Works of Nonnus

Home > Other > Works of Nonnus > Page 94
Works of Nonnus Page 94

by Nonnus


  δούρατος ἀμπελόεντος ἔην χαλκήλατος αἰχμή:

  355 ἡ δὲ δαφοινήεντος ἐφιμείρουσα κυδοιμοῦ

  ὠμοβόρων ἔζευξεν ἐπ᾽ αὐχένι δεσμὰ δρακόντων:

  ἄλλη ποικιλόνωτον ἐπὶ στέρνοιο καλύπτρην

  πορδαλίων, ἑτέρη δὲ κατὰ χροὸς οἶα χιτῶνα

  στικτὰ φιλοσκοπέλων ἐνεδύσατο δέρματα νεβρῶν,

  360 δαιδαλέης ἐλάφοιο περισφίγξασα καλύπτρην:

  ἄλλη σκύμνον ἔχουσα δασυστέρνοιο λεαίνης

  ἀνδρομέῳ γλαγόεντι νόθῳ πιστώσατο μαζῷ:

  καί τις ὄφιν τριέλικτον ἀπήμονι δήσατο κόλπῳ

  ἐνδόμυχον ζωστῆρα, κεχηνότα γείτονι μηρῷ,

  365 μείλιχα συρίζοντα, φιλακρήτοιό τε κούρης

  ὑπναλέης ἄγρυπνον ὀπιπευτῆρα κορείης:

  ἄλλη ταρσὰ φέρουσα κατ᾽ οὔρεα γυμνὰ πεδίλων,

  ποσσὶ βάτους πατέουσα καὶ ὀξυέθειρας ἀκάνθας,

  θηγαλέῃ στατὸν ἴχνος ἐπεστήριξεν ἀχέρδῳ:

  370 καί τις ἐπαΐξασα τανυκνήμιδι καμήλῳ

  καμπύλον ἀμητῆρι διέθρισεν αὐχένα θύρσῳ,

  καὶ τυφλοῖσι πόδεσσι περιπταίουσα κελεύθῳ

  ἡμιφανὴς πεφόρητο, πολυγνάμπτῳ δὲ πορείῃ

  φοιταλέης ἀκάρηνον ἐπείγετο σῶμα καμήλου,

  375 καὶ σφαλερῇ πλήσσουσα βαθυνομένην χθόνα χηλῇ

  ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησε κονίῃ:

  ἄλλη δ᾽ ἴχνος ἄγουσα βοοτρόφον εἰς ῥάχιν ὕλης

  ἄσχετα μαινομένοιο δορῆς ἐδράξατο ταύρου,

  καὶ βλοσυροῖς ὀνύχεσσι χαρασσομένης ἀπὸ δειρῆς

  380 ταυρείην ἀτόρητον ἀπεφλοίωσε καλύπτρην:

  ἄλλη δ᾽ ἔγκατα πάντα διήφυσεν: ἦν δὲ νοῆσαι

  παρθένον ἀκρήδεμνον ἀσάμβαλον ὑψόθι πέτρης

  τρηχαλέῳ πρηῶνι περισκαίρουσαν ἐρίπνης:

  οὐ σκοπιὴν δ᾽ ἔφριξε δυσέμβατον, οὐ πόδα κούρης

  385 ὀξυπαγὴς ἀπέδιλον ὄνυξ ἐχάραξε κολώνης.

  πολλὴ δ᾽ ἔνθα καὶ ἔνθα παρ᾽ Ἀστακίδος στόμα λίμνης

  Ἰνδῴη δεδάικτο γονὴ Κουρῆτι σιδήρῳ.

  δυσμενέων δὲ φάλαγγας ἐκυκλώσαντο μαχηταὶ

  τεύχεσιν ἀντιτύποισι, φερεσσακέος δὲ χορείης

  390 ῥυθμὸν ἐμιμήσαντο ποδῶν ἑλικώδεϊ παλμῷ:

  καὶ λασίῃ παλάμῃ σκοπιὴν λοφόεσσαν ἀείρων,

  οὔρεος ἄκρα κάρηνα ταμών, ἐκορύσσετο Ληνεύς,

  πέμπων ὀκριόεσσαν ἐπ᾽ ἀντιβίοισιν ἀκωκήν:

  Βάκχη δ᾽ ἀμφαλάλαζε, καὶ ἀμπελόεσσαν ἀκωκὴν

  395 Βασσαρὶς ἠκόντιζε, μελαρρίνου δὲ γενέθλης

  ἄρσενα πολλὰ κάρηνα δαΐζετο θήλεϊ θύρσῳ.

  καὶ φονίῳ θρασὺν ἄνδρα διατμήγουσα κορύμβῳ

  Εὐπετάλη κεκόρυστο, φιλοσταφύλῳ δὲ πετήλῳ

  κέντορα κισσὸν ἔπεμπεν ἀλοιητῆρα σιδήρου:

  400 Στησιχόρη δ᾽ εὔβοτρυς ἐπεσκίρτησε κυδοιμῷ,

  καὶ δηίων ἔσσευε γένος ῥηξήνορι ῥόμβῳ

  κύμβαλα δινεύουσα βαρύβρομα δίζυγι χαλκῷ.

  καὶ πολὺς ἀμφοτέροισιν ἔην μόθος: ἔβρεμε σύριγξ,

  σύριγξ ἐγρεκύδοιμος, ἐπέκτυπε δ᾽ αὐλὸς Ἐνυοῦς,

  405 Βασσαρίδες δ᾽ ὀλόλυξαν: ἐγειρομένου δὲ κυδοιμοῦ

  βρονταίοις πατάγοισι μέλας μυκώμενος ἀὴρ

  ἐκ Διὸς ἐσσομένην Βρομίῳ μαντεύσατο νίκην.

  καὶ πολὺς ἑσμὸς ἔπιπτεν: ὅλη δ᾽ ