Works of Nonnus

Home > Other > Works of Nonnus > Page 71
Works of Nonnus Page 71

by Nonnus


  λεπτὸν ἔχων ὀλόλυγμα: λιθοξοάνοιο δὲ νηοῦ

  γλυπτὰ βαθυνομένῳ κεχαραγμένα δαίδαλα τοίχῳ

  275 κουρίζων δεδάηκε: πολυφράστῳ δὲ μενοινῇ

  μετρήσας φλογόεσσαν ἀνηρίθμων ἴτυν ἄστρων

  καὶ δρόμον Ἠελίοιο μαθὼν καὶ μέτρον ἀρούρης,

  χειρὸς ἐυστροφάλιγγος ὁμόπλοκα δάκτυλα κάμψας,

  ἄστατα κύκλα νόησε παλιννόστοιο Σελήνης,

  280 πῶς τρισσαῖς ἑλίκεσσι μετάτροπον εἶδος ἀμείβει,

  ἀρτιφαής, διχόμηνις, ὅλῳ στίλβουσα προσώπῳ,

  πῶς δὲ συναπτομένη καὶ ἀπόρρυτος ἄρσενι πυρσῷ

  ἠελίου γενετῆρος ἀμήτορι τίκτεται αἴγλῃ,

  πατρὸς ὑποκλέπτουσα παλιμφυὲς αὐτόγονον πῦρ.

  285 τοῖος ἔην: καὶ κραιπνὸς Ἀχαιίδος ἄστεα βαίνων

  ναυτιλίην μεθέηκε: σὸν Ἁρμονίῃ δὲ κομίζων

  ἑσμὸν ἁλιπλανέων ἑτάρων χερσαῖον ὁδίτην

  ἅρμασιν ἱππείοισι καὶ ἀχθοφόροισιν ἁμάξαις

  μαντῴοις ἀδύτοισιν ἐπέστιχεν: ἔνθα κιχήσας

  290 Δελφὸν ἀσιγήτοιο μεσόμφαλον ἄξονα Πυθοῦς

  μαντοσύνην ἐρέεινε, καὶ ἔμφρονα Πύθιος ἄξων

  κυκλόθεν αὐτοβόητος ἐθέσπισε κοιλάδι φωνῇ:

  ‘Κάδμε, μάτην, περίφοιτε, πολυπλανὲς ἴχνος ἑλίσσεις:

  μαστεύεις τινὰ ταῦρον, ὃν οὐ βοέη τέκε γαστήρ,

  295 μαστεύεις τινὰ ταῦρον, ὃν οὐ βροτὸς οἶδε κιχῆσαι:

  Ἀσσυρίην ἀπόειπε, τεῆς δ᾽ ἡγήτορα πομπῆς

  ἄμφεπε βοῦν χθονίην, μὴ δίζεο ταῦρον Ὀλύμπου:

  νυμφίον Εὐρώπης οὐ βουκόλος οἶδεν ἐλαύνειν:

  οὐ νομόν, οὐ λειμῶνα μετέρχεται, οὔ τινι κέντρῳ

  300 πείθεται, οὐ μάστιγι κελεύεται: οἶδεν ἀείρειν

  Κύπριδος ἁβρὰ λέπαδνα καὶ οὐ ζυγόδεσμον ἀρότρων,

  αὐχένα μοῦνον Ἔρωτι καὶ οὐ Δήμητρι τιταίνει.

  ἀλλὰ πόθον Τυρίοιο τεοῦ γενετῆρος ἐάσας

  μίμνε παρ᾽ ἀλλοδαποῖσι, καὶ Αἰγυπτίης σέο Θήβης

  305 πατρίδος ἄστυ πόλισσον ἐπώνυμον, ἧχι πεσοῦσα

  εὐνήσει βαρύγουνον ἑὸν πόδα δαιμονίη βοῦς.’

  ὣς φάμενος τριπόδων ἐπεκοίμισε θυιάδα φωνήν,

  καὶ ῥία Παρνησσοῖο τινάσσετο Φοιβάδος ἠχοῦς

  γείτονος εἰσαΐοντα, καὶ ὀμφήεντι ῥεέθρῳ

  310 Κασταλίης πάφλαζε νοήμονος ἔνθεον ὕδωρ.

