Works of Nonnus

Home > Other > Works of Nonnus > Page 86
Works of Nonnus Page 86

by Nonnus

κεῖτο νέκυς, γελόωντι πανείκελος, οἷά περ αἰεὶ

  χείλεσιν ἀφθόγγοισι χέων μελιηδέα φωνήν.

  καὶ νέκυν εἰσορόων κινυρὴν ἀνενείκατο φωνὴν

  νηπενθὴς Διόνυσος, ἔχων ἀγέλαστον ὀπωπήν:

  255 ‘Μοιράων πεσέτω φθονερὸν λίνον: ἦ ῥα καὶ αὐτοὶ

  ταῦροι ἐπ᾽ ἠιθέοις ζηλήμονες ὥς περ ἀῆται;

  τίς Ζέφυρος μετὰ Φοῖβον ἐπέχραε καὶ Διονύσῳ;

  ὄλβιος ἔπλετο Φοῖβος Ἀτύμνιος: ἠιθέου γὰρ

  ἔλλαχεν οὔνομα τοῦτο: Θεραπναίου δὲ καὶ αὐτοῦ

  260 φάρμακον ἡβητῆρος ἐπώνυμον ἄνθος ἀείρει,

  αἴλινον ἐν πετάλοισιν ἐπιγράψας ὑακίνθου:

  ποῖον ἔχω πλοκάμοις καὶ ἐγὼ στέφος, ἢ τίνα πάλλω

  ἄνθεα φωνήεντα, παρήγορα παιδὸς ἀνίης;

  ἀλλὰ τεοῦ θανάτου τιμήορος εἰς φόνον ἕλκων

  265 ἄξομαι εἰς σέο τύμβον, ἀώριε, ταῦρον ἀλήτην.

  οὐ μὲν ἐγὼ βουπλῆγι τεὸν κτείνοιμι φονῆα,

  ὄφρα λάχῃ μόρον ἶσον ἀρασσομένοιο μετώπου

  ταύροις σφαζομένοισιν, ἀναρρήξαιμι δὲ πικρὴν

  ταύρου γαστέρα πᾶσαν ἐμῆς γλωχῖνι κεραίης,

  270 ὅττι τανυκραίρῳ σε κατεπρήνιξεν ἀκωκῇ.

  ὄλβιος Ἐννοσίγαιος, ἐπεί τινα γείτονα πάτρης

  παιδὸς ἐμοῦ Φρύγα κοῦρον ἐφίλατο, τὸν δὲ κομίζων

  χρύσεον εἰς Διὸς οἶκον ἀνήγαγεν ἀστὸν Ὀλύμπου,

  καί οἱ, ὅτε σπεύδεσκεν ἐς ἱπποσύνην Ἀφροδίτης,

  275 ὤπασεν ἄβροχον ἅρμα γαμοστόλον Ἱπποδαμείης.

  μοῦνος ἐγὼ νέον ἔσχον ἀώριον: ἱμερόεις γὰρ

  ἄμπελος οὐ γάμον εἶδε βιοσσόον, οὐδ᾽ ἐπὶ παστῷ

  νυμφιδίην νέος οὗτος ἐμὴν ἔζευξεν ἀπήνην,

  ἀλλὰ θανὼν λίπε πένθος ἀπενθήτῳ Διονύσῳ.

  280 οὔ πώ μοι, φίλε κοῦρε, τεὸν στόμα κάλλιπε Πειθώ,

  ἀλλὰ σέθεν φθιμένοιο καὶ ἄπνοα χείλεα ναίει:

  καὶ νέκυός περ ἐόντος ἔτι στίλβουσι παρειαί,

  ὀφθαλμοὶ γελόωσι καὶ εἰσέτι, διχθαδίης δὲ

  εἰσέτι σῆς παλάμης χιονώδεές εἰσιν ἀγοστοί,

  285 σοὺς δ᾽ ἐρατοὺς πλοκάμους λιγυροὶ δονέουσιν ἀῆται:

  οὐ ῥόδα σῶν μελέων θανατηφόρος ἔσβεσεν ὥρη,

  ἀλλ᾽ ἔτι σοι τάδε πάντα φυλάσσεται. ὤμοι Ἐρώτων,

  τί χρέος ἦν, ἵνα ταῦρον ἀμείλιχον ἡνιοχεύσῃς;

