by Nonnus
πορφυρέῃ ῥαθάμιγγι δράκων φοίνιξεν ὑπήνην.
καὶ θεὸς οὐρεσίφοιτος ὄφιν θάμβησε δοκεύων
325 οἰνωπῇ ῥαθάμιγγι πεφυρμένον ἀνθερεῶνα:
καὶ στικταῖς φολίδεσσι μετάτροπον ὁλκὸν ἑλίξας
πετραίην βαθύκολπον ἐδύσατο γείτονα χειήν,
εὔιον ἀθρήσας, ὄφις αἰόλος. εἰσορόων δὲ
Βάκχος ἐρευθαλέης ἐγκύμονα βότρυν ἐέρσης
330 ὀμφαίης ἐνόησε παλαίτερα θέσφατα Ῥείης.
καὶ σκοπέλους ἐλάχηνε, πεδοσκαφέος δὲ σιδήρου
θηγαλέῃ γλωχῖνι μυχὸν κοιλήνατο πέτρης:
λειήνας δὲ μέτωπα βαθυνομένων κενεώνων
τάφρον ἐυσταφύλοιο τύπον ποιήσατο ληνοῦ,
335 βότρυας ἀμώων νεοθηλέας ὀξέι θύρσῳ,
τεύχων ὀψιγόνοιο τύπον γαμψώνυχος ἅρπης.
καὶ Σατύρων χορὸς ἦεν ὁμόστολος: ὧν ὁ μὲν αὐτῶν
λοξὸς ἔην τρυγόων, ὁ δὲ βότρυας ἄγγεϊ κοίλῳ
δέχνυτο τεμνομένους, ὁ δὲ σύμπλοκα φύλλα δαΐζων
340 χλωρὰ φιλακρήτων ἀπεσείσατο λύματα καρπῶν:
ἄλλος ἄτερ θύρσοιο καὶ εὐθήκτοιο σιδήρου
δεξιτερὴν ἀσίδηρον ἐπ᾽ ἀκρεμόνεσσι τιταίνων
βότρυος εἱλικόεντος ἀπέκλασεν ἄκρα κορύμβου,
ὀκλάζων ἐπίκυρτον, ἐς ἄμπελον ὄμμα τιταίνων:
345 καὶ γλαφυρῷ κενεῶνι χυτὴν ἔστρωσεν ὀπώρην
ὀγκώσας σταφυλῇσι μεσόμφαλα νῶτα χαράδρης...
βότρυας εἱλικόεντας ἐπασσυτέρους θέτο κόλπῳ
ἐκταδὸν ἔνθα καὶ ἔνθα, καὶ ὡς θημῶνας ἀλωῆς
πλήσας κόλπον ἅπαντα συνήγαγε κοιλάδι πέτρῃ,
350 καὶ σταφυλὴν ἐπάτησε ποδῶν βητάρμονι παλμῷ.
καὶ Σάτυροι σείοντες ἐς ἠέρα θυιάδα χαίτην,
ἰσοφυὲς μίμημα διδασκόμενοι Διονύσου,
στικτὰ περισφίγξαντες ἐπωμίδι δέρματα νεβρῶν,
Βακχείης ἀλάλαζον ὁμογλώσσου μέλος ἠχοῦς,
355 ποσσὶ πολυσκάρθμοισι περιθλίβοντες ὀπώρην,
εὔιον ἀείδοντες: ἐρισταφύλοιο δὲ κόλπου
οἴνου ἀναβλύζοντος ἐπορφύροντο χαράδραι:
στεινομένη δὲ πόδεσσιν ἀμοιβαίοισιν ὀπώρη
λευκὸν ἐρευθαλέης ἀνεκήκιεν ἀφρὸν ἐέρσης.
360 καὶ βοέοις ἀρύοντο κεράασιν ἀντὶ κυπέλλων
μή πω φαινομένων, ὅθεν ὕστερον ἐξέτι κείνου
θέσκελον οὔνομα τοῦτο κεραννυμένῳ πέλεν οἴνῳ.
