Works of Nonnus

Home > Other > Works of Nonnus > Page 92
Works of Nonnus Page 92

by Nonnus


  ὀμβρηροῖς πελάγεσσι χέων ὑψίδρομον ὕδωρ,

  καὶ δρύες ἐκρύφθησαν, ἀκανθοφόροις τ᾽ ἐνὶ βήσσαις

  525 διψαλέαι ποταμηδὸν ἐκυμαίνοντο κολῶναι,

  ἰκμαλέον τότε δῶμα λιπὼν κεκαλυμμένον ὄμβρῳ

  καὶ ῥόον ἠερόφοιτον, ἀκοντιστῆρα μελάθρων,

  Πρίασος Ἀονίης μετανέσσατο κόλπον ἀρούρης,

  Ζηνὸς ἀλυσκάζων θανατηφόρον ὄμβριον ὕδωρ:

  530 αἰεὶ δ᾽ ἀλλοδαποῖσι παρ᾽ ἀνδράσι δάκρυα λείβων

  μνώετο Σαγγαρίοιο καὶ ἠθάδα δίζετο πηγήν,

  Ἀονίου ποταμοῖο πιὼν ἀλλότριον ὕδωρ:

  ὀψὲ δὲ δύσνιφον οἶδμα καὶ ὑδατόεσσαν ἀνάγκην

  Ζεὺς ὕπατος πρήυνε, καὶ ἐκ Σιπύλοιο καρήνων

  535 κλυζομένης Φρυγίης παλινάγρετον ἤλασεν ὕδωρ:

  καὶ ῥόον ἐννοσίγαιος ὅλον μετέθηκε τριαίνῃ

  εἰς βυθίους κευθμῶνας ἀτεκμάρτοιο θαλάσσης,

  καὶ νιφετοῦ κελάδοντος ἐγυμνώθησαν ἐρίπναι:

  καὶ τότε Βοιωτοῖο παλίνδρομος οὖδας ἐάσας

  540 Πρίασος ὑστερόμητις ἑὴν ὑπεδύσατο πάτρην,

  καὶ γενέτην βαρύγουνον ἀπήμονι πήχεος ὁλκῷ

  νόστιμος ἀγκὰς ἔμαρψεν, ὃν εὐσεβέων χάριν ἔργων

  Ζεὺς μέγας ὀμβρήεντος ἀνεζώγρησεν ὀλέθρου,

  Βρόμβιον ὃν καλέουσιν: ἀπὸ Φρυγίοιο δὲ κόλπου

  545 Πρίασον αὐχήεντες ἐκυκλώσαντο μαχηταί.

  Ἀστερίου δ᾽ ἀπάνευθε ἑοῦ γενέταο μολόντος

  ἀρτιθαλὴς Μίλητος ὁμόστολος ἵκετο Βάκχῳ

  Καῦνον ἔχων συνάεθλον ἀδελφεόν, ὃς τότε Καρῶν

  λαὸν ἄγων ἔτι κοῦρος ἐδύσατο φύλοπιν Ἰνδῶν:

  550 οὔ πω γὰρ δυσέρωτα δολοπλόκον ἔπλεκε μολπὴν

  γνωτῆς οἶστρον ἔχων ἀδαήμονος, οὐδὲ καὶ αὐτὴν

  ἀντιτύπου φιλότητος ὁμοζήλων ἐπὶ λέκτρων

  Ζηνὶ συναπτομένην ἐμελίζετο σύγγονον Ἥρην

  Λάτμιον ἀμφὶ βόαυλον ἀκοιμήτοιο νομῆος,

  555 ὀλβίζων ὑπ᾽ ἔρωτι μεμηλότα γείτονι πέτρῃ

  νυμφίον Ἐνδυμίωνα ποθοβλήτοιο Ζελήνης:

  ἀλλ᾽ ἔτι Βυβλίς ἔην φιλοπάρθενος, ἀλλ᾽ ἔτι θήρην

  Καῦνος ὁμογνήτων ἐδιδάσκετο νῆις ἐρώτων:

  οὔ πω δ᾽, ἁβροκόμοιο κασιγνήτοιο φυγόντος,

  560 δάκρυσιν ὀμβρηθεῖσα δέμας μορφώσατο κούρη,

  καὶ ῥόον ὑδατόεντα γοήμονος ἔβλυε πηγῆς.