  εἶπε θεός: καὶ Κάδμος ἐχάζετο καὶ παρὰ νηῷ

  βοῦν ἴδε, νισσομένῃ δὲ συνέστιχεν: ἑσπόμενοι δὲ

  ἀνέρες ἀπλάγκτοιο βοὸς βραδυπειθέι χηλῇ

  φειδομένην ἰσόμετρον ἐποιήσαντο πορείην

  315 ὀτρηροὶ θεράποντες: ὅθεν τότε Κάδμος ὁδεύων

  ἱερὸν ἔδρακε χῶρον ἐπόψιον, ἧχι νοήσας

  Πύθιος ἐννεάκυκλον ὀρειάδος ὁλκὸν ἀκάνθης

  εὔνασε Κιρραίης θανατηφόρον ἰὸν ἐχίδνης.

  Παρνησσοῦ δὲ κάρηνα λιπὼν μετανάστιος ἀνὴρ

  320 Δαυλίδος ἔστιχεν οὖδας ὁμούριον, ἔνθεν ἀκούω

  σιγαλέης λάλον εἷμα δυσηλακάτου Φιλομήλης,

  Τηρεὺς ἣν ἐμίαινεν, ὅτε ζυγίη φύγεν Ἥρη

  συζυγίην ἀχόρευτον ὀρεσσαύλων ὑμεναίων,

  κούρη δ᾽ ἀστορέεσσιν ἐπεστενάχιζε χαμεύναις

  325 εἰνοδίου θαλάμοιο, λιπογλώσσοιο δὲ κούρης

  μυρομένης Θρήισσαν ἀναγκαίην Ἀφροδίτην

  δάκρυσι μιμηλοῖσι λιπόθροος ἔστενεν Ἠχώ,

  παρθενικὴν φυγόδεμνον ὀδυρομένη Φιλομήλην,

  ὁππότε φοινήεντι μεμιγμένον αἵματος ὁλκῷ

  330 γλώσσης ἀρτιτόμοιο συνέβλυεν αἷμα κορείης:

  καὶ Τιτυοῦ πόλιν εἶδεν, ὅπῃ θρασὺς υἱὸς Ἀρούρης

  ἄλσεα καλλιπέτηλα διαστείχων Πανοπῆος

  ἁγνὰ βιαζομένης ἀνεσείρασε φάρεα Λητοῦς:

  καὶ ποδὸς ἴχνος ἔθηκε Ταναγραίῳ κενεῶνι,

  335 ἐκ δὲ Κορωνείης Ἁλιάρτιον οὖδας ἀμείβων

  Θεσπιέων τε πόληα βαθυκνήμους τε Πλαταιὰς

  Ἀονίης σχεδὸν ἦλθε πέδον Βοιωτὸν ὁδεύων,

  ἧχί ποτ᾽ Ὠρίωνα, δυσίμερον υἱέα γαίης,

  σκορπίος, ἀστόργοιο βοηθόος ἰοχεαίρης,

  340 τηλίκον ἐπρήνιξεν, ἀνυμφεύτοιο θεαίνης

  ἀκροτάτην ἔτι πέζαν ἀναστείλαντα χιτῶνος,

  ὁ βραδὺς ἑρπύζων, χθόνιον τέρας, ἀντιβίου δὲ

  ταρσὰ χαλαζήεντι τυχὼν ἐχαράξατο κέντρῳ.

  καὶ γαίης ἐπέβη Χαιρωνίδος, ἔνθα κονίην

  345 ἀργυφέην τέμνουσα βοὸς λευκαίνετο χηλή,

  καὶ κραναῆς μεθέπων πολυκαμπέα κύκλα πορείης

  λευκὰ κονιομένων ἀπεσείσατο λύματα ταρσῶν.

  καὶ βοὸς ὀμφήεσσα χαμευνάδος ὤκλασε χηλὴ

  ἄστεος ἐσσομένοιο προάγγελος. ἀλλ᾽ ὅτε Κάδμῳ

  350 Πύθιον οὐδαίης ἐτελείετο θέσφατον ἠχοῦς,

  βοῦν ἱερὴν θυόεντι διαστήσας παρὰ βωμῷ

  δίζετο πηγαίων ὑδάτων χύσιν, ὄφρα καθήρῃ

  μαντιπόλους ἕο χεῖρας, ἐπισπείσῃ δὲ θυηλαῖς

  ἁγνὸν ὕδωρ: οὔ πω γὰρ ἐν οἰνοφύτοισιν ἀλωαῖς

  355 ἁβρὸς ἀεξομένης ἀνεφαίνετο καρπὸς ὀπώρης.