καί τις ἀναβλύζων φρενοθελγέος ἰκμάδα Βάκχου
καμπύλον ἴχνος ἔκαμψε ποδῶν ἑλικώδεϊ παλμῷ,
365 δεξιὸν ἐκ λαιοῖο μετήλυδα ταρσὸν ἀμείβων,
καὶ λασίας ἐδίηνε γενειάδας ἰκμάδι Βάκχου:
ἄλλος ἀνεσκίρτησε, μέθης δεδονημένος οἴστρῳ,
φρικτὸν ἀρασσομένης ἀίων μύκημα βοείης:
καί τις ἀκεσσιπόνοιο πιὼν ῥόον ἄσχετον οἴνου
370 κυανέην ῥοδόεντι ποτῷ πόρφυρεν ὑπήνην:
ἄλλος ἄνω τανύων σφαλερὴν ἐπὶ δένδρον ὀπωπὴν
ἡμιφανῆ σκοπίαζεν ἀνάμπυκα γείτονα Νύμφην,
καί νύ κεν ὑψιπέτηλον ὀρειάδος εἰς φυτὸν ὕλης
εἷρπεν ὀλισθηροῖο ποδὸς γαμψώνυχι ταρσῷ,
375 εἰ μή μιν Διόνυσος ἐρήτυεν: ἀμφὶ δὲ πηγὰς
ἄλλος ἐγερσινόοιο μέθης ἑτερόφρονι παλμῷ
ὑδρηλὴν ἐδίωκεν ἀνείμονα Νηίδα κούρην,
καί νύ κε νηχομένην λασίῳ πήχυνεν ἀγοστῷ,
εἰ μή μιν φθαμένη βυθίῳ κεκάλυπτο ῥεέθρῳ.
380 μούνῳ δ᾽ οἰνοποτῆρι Διωνύσῳ πόρε Ῥείη
λυσσαλέης ἀμέθυστον ἀλεξήτειραν ἀνάγκης.
πολλοὶ δ᾽ εὐκεράων Σατύρων φιλοπαίγμονι ταρσῷ
εἰς χορὸν οἰστρηθέντες ἐκώμασαν: ὧν ὁ μὲν αὐτῶν
θερμὸν ἔχων νέον οἶστρον ὑπὸ φρένα, πομπὸν Ἐρώτων,
385 πήχεϊ λαχνήεντι μέσην ἠγκάσσατο Βάκχην:
ὃς δὲ νοοπλάγκτοιο μέθης δεδονημένος οἴστρῳ
παρθενικῆς ἀγάμοιο σαόφρονος ἥψατο μίτρης,
αὖ ἐρύων ἐπὶ Κύπριν ἀπειθέος εἵματα νύμφης,
χειρὶ δ᾽ ὀπισθοβόλῳ ῥοδέων ἐπαφήσατο μηρῶν:
390 καί τις ἀναινομένην ἀνεσείρασε μύστιδα κούρην
λαμπάδα νυκτιχόρευτον ἀναπτομένην Διονύσῳ:
ὃς δὲ περὶ στέρνοις πεφιδημένα δάκτυλα βάλλων
οἰδαλέην ἔθλιψεν ἀκαμπέος ἄντυγα μαζοῦ.
καὶ γλυκερῆς Διόνυσος ἑῆς μετὰ κῶμον ὀπώρης
395 δύσατο κυδιόων Κυβεληίδος ἄντρα θεαίνης,
κλήματα βοτρυόεντα φιλανθέι χειρὶ τιταίνων,
Μαιονίην δ᾽ ἐδίδαξεν ἑὴν ἄγρυπνον ἑορτήν.
BOOK 13
ἐν τρισκαιδεκάτῳ στρατιὴν νήριθμον ἐνίψω
καὶ προμάχους ἥρωας ἀγειρομένους Διονύσῳ.
Ζεὺς δὲ πατὴρ προέηκεν ἐς αὔλια θέσκελα Ῥείης
Ἶριν ἀπαγγέλλουσαν ἐγερσιμόθῳ Διονύσῳ,
ὄφρα δίκης ἀδίδακτον ὑπερφιάλων γένος Ἰνδῶν
Ἀσίδος ἐξελάσειεν ἑῷ ποινήτορι θύρσῳ,
5 ναύμαχον ἀμήσας ποταμήιον υἷα κεράστην,
Δηριάδην βασιλῆα, καὶ ἔθνεα πάντα διδάξῃ
ὄργια νυκτιχόρευτα καὶ οἴνοπα καρπὸν ὀπώρης.
ἡ μὲν ἐρεσσομένων πτερύγων ἀνεμώδεϊ ῥιπῇ
δυσαμένη κελάδοντα λεοντοκόμου μυχὸν ἄντρου
10 ἄψοφον ἴχνος ἔπηξεν, ἀφωνήτῳ δὲ σιωπῇ
σφιγ
ξαμένη στόμα δοῦλον ὀρειάδος ἐγγὺς ἀνάσσης
ἵστατο κυρτωθεῖσα, καθελκομένου δὲ καρήνου
χείλεσιν ἱκεσίοισι πόδας προσπτύξατο Ῥείης.
καὶ τὴν μὲν Κορύβαντες ἀμειδέι νεύματι Ῥείης
15 θεσπεσίης ἀρέσαντο παρὰ κρητῆρι τραπέζης:
θαμβαλέη δὲ πιοῦσα νεηγενέος χύσιν οἴνου
τέρπετο βακχευθεῖσα: καρηβαρέουσα δὲ δαίμων
παιδὶ Διὸς παρεόντι Διὸς μυκήσατο βουλήν:
‘Ἀλκήεις Διόνυσε, τεὸς γενέτης σε κελεύει
20 εὐσεβίης ἀδίδακτον ἀιστῶσαι γένος Ἰνδῶν:
ἀλλὰ τεαῖς παλάμῃσι μαχήμονα θύρσον ἀείρων
αἰθέρος ἄξια ῥέξον, ἐπεὶ Διὸς ἄμβροτος αὐλὴ
οὔ σε πόνων ἀπάνευθε δεδέξεται, οὐδέ σοι Ὧραι
μή πω ἀεθλεύσαντι πύλας πετάσωσιν Ὀλύμπου:
25 Ἑρμείας μόγις ἦλθεν ἐς οὐρανόν, ὁππότε ῥάβδῳ
ὄμμασιν ἀστράπτοντα ποδῶν ἄπο μέχρι κομάων
βουκόλον Ἄργον ἔπεφνε, καὶ Ἄρεα λύσατο δεσμῶν:
Δελφύνην δ᾽ ἐδάμασσε καὶ αἰθέρα ναῖεν Ἀπόλλων:
οὐδὲ τεὸς γενέτης, μακάρων πρόμος, ὑψιμέδων Ζεὺς
30 νόσφι πόνων ἀνέβαινεν ἐς οὐρανόν, ὄρχαμος ἄστρων,
εἰ μὴ πρῶτον ἔδησεν ἀπειλητῆρας Ὀλύμπου
Ταρταρίῳ Τιτῆνας ὑποκρύψας κενεῶνι.
καὶ σὺ μετ᾽ Ἀπόλλωνα, μεθ᾽ Ἑρμάωνα, μογήσας
μισθὸν ἔχεις καμάτων πατρώιον αἰθέρα ναίειν.’
35 ὣς φαμένη πρὸς Ὄλυμπον ἔβη θεός: αἶψα δὲ Ῥείη
παμμήτωρ προέηκεν ἀγέστρατον ἀγγελιώτην
Πύρριχον, ὀρχηστῆρα φιλοσμαράγοιο βοείης,
φύλοπιν ἀγγέλλοντα κορυσσομένοιο Λυαίου.
καὶ στρατιὴν πολύμορφον ἀολλίζων Διονύσῳ
40 Πύρριχος ἀενάοιο διέδραμεν ἕδρανα κόσμου:
Εὐρώπης δὲ γένεθλα καὶ Ἀσίδος ἔθνεα γαίης
πάντας ἄγων νόστησεν ἐς ἁβροβίων χθόνα Λυδῶν.
ἀλλά πολυσπερέων προμάχων ἡρωίδα φύτλην
καὶ λασίων Σατύρων, Κενταυρίδος αἷμα γενέθλης,
45 Σειληνῶν τε φάλαγγα δασυκνήμοιο γεραιοῦ
καὶ στίχα Βασσαρίδων Κορυβαντίδες εἴπατε Μοῦσαι:
οὐ γὰρ ἐγὼ τόσα φῦλα δέκα γλώσσῃσιν ἀείσω
οὐδὲ δέκα στομάτεσσι χέων χαλκόθροον ἠχώ,
ὁππόσα Βάκχος ἄγειρε δορυσσόος, ἀλλὰ λιγαίνων
50 ἡγεμόνας καὶ Ὅμηρον ἀοσσητῆρα καλέσσω
εὐεπίης ὅλον ὅρμον, ἐπεὶ πλωτῆρες ἀλῆται
πλαγκτοσύνης καλέουσιν ἀρηγόνα κυανοχαίτην.
πρῶτα μέν, εὐθύρσοιο καλεσσαμένου Διονύσου,
Ἀκταίων ταχὺς ἦλθεν ὁμόγνιον αἷμα γεραίρων,
55 πατρίδος Ἀονίης ἑπτάστομον οὖδας ἐάσας:
Βοιωτῶν δὲ φάλαγγες ἐπέρρεον οἳ χθόνα Θήβης
ᾤκεον εὐπύργοιο καὶ ἔνδιον ἐννοσιγαίου
Ὀγχηστόν, Πετεῶνα καὶ Ὠκαλέην καὶ Ἐρύθρας,
Ἄρνην βοτρυόεσσαν, ἀγαλλομένην Διονύσῳ,
60 οἵ τε Μίδειαν ἔναιον, ἀειδομένας τε πολίχνας
Εἰλέσιον καὶ Σκῶλον ἁλικρήπιδά τε Θίσβην,
ὅρμον ἐυτρήρωνα θαλασσαίης Ἀφροδίτης,
καὶ δάπεδον Σχοίνοιο καὶ εὐχαίτην Ἐλεῶνα
κώπας τ᾽, ἀγλαὸν οὖδας, ὅπῃ περίπυστον ἀκούω
65 ἐγχελύων θρέπτειραν ἐπώνυμον εἰσέτι λίμνην,
καὶ λάσιον Μεδεῶνα, καὶ οἳ λάχον εὔβοτον Ὕλην,
σκυτοτόμου Τυχίοιο τανυκνήμιδα τιθήνην,
καὶ πέδον εὐρυάλω, χθονίῃ πεφυλαγμένον ὀμφῇ,
ἅρματος ὀψιγόνοιο φερώνυμον Ἀμφιαράου,
70 Θεσπιέων τε πόληα βαθυκνήμους τε Πλαταιὰς
ὑδρηλήν θ᾽ Ἁλίαρτον, ὀρεσσιχύτου ποταμοῖο
χεύμασι μεσσατίοισι μεριζομένην Ἑλικῶνος,
οἵ τ᾽ εἶχον πυμάτην Ἀνθηδόνα, γείτονα πόντου,
Βαιὴν ἰχθυβολῆος ἀειζώοιο πολίχνην
75 ὑγροβίου Γλαύκοιο, καὶ οἳ δυσπέμφελοι Ἄσκρην,
πατρίδα δαφνήεσσαν ἀσιγήτοιο νομῆος,
γραίης θ᾽ ἱερὸν ἄστυ καὶ εὐρυχόρου Μυκαλησσοῦ,
Εὐρυάλης μίμημα φερώνυμον ἀνθερεῶνος,
καὶ χθόνα Νισαίην καὶ ἐπώνυμον ἄστυ Κορώνου:
80 τοῖσι μὲν ἐρχομένοισιν Ἑώιον εἰς κλίμα γαίης
Ἀκταίων πρόμος ἦεν, ἐπ᾽ ἠιθέοιο δὲ νίκῃ
πατροπάτωρ δαφναῖος ἐπέπταρε μάντις Ἀπόλλων
Βοιωτῶν δ᾽ ἑτέροιο προηγεμόνευεν ὁμίλου
εὐχαίτης Ὑμέναιος ἔχων ἀχάρακτον ῾̣̣̓πήνην,
85 ἀρτιθαλής Βρομίῳ πεφιλημένος: ἐρχομένῳ δὲ
κούρῳ παιδοκόμος πολιὸς πρόμος οὔνομα Φοῖνιξ,
εἵπετο, Λαοκόωντι πανείκελος, ὃς πάρος Ἀργοῦς,
νηὸς Ἰησονίης, ἐπιβήμενος εἰς χθόνα Κόλχων
σύμπλοος ὡμάρτησε κορυσσομένῳ Μελεάγρῳ.
90 τοῖος ἐὼν ἔτι κοῦρος, ἔχων παιδήιον ἥβην,
ἁβροκόμης Ὑμέναιος ἐδύσατο φύλοπιν Ἰνδῶν,
δινεύων ἑκάτερθε παρηίδος ἥλικα χαίτην:
καί οἱ ἐφωμάρτησαν ὁμήλυδες ἀσπιδιῶται,
οἵ τ᾽ Ἀσπληδόνος ἄστυ, καὶ ὃν Χάρις οὔ ποτε λείπει
95 Ὀρχομενὸν Μινύαο, χοροίτυπον ἄλσος Ἐρώτων,
οἵ θ᾽ Ὑρίην ἐνέμοντο, θεηδόχον οὖδας ἀρούρης,
ξεινοδόκου μεθέπουσαν ἐπωνυμίην Ὑριῆος,
ἧχι Γίγας ἀπέλεθρος ἀπειρογά
μων ἀπὸ λέκτρων
Ὠρίων τριπάτωρ ἀπὸ μητέρος ἄνθορε Γαίης,
100 εὖτε θεῶν τριγόνοισιν ἀεξηθεῖσα γενέθλαις
εἰς τόκον αὐτοτέλεστον ἐμορφώθη χύσις οὔρων,
αὔλακα νυμφεύσασα τελεσσιγόνοιο βοείης,
καὶ χθονὸς ἄσπορον υἷα λαγὼν μαιώσατο Γαίης,
οἵ τ᾽ ἔχον ἀγρομένων ξεινηδόκον οὖδας Ἀχαιῶν,
105 Αὐλίδα πετρήεσσαν, ἐδέθλιον ἰοχεαίρης,
ἧχι θεὰ βαρύμηνις ὀρεσσαύλῳ παρὰ βωμῷ
δέκτο θυηπολίην ψευδήμονος Ἰφιγενείης,
καὶ κεμὰς οὐρεσίφοιτος ἀμεμφέι καίετο πυρσῷ
ἁρπαμένης νόθον εἶδος ἀληθέος Ἰφιγενείης,
110 ἣν Ὀδυσεὺς ἐκόμισσε δολοπλόκος ὡς Ἀχιλῆος
ἐσσομένην πρὸ μόθοιο παρευνέτιν, ἔνθεν ἀκούει
Αὐλὶς ἀνυμφεύτοιο γαμοστόλος Ἰφιγενείης,
ὁλκάσι δ᾽ Ἀργείων ἐπεσύρισε πομπὸς ἀήτης
ἄψοφα μαστίζων ἐχενηίδος ἄκρα γαλήνης,
115 νεβροφόνῳ βασιλῆι φέρων παλινάγρετον αὔρην,
κούρη δ᾽ ὀψὲ μολοῦσα μετάρσιος εἰς χθόνα Ταύρων
φρικτὰ κακοξείνων ἐδιδάσκετο θεσμὰ λεβήτων,
ἀνέρα δαιτρεύουσα, καὶ ἀνδροφόνῳ παρὰ βωμῷ
γνωτὸν ἁλιπτοίητον ἀνεζώγρησεν Ὀρέστην.
120 Βοιωτῶν τόσος ἦλθεν ἀμετρήτων στόλος ἀνδρὼν
Ἰνδῴην ἐπὶ δῆριν ὁμαρτήσας Ὑμεναίῳ.
τοῖσι συνεστρατόωντο σοφῇ παρὰ Δελφίδι πέτρῃ
ἀγχίποροι Φωκῆες ὁμήλυδες, οἳ Κυπαρίσσου
εἶχον ἕδος καὶ γαῖαν Ὑάμπολιν, ἥν περ ἀκούω