  τῷ δ᾽ ἅμα θαρσήεντες ἐπερρώοντο μαχηταί,

  οἳ Μυκάλην ἐνέμοντο, καὶ οἳ λάχον ἀγκύλον ὕδωρ

  εἰς χθόνα δυομένοιο παλιννόστου ποταμοῖο,

  565 Μαιάνδρου σκολιοῖο, διερπύζοντος ἐναύλων.

  Τόσσαι μὲν στίχες ἦλθον: ὁμοζήλῳ δὲ πορείῃ

  λαῶν ἀγρομένων Κυβεληίδες ἔκτυπον αὐλαί,

  Μυγδονίης δὲ πόληος ἐκυκλώθησαν ἀγυιαί.

  BOOK 14

  εἰς δέκατον δὲ τέταρτον ἔχε φρένα κεῖθι κορύσσει

  δαιμονίην στίχα πᾶσαν ἐς Ἰνδικὸν Ἄρεα Ῥείη.

  Ῥείη δ᾽ ὠκυπέδιλος, ὀρεσσαύλῳ παρὰ φάτνῃ

  αὐχένα λαχνήεντα περισφίγξασα λεόντων,

  σύνδρομον ᾐώρησεν ὑπηνέμιον σφυρὸν αὔραις

  ἠερίους κενεῶνας ἐρετμώσασα πεδίλῳ:

  5 θεσπεσίας δὲ φάλαγγας ἀολλίζουσα Λυαίῳ

  ὡς πτερὸν ἠὲ νόημα διέστιχεν ἕδρανα κόσμου

  εἰς Νότον, εἰς Βορέην, εἰς Ἕσπερον, εἰς κλίσιν Ἠοῦς:

  καὶ δρυσὶ καὶ ποταμοῖσι μίαν ξυνώσατο φωνὴν

  Νηιάδας καλέουσα καὶ Ἁδρυάδας στίχας ὕλης.

  10 δαιμονίη δ᾽ ἀίουσα γονὴ Κυβεληίδος ἠχοῦς,

  πάντοθεν ἠγερέθοντο. καὶ ὑψόθεν εἰς χθόνα Λυδῶν

  ἀπλανὲς ἴχνος ἄγουσα μετάρσιος ἵκετο Ῥείη:

  καὶ νυχίην παλίνορσος ἐκούφισε μύστιδα πεύκην

  Μυγδόνι θερμαίνουσα τὸ δεύτερον ἠέρα πυρσῷ.

  15 ἀλλὰ μετὰ βροτέην προμάχων ἡρωίδα φύτλην

  καὶ στρατιὴν ζαθέην με διδάξατε, Φοιβάδες αὖραι.

  πρῶτα μὲν ἐκ Λήμνοιο πυριγλώχινος ἐρίπνης

  φήμη ἀελλήεσσα Σάμου παρὰ μύστιδι πεύκῃ

  υἱέας Ἡφαίστοιο δύω θώρηξε Καβείρους,

  20 οὔνομα μητρὸς ἔχοντας ὁμόγνιον, οὓς πάρος ἄμφω

  οὐρανίῳ χαλκῆι τέκε Θρήισσα Καβειρώ:

  Ἄλκων Εὐρυμέδων τε, δαήμονες ἐσχαρεῶνος.

  καὶ βλοσυροὶ Κρήτηθεν ἀολλίζοντο μαχηταὶ

  δάκτυλοι Ἰδαῖοι, κραναῆς ναετῆρες ἐρίπνης,

  25 Γηγενέες Κορύβαντες ὁμήλυδες, ὧν ποτε Ῥείῃ

  ἐκ χθονὸς αὐτοτέλεστος ἀνεβλάστησε γενέθλη:

  οἳ βρέφος ἀρτιλόχευτον ἀεξιτόκῳ παρὰ πέτρῃ

  Ζῆνα φερεσσακέεσσιν ἐμιτρώσαντο χορείαις,

  κῶμον ἀνακρούοντες ὀρίκτυπον ἠπεροπῆα,

  30 ἠέρα βακχεύοντες: ἀρασσομένοιο δὲ χαλκοῦ

  ἀγχινεφὴς Κρονίοισιν ἐπέβρεμεν οὔασιν ἠχὼ

  κουροσύνην Κρονίωνος ὑποκλέπτουσα βοείαις:

  καὶ πρόμος ἡγεμόνευε χοροπλεκέων Κορυβάντων

  Πύρριχος Ἰδαῖός τε σακέσπαλος, οἷς ἅμα βαίνων

  35 Κνώσσιος αἰόλα φῦλα παρώνυμος ὥπλισε Κύρβας.