  καὶ πόδας ἐστήριξε δρακοντοβότῳ παρὰ Δίρκῃ:

  στῆ δὲ ταφών, ὅθι λοξὰ φανεὶς ὀφιώδεϊ δεσμῷ

  Ἄρεος αἰολόνωτος ὄφις μιτρώσατο πηγήν,

  καὶ στρατὸν ἐπτοίησεν, ὅσος πολὺς ἕσπετο Κάδμῳ:


  360 τὸν μὲν ὑπὸ στέρνοισι δακὼν χαροποῖσι γενείοις,

  τὸν δὲ δαφοινήεντι τυχὼν ἐχάραξεν ὀδόντι,

  ἄλλου μαρναμένοιο βιοσσόον ἧπαρ ἀμύξας

  θῆκε νέκυν: ψαφαρὴ δὲ κατ᾽ αὐχένος ἔρρεε χαίτη

  αὐτομάτη, πλαδαροῖο διειλυαθεῖσα καρήνου:

  ἄλλον ἀνεπτοίησε θορὼν ὑπὲρ ἄντυγα κόρσης

  ἀνδρομέης, ἑτέρου δὲ διέτρεχεν ἀνθερεῶνος

  ἄσχετος, ἰοβόλῳ δὲ βαλὼν ὀφθαλμὸν ἐέρσῃ

  360 μαρμαρέην ἤχλυσε μεμυκότος ὄμματος αἴγλην:

  ἄλλου ταρσὸν ἔμαρψε, χαρασσόμενον δὲ γενείῳ

  εἶχε δακών, καὶ χλωρὸν ἀνήρυγεν ἀφρὸν ὀδόντων

  εἰς δέμας ἠιθέοιο, πελιδναίῳ δὲ σιδήρῳ

  ἰσοφυὴς χλοάοντι διεψύχθη δέμας ἰῷ:

  365 ἄλλου φυσιόωντος ὑπὸ πληγῇσι γενείων

  ἀσταθέες μήνιγγες ἐκυμαίνοντο καρήνου

  δήγματι φαρμακόεντι, δι᾽ ἐγκεφάλου δὲ χυθέντος

  μυδαλέῳ μυκτῆρι κατάσσυτος ἔρρεεν ἰχώρ.

  365 καὶ ταχὺς ἀμφιέλικτος ἐπὶ κνήμῃσιν ἀνέρπων

  Κάδμον ἀπειλητῆρι δράκων ἐζώσατο δεσμῷ,

  καὶ δέμας ὀρθώσας μελέων ἐπιβήτορι παλμῷ

  ταυρείης περίκυκλον ἐς ὀμφαλὸν ἆλτο βοείης:

  καὶ σκολιαῖς ἑλίκεσσι πόδας μιτρούμενος ἀνὴρ

  370 ὁλκαίῃ βαρύδεσμος ἐχιδναίῃ κάμε σειρῇ,

  φόρτον ἔχων δασπλῆτα, βαρυνόμενον δὲ φορῆα

  ὄρθιον ἑστηῶτα κατέσπασεν εἰς πέδον ἕλκων,

  καὶ στόμα πικρὸν ἔλυσε, δυσηλεγέος δὲ χανόντος

  φοίνιος ὠμοβόρου πυλεὼν εὐρύνετο λαιμοῦ,

  375 καὶ κεφαλὴν δόχθωσε, τινασσομένου δὲ καρήνου

  ὑψιτενὴς ἐλέλικτο μέσος κυρτούμενος αὐχήν.

  ἀλλ᾽ ὅτε Κάδμος ἔκαμνε, τότε σχεδὸν ἦλθεν Ἀθήνη

  390 ἐσσομένης δονέουσα προάγγελον αἰγίδα νίκης

  Γοργείῳ κομόωσαν ἐχιδνήεντι καρήνῳ,

  καί οἱ ἀτυζομένῳ λαοσσόος ἴαχε δαίμων:

  ‘Κάδμε, Γιγαντοφόνοιο Διὸς συνάεθλε κυδοιμοῦ,

  δειμαίνεις ἕνα μοῦνον ἰδὼν ὄφιν; ἐν δὲ κυδοιμοῖς

  395 σοὶ πίσυνος Τυφῶνα κατεπρήνιξε Κρονίων

  τοσσατίοις κομόωντα δρακοντείοισι καρήνοις.

  παύεο θηρείων τρομέων συριγμὸν ὀδόντων:

  Παλλὰς ἐποτρύνει σε, καὶ οὐ φονίῃ παρὰ Δίρκῃ

  ῥύσεται ἑρπηστῆρα φυλάκτορα χάλκεος Ἄρης.

  400 ἀλλά, καταφθιμένοιο λαβὼν δασπλῆτας ὀδόντας

  θηρός, ἐχιδνήεντι περισπείρας χθόνα καρπῷ

  κεῖρε Γιγαντείης ὀφιώδεα λήια χάρμης,

  γηγενέων δὲ φάλαγγας ἑνὶ ξύνωσον ὀλέθρῳ

  πέντε λιπὼν ζώοντας: ἐπεσσομένῃσι δὲ Θήβαις

  405 σπαρτῶν ἀγλαόκαρπος ἀνασταχύοιτο γενέθλη.’

  ὣς φαμένη θάρσυνε τεθηπότα Κάδμον Ἀθήνη,

  καὶ βαθὺν ἠνεμόεντι κατέγραφεν ἠέρα ταρσῷ,

  δυσαμένη Διὸς οἶκον. ὁ δὲ τραφερῇ παρὰ βώλῳ

  μάρμαρον εὐρυάλωος ἐύτροχον οὖρον ἀρούρης

  410 ἵστατο κουφίζων κραναὸν βέλος, ἰθυπόρῳ δὲ

  ἄκρα δρακοντείοιο καρήατος ἔθλασε πέτρῳ:

  θηγαλέην δὲ μάχαιραν ἐρυσσάμενος παρὰ μηροῦ

  αὐχένα θηρὸς ἔτεμνεν: ἀπαμηθεῖσα δὲ κόρση

  σώματος ἐκτὸς ἔμιμνε, κυλινδομένη δὲ κονίῃ

  415 ἠθάδα κύκλον ἕλισσε παλίλλυτον ἄστατος οὐρή,

  καὶ δαπέδῳ τετάνυστο δράκων νέκυς. ἀμφὶ δὲ νεκρῷ

  θοῦρος Ἄρης βαρύμηνις ἀνέκραγε: χωομένου δὲ

  Κάδμος ἀμειβομένων μελέων ἑλικώδεϊ μορφῇ

  ἀλλοφυὴς ἤμελλε παρ᾽ Ἰλλυρίδος σφυρὰ γαίης

  420 ξεῖνον ἔχειν ἴνδαλμα δρακοντείοιο προσώπου.

  ἀλλὰ τὰ μὲν πέπρωτο μετὰ χρόνον. αὐτὰρ ὁ μέσσῃ

  χαλκείῃ κυνέῃ συνελέξατο καρπὸν ὀλέθρου,

  θηρείων γενύων βλοσυρὸν θέρος: ἐνδαπίης δὲ

  Παλλάδος ὑβὸν ἄροτρον ἀπ᾽ ὀργάδος εἰς χθόνα σύρων

  425 καὶ χαροπῆς ἀρόσας πολεμητόκον αὔλακα γαίης

  ἰοβόλων ἔσπειρε πολύστιχον ὄγμου ὀδόντων.

  καὶ στάχυς αὐτολόχευτος ἀνηέξητο Γιγάντων,

  ὧν ὁ μὲν ὑψικάρηνος ἀνέδραμεν ἄκρα τιταίνων

  στήθεος εὐθώρηκος, ὁ δὲ προθορόντι καρήνῳ

  430 φρικτὸν ἀνοιγομένης ὑπερέσχεθεν ὦμον ἀρούρης:

  ἄλλος ἄνω προύκυψεν ἐς ὀμφαλόν, ὃς δ᾽ ἐπὶ γαίῃ

  ἡμιτελὴς ἀνέτελλε πεδοτρεφὲς ὅπλον ἀείρων:

  ἄλλος ὑπερκύπτοντα λόφον προβλῆτα τιταίνων

  οὔ πω στέρνον ἔφαινε, καὶ εἰσέτι μητρὸς ἀνέρπων

  435 ἐκ λαγόνων κατὰ βαιὸν ἀταρβέι μάρνατο Κάδμῳ

  τεύχεσιν αὐτοφύτοις κεκορυθμένος: ἆ μέγα θαῦμα,

  ὥπλισεν Εἰλείθυια, τὸν οὐ μαιώσατο μήτηρ:

  καί τις ἀνηκόντιζεν ὁμόγνιον ἔγχος ἀφάσσων

  ἡμιφανής, ὁ δὲ κοῦφος ὅλον δέμας εἰς φάος ἕλκων

  440 ἄκρα ποδῶν ἀτέλεστα πεπηγότα λεῖπεν ἀρούρῃ.

  οὐ μὲν ἐφημοσύνης ἐπελήσατο Κάδμος Ἀθήνης,

  ἀλλὰ παλιμφυέων καλάμην ἤμησε Γιγάντων:

  τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν ἀνεμώδεϊ λόγχῃ,

  τὸν δὲ κατὰ κληῖδα παρὰ πλατὺν αὐχένα τύψας

  445 ὀστέα λαχνήεντος ἀνέσχισεν ἀνθερεῶνος:

  ἄλλον ἀκοντιστῆρι βαλὼν ἐχαράξατο πέτρῳ


  γαστέρος ἄχρι φανέντα: καὶ αἵματος αἰνογιγάντων

  ἐκχυμένου ποταμηδὸν Ἄρης ὠλίσθανε λύθρῳ

  φοινίξας ἑὰ γυῖα, παρισταμένης δὲ κυδοιμῷ

  450 πορφυρέῃ ῥαθάμιγγι χιτὼν ἐρυθαίνετο Νίκης.

  ἄλλου μαρναμένοιο παρ᾽ ἰσχίον ἄορι τύψας

  συμφυέος διέκερσε σὺν ἰξύι νῶτα βοείης.

  καὶ φόνος ἄσπετος ἔσκε: δαϊζομένων δὲ Γιγάντων

  λοίγιος αἱμαλέης ἀνεκήκιεν αὐλὸς ἐέρσης

  455 ἄορι θεινομένων. ὁ δὲ Παλλάδος ἔμφρονι βουλῇ

  γηγενέων τινὰ πέτρον ἐπῃώρησε καρήνων:

  οἱ δὲ δαφοινήεντι πόθῳ μεθύοντες Ἐνυοῦς

  Ἄρεϊ βακχεύθησαν, ὁμογνήτῳ δὲ σιδήρῳ

  ἀλλήλων ὀλετῆρες ἐτυμβεύοντο κονίῃ.

  460 ἄλλῳ δ᾽ ἄλλος ἔριζεν: ἐρευθιόωντι δὲ λύθρῳ

  στικτὰ διαινομένης ἐμελαίνετο νῶτα βοείης

  γηγενέος κταμένοιο: κατουδαίης δὲ μαχαίρης

  γνωτοφόνῳ γλωχῖνι δαΐζετο καρπὸς ἀρούρης.

  BOOK 5

  πέμπτον ἔτι σκοπίαζε καὶ Ἀκταίωνα νοήσεις,

  τὸν κεμὰς οὐκ ὤδινε, κυνοσπάδα νεβρὸν ἀλήτην.

  ἀλλ᾽ ὅτε δὴ πολέμων ὀφιώδεα λήια κείρων

  Κάδμος ὀδοντοφύτων καλάμην ἤμησε Γιγάντων,

  σπένδων λύθρον Ἄρηι θαλύσια δηιοτῆτος,

  φαιδρύνας ἑὰ γυῖα δρακοντοβότῳ παρὰ Δίρκῃ

  5 Δελφίδα βοῦν ἱέρευσε θεοδμήτων ἐπὶ βωμῶν,

  Παλλάδι καλὸν ἄγαλμα. Καταρχομένῳ δὲ θυηλὰς

  δίζυγες ἔνθα καὶ ἔνθα περιρραίνοντο κεραῖαι

  οὐλοχύταις: ὁ δὲ γυμνὸν ἑλὼν παρὰ γείτονι μηρῷ

 

‹ Prev