  εἴ σε διεπτοίησεν ἀελλοπόδων πόθος ἵππων,

  290 τίπτέ μοι οὐκ ἀγόρευες, ὅπως ἀπὸ γείτονος Ἴδης

  ἐνθάδε δίφρον ἄγοιμι, καὶ ἀρχαίης ἀπὸ φύτλης

  Τρώιον εἰς σὲ κόμιζον ἐπουρανίων γένος ἵππων

  πατρίδα συλήσας Γανυμήδεος, ὃν τρέφεν Ἴδη

  σοὶ δέμας ἶσον ἔχοντα, τὸν ἀνδροφόνων ἀπὸ ταύρων

  295 φειδομένοις ὀνύχεσσιν ἐκούφισεν ὑψιπέτης Ζεύς:

  εἰ ἐτεὸν μενέαινες ἐν οὔρεσι θῆρας ἐναίρειν,

  τίπτέ μοι οὐ κατέλεξας, ὅτι χρέος ἔπλετο δίφρου;

  καί κεν ἐμῆς ἤλαυνες ἀπήμονα κύκλον ἀπήνης,

  καί κεν ἐμῆς ἄψαυστα δεδεγμένος ἡνία Ῥείης

  300 μειλιχίων ἀδόνητος ἐμάστιες ἅρμα δρακόντων.

  οὐκέτι σὺν Σατύροισιν ἐποίνιον ὕμνον ἀείδεις,

  οὐκέτι Βασσαρίδεσσι φιλοκροτάλοισι κελεύεις,

  οὐκέτι θηρεύοντι συναγρώσσεις Διονύσῳ.

  ὤμοι, ὅτ᾽ οὐκ Ἀίδης πέλεν ἤπιος, οὐδ᾽ ἐπὶ νεκρῷ

  305 δέχνυται ἀγλαὰ δῶρα βαθυπλούτοιο μετάλλου,

  ἄμπελον ὄφρα θανόντα πάλιν ζώοντα τελέσσω:

  ὤμοι, ὅτ᾽ οὐκ Ἀίδης ποτὲ πείθεται: ἢν δ᾽ ἐθελήσῃ,

  ὄλβον ὅλον στίλβοντα χαρίζομαι Ἠριδανοῖο

  δένδρεα συλήσας ποταμήια, μαρμαρέην δὲ

  310 ἄξομαι ἀστράπτουσαν Ἐρυθραίην λίθον Ἰνδῶν

  ἀφνειῆς τ᾽ Ἀλύβης ὅλον ἄργυρον, ἀντὶ δὲ νεκροῦ

  παιδὸς ἐμοῦ χρύσειον ὅλον Πακτωλὸν ὀπάσσω.’

  ὣς εἰπὼν στενάχιζε νέκυν γλυκύν: ἐν δὲ κονίῃ

  κείμενον εἰσορόων πάλιν ἴαχε πενθάδι φωνῇ:

  315 ‘Ζεῦ πάτερ, εἰ φιλέεις με, καὶ εἰ πόνον οἶδας ἐρώτων,

  ἄμπελον αὐδήεντα τίθει πάλιν εἰς μίαν ὥρην,

  ὑστάτιον καὶ μοῦνον ὅπως ἕνα μῦθον ἐνίψῃ:

  ῾τί στενάχεις, Διόνυσε, τὸν οὐ στοναχῇσιν ἐγείρεις;

  οὔατά μοι παρέασι, καὶ οὐ βοόωντος ἀκούω,

  320 ὄμματά μοι παρέασι, καὶ οὐ στενάχοντα δοκεύω:

  νηπενθὴς Διόνυσος, ἐμοὶ μὴ δάκρυα λείβῃς,

  ἀλλὰ τεὸν λίπε πένθος, ἐπεὶ φονίῃ παρὰ πηγῇ

  νηιάδες στενάχουσι καὶ οὐ Νάρκισσος ἀκούει,

  Ἡλιάδων Φαέθων κινυρὴν οὐκ οἶδεν ἀνίην.᾿

  325 ὤμοι, ὅτ᾽ οὔ με φύτευσε πατὴρ βροτόν, ὄφρά κεν εἴην

  σύννομος ἠιθέῳ καὶ ἐν Ἄιδι, μηδ᾽ ἐνὶ Λήθῃ

  ἄμπελον ἱμερόεντα δεδουπότα μοῦνον ἐάσω.