  καὶ φθονεροὶ Τελχῖνες ἐπήλυδες εἰς μόθον Ἰνδῶν

  ἐκ βυθίου κενεῶνος ἀολλίζοντο θαλάσσης:

  καὶ δολιχῇ παλάμῃ δονέων περιμήκετον αἰχμὴν

  ἦλθε Λύκος, κάμῃ Σκέλμις ἐφέσπετο Δαμναμε
νῆι

  40 πάτριον ἰθύνων Ποσιδήιον ἅρμα θαλάσσης,

  Τληπολέμου μετὰ γαῖαν ἁλιπλανέες μετανάσται,

  δαίμονες ὑγρονόμοι μανιώδεες, οὓς πάρος αὐτοὶ

  πατρῴης ἀέκοντας ἀποτμήξαντες ἀρούρης

  Θρῖναξ σὺν Μακαρῆι καὶ ἀγλαὸς ἤλασεν Αὔγης,

  45 υἱέες Ἠελίοιο: διωκόμενοι δὲ τιθήνης

  χερσὶ βαρυζήλοισιν ἀρυόμενοι Στυγὸς ὕδωρ

  ἄσπορον εὐκάρποιο Ῥόδου ποίησαν ἀλωήν,

  ὕδασι Ταρταρίοισι περιρραίνοντες ἀρούρας.

  τοῖς ἔπι Κενταύρων διφυὴς πρηεῖα γενέθλη:

  50 ἵππιον εἶδος ἔχοντι Φόλῳ συνομάρτεε Χείρων

  ἀλλοφυής, ἀδάμαστος, ἔχων ἀχάλινον ὑπήνην.

  Κυκλώπων δὲ φάλαγγες ἐπέρρεον: ὧν ἐνὶ χάρμῃ

  χερσὶν ἀθωρήκτοισιν ἀκοντίζοντο κολῶναι

  ἔγχεα πετρήεντα, καὶ ἀσπίδες ἦσαν ἐρίπναι,

  55 καὶ σκοπιὴ λοφόεσσα χαραδραίη πέλε πήληξ,

  καὶ Σικελοὶ σπινθῆρες ἔσαν φλογόεντες ὀιστοί:

  καὶ σέλας αἰθύσσοντες ἐθήμονος ἐσχαρεῶνος

  πυρσοφόροις παλάμῃσιν ἐθωρήσσοντο μαχηταί,

  Βρόντης τε Στερόπης τε καὶ Εὐρύαλος καὶ Ἐλατρεὺς

  60 Ἄργης τε Τράχιός τε καὶ αὐχήεις Ἁλιμήδης.

  ἀλλὰ τόσος καὶ τοῖος ἐλείπετο μοῦνος Ἐνυοῦς

  ἀγχινεφὴς Πολύφημος, ἀπόσπορος ἐννοσιγαίου,

  ὅττί μιν ὑγροκέλευθος ἐρήτυεν αὐτόθι μίμνειν

  ἄλλος Ἔρως πολέμοιο φιλαίτερος: εἰσορόων γὰρ

  65 ἡμιφανῆ Γαλάτειαν ἐπέκτυπε γείτονι πόντῳ,

  νυμφιδίῃ σύριγγι χέων φιλοπάρθενον ἠχώ.

  καὶ σκοπέλων ναετῆρες ἀπ᾽ αὐτορόφοιο μελάθρου,

  οὔνομα Πανὸς ἔχοντες, ἐρημονόμου γενετῆρος,

  Πᾶνες ἐθωρήχθησαν ὁμήλυδες, ὧν ἐπὶ μορφῇ

  70 ἀνδρομέῃ κεκέραστο δασύτριχος αἰγὸς ὀπωπή:

  καὶ νόθον εἶδος ἔχοντες ἐυκραίροιο καρήνου

  δώδεκα Πᾶνες ἔσαν κεραελκέες, ἀρχεγόνου δὲ

  Πανὸς ἑνὸς γεγάασιν ὀρεσσαύλοιο τοκῆος.

