ κεραυνῶν,

  ὅττι διηκοσίῃσι, καὶ οὐ διδύμαις πολεμίζω

  χερσὶν ἐγὼ Κρονίδῃ πανομοίιος: ἀντιτύπους δὲ

  345 κρείσσονας ὀψιγόνους πολυφεγγέι μείζονι πυρσῷ

  ἀστεροπὰς ἑτέρας χαλκεύσομαι, εὐρύτερον δὲ

  ὄγδοον οὐρανὸν ἄλλον ὑπέρτερον ὑψόθι τεύξω

  ἄστρασι φαιδροτέροισι κεκασμένον: οὐ δύναται γὰρ

  ἀγχιφανὴς πόλος οὗτος ὅλον Τυφῶνα καλύψαι.

  350 καὶ μετὰ θήλεα τέκνα καὶ ἀρσενόπαιδα γενέθλην

  πουλυτόκου Κρονίδαο πολυσπερὲς ἄλλο φυτεύσω

  αἷμα νέων μακάρων πολυαύχενον: οὐ χορὸν ἄστρων

  λείψω νόσφι γάμων ἀχρήιον, ἀλλὰ συνάψω

  ἄρσενι θηλυτέρην, ἵνα δούλια τέκνα λοχεύσῃ

  355 παρθενικὴ πτερόεσσα παρευνηθεῖσα Βοώτῃ.’

  εἶπεν ὁμοκλήσας: Κρονίδης δ᾽ ἐγέλασσεν ἀκούων.

  καὶ μόθος ἀμφοτέροισιν ἐπέβρεμεν: ἦν δὲ κυδοιμοῦ

  πομπὸς Ἔρις Τυφῶνι, Διὸς δ᾽ ἡγήσατο Νίκη

  εἰς μόθον. οὐ βοέης ἀγέλης χάριν, οὐ περὶ ποίμνης

  360 ἦεν ἀγών, οὐ νεῖκος ἔην ἐπὶ κάλλεϊ νύμφης,

  οὐ κλόνος ἀμφὶ πόληος ὀλίζονος: ἀλλ᾽ ὑπὲρ αὐτοῦ

  αἰθέρος ἵστατο δῆρις, ἔην δ᾽ ἐνὶ γούνασι Νίκης

  σκῆπτρα Διὸς καὶ θῶκος ἀέθλια δηιοτῆτος.

  Ζεὺς μὲν ἱμασσομένων νεφέων βρονταῖον ἀράσσων

  365 αἰθέριον μύκημα μέλος σάλπιζεν Ἐνυοῦς,

  καὶ νεφέλας ἑλικηδὸν ἐπὶ στέρνοιο καθάψας

  εἶχε Γιγαντείων βελέων σκέπας: οὐδὲ Τυφωεὺς

  ἄψοφος ἦν: κεφαλαὶ δὲ βοῶν μυκηθμὸν ἱεῖσαι

  αὐτόματοι σάλπιγγες ἐπεσμαράγησαν Ὀλύμπῳ,

  370 συμμιγέες δὲ δράκοντες ἐσύρισαν, Ἄρεος αὐλοί.

  καὶ στίχας ἠλιβάτων μελέων θώρηξε Τυφωεὺς

  φραξάμενος σκοπέλῳ σκόπελον μέγαν, εἰσόκε πυκναὶ

  ἀρραγέες στοιχηδὸν ἐπυργώθησαν ἐρίπναι,

  καὶ πέτρην προθέλυμνον ἐπασσυτέρῃ θέτο πέτρῃ:

  375 ἦν δὲ κορυσσομένης στρατιῆς τύπος: ἀγχιφανὴς γὰρ

  ῥωγάδα ῥωγὰς ἔρειδε, λόφος λόφον, αὐχένα δ᾽ αὐχήν,

  ὑψινεφὴς δ᾽ ἀγκῶνα πολύπτυχον ὤθεεν ἀγκών:

  καἰ κρανααὶ πήληκες ἔσαν Τυφῶνι κολῶναι

  αἰπυλόφῳ πρηῶνι καλυπτομένων κεφαλάων.

  380 μαρναμένου δὲ Γίγαντος ἔην πολυδειράδι μορφῇ

  ἓν δέμας, ἀλλὰ φάλαγγες ἀπείρονες, αἱ μὲν ἀγοστῶν,

  αἱ δὲ λεοντείων γενύων εὐθηγέες αἰχμαί,

  ἄλλαι ἐχιδναίων πλοκάμων ἐπιβήτορες ἄστρων.