  εἰς πόθον ἠιθέοιο μακάρτερός ἐστιν Ἀπόλλων

  οὔνομα παιδὸς ἔχων πεφιλημένον: αἴθε καὶ αὐτὸς

  330 εἴην Ἀμπελόεις, Ὑακίνθιος ὥς περ Ἀπόλλων.

  ὑπνώεις τέο μέχρι, καὶ οὐκέτι, κοῦρε, χορεύεις;

  εἰς προχοὰς ποταμοῖο τί σήμερον οὐκέτι βαίνεις

  κάλπιν ἔχων εὔυδρον; ὀρεσσαύλῳ δ᾽ ἐνὶ λόχμῃ

  ἠθάδος ὀρχηθμοῖο τεὴ πάλιν ἤλυθεν ὥρη.

  335 εἰ κοτέεις, φίλε κοῦρε, ποθοβλήτῳ Διονύσῳ,
r />   φθέγγεο Σειληνοῖσιν, ὅπως σέο μῦθον ἀκούσω.

  εἴ σε λέων ἐδάμασσεν, ἐγὼ ξύμπαντας ὀλέσσω,

  πάντας, ὅσους Τμώλοιο φέρει λέπας, οὐδὲ λεόντων

  Ῥείης ἡμετέρης ποτὲ φείσομαι, ἀλλὰ δαμάσσω,

  340 εἰ βλοσυραῖς γενύεσσι τεοὶ γεγάασι φονῆες:

  πόρδαλις εἰ πρήνιξε τεὸν δέμας, ἄνθος Ἐρώτων,

  οὐκέτι πορδαλίων δέμας αἰόλον ἡνιοχεύσω:

  ἄλλοι θῆρες ἔασιν, ὅλης δ᾽ ἐπιήρανος ἄγρης

  Αρτεμις ἐξ ἐλάφων κεραελκέα δίφρον ἐλαύνει:

  345 νεβρίδα πέπλον ἔχων ἐποχήσομαι ἅρματι νεβρῶν:

  εἴ σε σύες κατέπεφνον ἀναιδέες, εἰν ἑνὶ μάρψας

  πάντας ἐγὼ κτείνοιμι, καὶ οὐχ ἕνα μοῦνον ἐάσω

  κάπρον ἔτι ζώοντα λελειμμένον ἰοχεαίρῃ:

  εἰ δέ σε ταῦρος ἔπεφνεν ἀτάσθαλος, ὀξέι θύρσῳ

  350 ταυρείην προθέλυμνον ἀιστώσαιμι γενέθλην.’

  ὣς ὁ μὲν ἐστενάχιζεν. ἔρως δέ οἱ ἐγγύθεν ἔστη

  Σειληνοῦ λασίοιο φέρων κεραελκέα μορφήν,

  θύρσον ἔχων, καὶ στικτὸν ἐπὶ χροῒ δέρμα καθάψας

  γηροκόμῳ νάρθηκι δέμας στηρίζετο βάκτρῳ:

  355 καὶ Βρομίῳ γοόωντι παρήγορον ἴαχε φωνήν:

  ‘ Ἄλλῳ λῦσον ἔρωτι τεῶν σπινθῆρας ἐρώτων

  εἰς νέον ἡβητῆρα μετάτροπον οἶστρον ἀμείψας,

  λησάμενος φθιμένοιο: παλαιοτέροιο γὰρ αἰεὶ

  φάρμακόν ἐστιν ἔρωτος ἔρως νέος: οὐ γὰρ ὀλέσσαι

  360 ὁ χρόνος οἶδεν ἔρωτα, καὶ εἰ μάθε πάντα καλύπτειν.

  εἰ δὲ τεῆς ἐθέλεις ὀδυνήφατον ἄλκαρ ἀνίης,

  φέρτερον ἄμφεπε παῖδα: πόθος πόθον οἶδε μαραίνειν.

  καὶ Ζέφυρον κλονέεσκε Λάκων νέος: ἀλλὰ θανόντος

  ἡβητὴν Κυπάρισσον ἰδὼν ἐρατεινὸς Ἀήτης

  365 εὗρεν Ἀμυκλαίοιο παραιφασίην Ὑακίνθου.

  ἤν ἐθέλῃς, ἐρέεινε φυτηκόμον: ἐν δαπέδῳ γὰρ

  κείμενον ἀθρήσας κεκονιμένον ἄνθος ἀροτρεὺς

  φάρμακον ὀλλυμένοιο νεώτερον ἄλλο φυτεύει.

  κλῦθι, παλαιγενέων μερόπων ἵνα μῦθον ἐνίψω:

  370 ἁβρὸς ἔην ποτὲ κοῦρος, ὑπέρτερος ἥλικος ἥβης,

  Μαιάνδρου παρὰ χεῦμα πολυσχιδέος ποταμοῖο,

  εἴδεϊ λεπταλέῳ ταναός, πόδας ὀξύς, ἐθείρας

  ἰθυτενής, ἀνίουλος: ἐπ᾽ ἀμφοτέραις δὲ παρειαῖς

  αὐτοφυὴς Χάρις ἦεν ἐπισκαίρουσα προσώπῳ

  375 ὄμμασιν αἰδομένοισιν, ἀπὸ βλεφάρων δέ οἱ αἰεὶ

  κάλλος ὀιστεύοντος ἑκηβόλος ἔρρεεν αἴγλη:

  καὶ δέμας εἶχε γάλακτι πανείκελον, ἀμφὶ δὲ λευκῷ

  ἀκροφανὲς πόρφυρε ῥόδον διδυμόχροϊ πυρσῷ.

  τὸν Κάλαμον καλέεσκε πατὴρ φίλος, ὃς διὰ γαίης

  380 νειόθι κυμαίνων σκολιὸν ῥόον εἰς φάος ἕλκων,

  ἑρπύζων δ᾽ ἀίδηλος, ὑπὸ χθόνα λοξὸς ὁδίτης,

  ὀξὺς ἀναθρῴσκων ὑπερίσχεται αὐχένα γαίης,

  ἐνδόμυχος Μαίανδρος ἄγων ὑποκόλπιον ὕδωρ.

  τοῖος ἔην ἐρόεις Κάλαμος ταχύς. ἠίθεος δὲ

  385 ἱμερτῷ ῥοδόπηχυς ὁμήλικι τέρπετο Καρπῷ,

  ὃς τόσον ἔλλαχε κάλλος, ὃ μὴ βροτὸς ἔλλαχεν ἀνήρ:

  εἰ γὰρ ἔην νέος οὗτος ἐπὶ προτέρων ποτὲ φωτῶν,

  καί κεν ἐυσμήριγγος ἐγίνετο νυμφίος Ἠοῦς,

  φέρτερον εἶδος ἔχων, ῥοδέῳ χροῒ μοῦνος ἐλέγξας

  390 ἀγλαΐην Κεφάλοιο καὶ Ὠρίωνος ὀπωπήν:

  οὐδέ κεν εὐκάρπῳ παλάμῃ πηχύνατο Δηὼ

  νυμφίον Ἰασίωνα, καὶ Ἐνδυμίωνα Σελήνη:

  ἀλλὰ νέος τάχα κεῖνος ἀρείονος εἵνεκα μορφῆς

  εἷς πόσις ἀμφοτέρων νυμφεύσατο λέκτρα θεάων,

  395 Δηοῦς ξανθοκόμου μεθέπων πολυλήιον εὐνήν,

  καὶ ξυνὴν ὁμόλεκτρον ἔχων ζηλήμονα Μήνην.

  τοῖος ἔην ἐρόεις Καλάμῳ φίλος, ἄνθος Ἐρώτων,

  κάλλος ἔχων: ἄμφω δὲ συνήλικες ὑψόθεν ὄχθης

  γείτονος ἑψιόωντο πολυγνάμπτου ποταμοῖο.

  400 τοῖσι μὲν ἔσκε δίαυλος ἕλιξ δρόμος, ἀμφοτέροις δὲ

  ἦεν ἔρις: κάλαμος μὲν ἐπέτρεχεν εἴκελος αὔραις,

  καὶ πτελέην βαλβῖδα φέρων καὶ νύσσαν ἐλαίην

  ἠιόνας ποταμοῖο διέδραμεν ἄκρον ἀπ᾽ ἄκρου ...

  καὶ Κάλαμος ταχύγουνος ἑκούσιος ἤριπε γαίῃ,

  405 καὶ Καρπῷ χαρίεντι θελήμονα κάλλιπε νίκην.