  τὸν μὲν ἐφημίξαντο Κελαινέα μάρτυρι μορφῇ,

  75 τὸν δὲ φυῆς Ἀργεννὸν ὁμώνυμον: Αἰγικόρῳ δὲ

  ἅρμενον οὔνομα θῆκαν, ἐπεὶ νομίῃ παρὰ ποίμνῃ

  αἰγείων κεκόρητο περιθλίβων γάλα μαζῶν:

  ἄλλος δ᾽ Ἠυγένειος ἀκούετο θεσπέσιος Πὰν

  ἀμφιλαφῆ πλοκάμοισιν ἔχων λειμῶνα γενείου:

  80 καὶ νομίῳ κεκόρυστο σὺν Ὠμηστῆρι Δαφοινεύς:

  καὶ Φόβος ὡμάρτησε δασυκνήμιδι Φιλάμνῳ:

  Ξάνθῳ Γλαῦκος ἵκανεν ὁμόστολος: ἀντιτύποις γὰρ

  Γλαῦκος ἑοῖς μελέεσσιν ὁμόχροος ἔσκε θαλάσσῃ

  γλαυκιόων, καὶ Ξάνθος ἔχων ξανθόχροα χαίτην

  85 οὔνομα τοῖον ἔδεκτο κερασφόρος ἀστὸς ἐρίπνης:

  καὶ θρασὺς Ἄργος ἵκανε φέρων χιονώδεα χαίτην.

  τοῖσιν ἔσαν δύο Πᾶνες ὁμήλυδες, οὓς τέκεν Ἑρμῆς

  κεκριμένῃ φιλότητι μιγεὶς διδυμάοσι Νύμφαις:

  τὸν μὲν ὀρεστιάδος Σώσης μετανεύμενος εὐνὴν

  90 μαντιπόλου σπέρμηνε θεηγόρον ἔμπλεον ὀμφῆς,

  Ἀγρέα θηροφόνῳ μελέτῃ πεπυκασμένον ἄγρης:

  τὸν δὲ νομαῖς ὀίων Νόμιον φίλον, ὁππότε Νύμφης

  δέμνιον ἀγραύλοιο διέστιχε Πηνελοπείης,

  ποιμενίῃ σύριγγι μεμηλότα. τοῖς ἅμα Φόρβας

  95 ὠμηστὴς ἀκόρητος ὁμόστολον εἶχε πορείην.

  καὶ παλάμην νάρθηκι γέρων Σειληνὸς ἐρείσας

  δισσοφυὴς κεκόρυστο κερασφόρος υἱὸς ἀρούρης,

  τρισσοὺς παῖδας ἄγων θιασώδεας: εἰς ἐνοπὴν γὰρ

  Ἀστραῖος κεκόρυστο, Μάρων κίεν, ἕσπετο Ληνεύς,

  100 χεῖρας ἐλαφρίζοντες ὀριπλανέος γενετῆρος

  γηροκόμοις ῥοπάλοισι: λιποσθενέων δὲ γερόντων

  νωχελὲς ἀμπελόεντι δέμας κουφίζετο βάκτρῳ,

  ὧν μάλα πουλυέτηρος ἔην χρόνος, ὧν ἄπο θερμὴ

  πουλυγάμων Σατύρων διφυὴς ἀνέτελλε γενέθλη.

  105 καὶ Σατύρους κερόεντας ἐκόσμεον ἡγεμονῆες

  Ποιμένιος Θίασός τε καὶ Ὑψίκερως καὶ Ὀρέστης,

  καὶ κεραῷ Φλεγραῖος ἐφωμάρτησε Ναπαίῳ:

  ἦλθε Γέμων, κεκόρυστο Λύκων θρασύς: ἀκροπότῃ δὲ

  πετραίῳ γελόωντι φιλέψιος ἕσπετο Φηρεύς,

  110 καὶ Λάμις οὐρεσίφοιτος ὁμόστολον εἶχε πορείην

  Ληνοβίῳ, καὶ Σκιρτὸς ἐκώμασε σύνδρομος Οἴστρῳ,

  σὺν δὲ Φερεσπόνδῳ Λύκος ἤιεν, ἠχέτα κῆρυξ,

  καὶ Πρόνομος πραπίδεσσι κεκασμένος, οὓς τέκεν Ἑρμῆς

  ἰφθίμην κρυφίοισιν ὑποζεύξας ὑμεναίοις,

  115 τήν ποτε Δῶρος ἔτικτε, Διὸς βλάστημα γενέθλης,

  ῥίζα γονῆς Ἕλληνος, ἀπ᾽ ἀρχεγόνοιο δὲ Δώρου

  Δωρίδος ἐβλάστησεν Ἀχαικὸν αἷμα γενέθλης:

  τοῖσι γέρας καὶ σκῆπτρον ἐπέτρεπεν Εἰραφιώτης

  οὐρανίου κήρυκος ἀεξινόοιο τοκῆος.

  120 αἰεὶ μὲν μεθύουσα φιλακρήτοισι κυπέλλοις

  πᾶσα γονὴ Σατύρων θρασυκάρδιος, ἐν δὲ κυδοιμῷ

  μοῦνον ἀπειλητῆρες ἀεὶ φεύγοντες Ἐνυώ,

  νόσφι μόθοιο λέοντες, ἐνὶ πτολέμοις δὲ λαγωοί,

  ἴδμονες ὀρχηστῆρες, ἐπιστάμενοι πλέον ἄλλων

  125 οἰνοδόκου μέθυ λαρὸν ἀπὸ κρητῆρος ἀφύσσειν:

  τῶν ὀλί
γοι γεγάασι μαχήμονες, οὓς θρασὺς Ἄρης

  παντοίην ἐδίδαξε μεληδόνα δηιοτῆτος,

  κοσμῆσαι δὲ φάλαγγα: κορυσσομένου δὲ Λυαίου

  οἱ μὲν ἀδεψήτοισι δέμας κρύψαντο Βοείαις,

  130 οἱ δὲ δοραῖς λασίῃσιν ἐκαρτύνοντο λεόντων,

  ἄλλοι πορδαλίων βλοσυρὰς δύσαντο καλύπτρας,

  οἱ δὲ τανυπτόρθοισιν ἐθωρήσσοντο κορύμβοις,

  οἱ δὲ τανυκραίρων ἐλάφων ἀντίρροπον ἄστρων

  ποικίλον ἐν στέρνοισιν ἀνεζώννυντο χιτῶνα:

  135 τοῖς μὲν ἐπὶ κροτάφοις διδυμάονες ἀμφὶ μετώπῳ

  ὀξυτενεῖς γλωχῖνες ἐμηκύνοντο κεραίης,

  ψεδνὴ δ᾽ ὀκριόεντι καρήατι φύετο χαίτη

  ἀκροφανὴς σκολιοῖσιν ἐπ᾽ ὄμμασιν, οὔατα δ᾽ ἄμφω

  νισσομένων πτερόεντες ἀνερρίπιζον ἀῆται

  140 ἰθυτενῆ, λασίοισιν ἐπικτυπέοντα γενείοις

  ἐκταδόν, ἱππείη δὲ τιταινομένη διὰ νώτου

  ὄρθιος ἀμφιέλικτος ἀπ᾽ ἰξύος ἔρρεεν οὐρή.

  Ἀλλοφυὴς δ᾽ ἑτέρη Κενταυριὰς ἵκετο φύτλη,

  Φηρῶν εὐκεράων λάσιον γένος, οἷς πόρεν Ἥρη

  145 ἀνδροφυὲς δέμας ἄλλο κερασφόρον: ὑγρογόνων γὰρ

  Νηιάδων ποτὲ παῖδες ἔσαν βροτοειδέι μορφῇ,

  ἃς Ὑάδας καλέουσι, Λάμου ποταμηίδα φύτλην,

  καὶ Διὸς εὐώδινα τιθηνήσαντο γενέθλην,

  Βάκχον ἔτι πνείοντα πολυρραφέος τοκετοῖο,

  150 παιδοκόμοι ῥυτῆρες ἀθηήτου Διονύσου,

  οὐ ξένον εἶδος ἔχοντες: ἐνὶ σκοτίῳ δὲ μελάθρῳ

  πολλάκι πηχύναντο κεκυφότι κοῦρον ἀγοστῷ,

 

‹ Prev