  δένδρεα δ᾽ ἐπτύσσοντο Τυφαονίων ἀπὸ χειρῶν

  385 σειόμενα Κρονίδαο καταντίον, ἄλλα δὲ γαίης

  ἔρνεα καλλιπέτηλα, τά περ βεβριθότι παλμῷ

  Ζεὺς ἀέκων ἀμάθυνεν ἑνὶ σπινθῆρι κεραυνοῦ:

  πολλὴ μὲν πτελέη σὺν ὁμήλικι ῥίπτετο πεύκῃ

  καὶ πλάτανος περίμετρος, ἀκοντίζοντο δὲ λεῦκαι

  390 ἄντα Διός: πολλὴ δὲ λαγὼν ἐρρήγνυτο γαίης.

  πᾶσα δὲ τετράπλευρος ἴτυς στυφελίζετο κόσμου,

  καὶ πίσυρες Κρονίωνι συναιχμάζοντες ἀῆται

  ἠερίην σκοτόεσσαν ἐπυργώσαντο κονίην

  κύματα κυρτώσαντες: ἱμασσομένης δὲ θαλάσσης

  395 Σικελίη δεδόνητο, Πελωρίδες ἔβρεμον ὄχθαι

  Αἰτναῖοί τε τένοντες, ἐμυκήσαντο δὲ πέτραι

  μάντιες ἐσσομένων Λιλυβηίδες, ἔκτυπε δ᾽ ἀκτὴ

  ἑσπέριον παρὰ χεῦμα Παχυνιάς: ἐγγύθι δ᾽ ἄρκτου

  ἀμφὶ νάπην Θρήισσαν Ἀθωιὰς ἔκλαγε Νύμφη,

  400 Πιερικῷ δὲ τένοντι Μακηδονὶς ἴαχεν ὕλη:

  ἀντολίης δὲ θέμεθλα τινάσσετο, δενδροκόμοι δὲ

  Ἀσσυρίου Λιβάνοιο θυώδεες ἔκτυπον αὐλαί.

  καὶ Διὸς ἀκαμάτοιο καταιχμάζοντα κεραυνοῦ

  ῥίπτετο πολλὰ βέλεμνα Τυφαονίων ἀπὸ χειρῶν:

  405 καὶ τὰ μὲν ἀίσσοντα �
�εληναίῳ παρὰ δίφρῳ

  ἀσταθέων ἀχάρακτα κατέγραφον ἴχνια ταύρων,

  ἄλλα δὲ δινηθέντα δι᾽ ἠέρος ὀξέι ῥοίζῳ

  ἄσθμασιν ἀντιπόροισι μετερρίπιζον ἀῆται:

  καὶ Διὸς ἀψαύστοιο παραπλαγχθέντα κεραυνοῦ

  410 πολλὰ Ποσειδάωνος ἐδέξατο τερπομένη χείρ,

  γειοτόμου γλωχῖνος ἀφειδήσασα τριαίνης:

  ὑγροβαφῆ δὲ βέλεμνα παρὰ Κρονίης πόρον ἅλμης

  Ζηνὶ φέρων ἀνάθημα γέρων ἱδρύσατο Νηρεύς.

  καὶ βλοσυροὺς δύο παῖδας Ἐνυαλίοιο κορύσσας

  415 εἶχε Φόβον καὶ Δεῖμον ὀπάονα πατροπάτωρ Ζεὺς

  αἰθέρος ἀσπιστῆρας ὁμήλυδας, ἀστεροπῇ δὲ

  στῆσε Φόβον, καὶ Δεῖμον ἐπεστήριξε κεραυνῷ

  δεῖμα φέρων Τυφῶνι: καὶ ἀσπίδα κούφισε Νίκη

  πρόσθε Διὸς τανύουσα, καὶ ἀντιάχησεν Ἐνυώ,

  420 Ἄρης δ᾽ ἐσμαράγησεν. ἐπαιγίζων δὲ θυέλλαις

  ἠερόθεν πεφόρητο μετάρσιος αἰγίοχος Ζεύς,

  ἑζόμενος πτερόεντι Χρόνου τετράζυγι δίφρῳ:

  ἵπποι δὲ Κρονίωνος ὁμόζυγες ἦσαν ἀῆται.

  καὶ πῇ μὲν στεροῇσι κορύσσετο, πῇ δὲ κεραυνῷ,

  425 ἄλλοτε δὲ βροντῇσιν ἐπέχραεν, ἄλλοτε δ᾽ ὄμβρων

  πηγνυμένης προχέων πετρούμενα νῶτα χαλάζης

  ὀμβρηροῖς βελέεσσι: Γιγαντείοισι δὲ πυκνοὶ

  κίονες ὑδατόεντες ἐπερρήγνυντο καρήνοις

  ὀξυβελεῖς, παλάμαι δὲ Τυφωέος, οἷα μαχαίρῃ,

  430 ἠερίῳ τέμνοντο χαλαζήεντι βελέμνῳ:

  καὶ παλάμη κεκόνιστο, καὶ οὐ μεθέηκε κολώνης,

  ἀλλὰ νιφοβλήτοιο τομῇ πληγεῖσα χαλάζης

 

‹ Prev