  παιδὶ δὲ λουομένῳ συνελούετο κοῦρος ἀθύρων,

  καὶ πάλιν εἴκελον ἄλλον ἐν ὕδασιν εἶχον ἀγῶνα,

  καὶ βραδὺς ἐν προχοῇσιν ἐνήχετο Καρπὸν ἐάσας

  πρόσθε μολεῖν, ἵνα χερσὶν ὀπίστερος οἴδματα τέμνων

  410 καρποῦ νηχομένοιο παρὰ σφυρὰ δεύτερος ἔλθῃ

  ἠιθέου προθέοντος ἐλεύθερα νῶτα δοκεύων.

  καὶ διερῆς βαλβῖδος ἔην δρόμος: ἤρισαν ἄμφω,

  τίς τίνα νικήσειεν, ὅπως παλινόστιμος ἔλθῃ

  ὄχθης ἀμφοτέρης διδυμάονα νύσσαν ἀμείβων

  415 γαῖαν ἐς ἀντιπέραιαν ἐρεσσομένων παλαμάων:

  καὶ προχοὴν ὁδὸν εἶχεν: ἀεὶ δέ οἱ ἐγγὺς ἱκάνων

  κοῦρος ἐπειγομένης παλάμης πεφιδημένος ὁρμῆς

  νηχομένων σκοπίαζε ῥοδόχροα δάκτυλα χειρῶν:

  καὶ Κάλαμος προκέλευθος ἑὴν ἀνεσείρασεν ὁρμήν,

  420 ἠιθέῳ δ᾽ ὑπόειξε: καὶ ἔδραμε χεῖρας ἐρέσσων

  κοῦρος ἀελλή
εις, ὑπὲρ οἴδματος αὐχένα τείνων:

  καί νύ κεν ἐκ ῥοθίων ἐπεβήσατο Καρπὸς ἀρούρης,

  καὶ μετὰ χερσαίην ποταμηίδα δύσατο νίκην,

  ἀλλά μιν ἀντικέλευθος ἀνεστυφέλιξεν Ἀήτης,

  425 καὶ γλυκὺν ἔκτανε κοῦρον ἀμείλιχος: ἠιθέου γὰρ

  οἰγομένῳ νήριθμον ὕδωρ ἐπεσύρετο λαιμῷ.

  καὶ Κάλαμος φθονεροῖο φυγὼν ἀνέμοιο θυέλλας

  ἔκτοθεν ἡβητῆρος ἐδύσατο γείτονας ἀκτάς:

  καὶ φίλον οὐ παρεόντα καὶ οὐκ ἀίοντα νοήσας

  430 ἱμερόεν στενάχων κινυρῇ βρυχήσατο φωνῇ:

  Ν̔ηιάδες, φθέγξασθε, τίς ἥρπασε Καρπὸν Ἀήτης;

  ναί, λίτομαι, πυμάτην δότε μοι χάριν, ἔλθετε πηγὴν

  εἰς ἑτέρην, καὶ πατρὸς ἐμοῦ θανατηφόρον ὕδωρ

  φεύγετε, μηδὲ πίητε ῥόον Καρποῖο φονῆα.

  435 οὐ μὲν ἐμὸς γενέτης νέον ἔκτανεν: ἀλλὰ μεγαίρων

  καὶ Καλάμῳ μετὰ Φοῖβον ἀπώλεσε Καρπὸν Ἀήτης,

  καὶ τάχα μιν ποθέων ζηλήμονι τύψεν ἀέλλῃ,

  ἠιθέῳ μετὰ δίσκον ἄγων ἀντίπνοον αὔρην.

  οὔ πω ἐμὸς προχοῇσι λελουμένος ἄνθορεν ἀστήρ,

  440 οὔ πω ἐμὸς σελάγιζεν Ἑωσφόρος: ἀλλὰ ῥεέθροις

  καρποῦ δυομένοιο, τί μοι φάος εἰσέτι λεύσσειν;

  νηιάδες, φθέγξασθε, τίς ἔσβεσε φέγγος Ἐρώτων;

  δηθύνεις ἔτι, κοῦρε; τί σοι τόσον εὔαδεν ὕδωρ;

  κρείσσονα μὴ φίλον εὗρες ἐν ὕδασι, τῷ παραμίμνων

  δειλαίου Καλάμοιο πόθους ἔρριψας ἀήταις;

  εἰ μία Νηιάδων σε δυσίμερος ἥρπασε Νύμφη,

  450 ἔννεπε, καὶ πάσῃσι κορύσσομαι: εἰ δέ σε τέρπει

 

‹ Prev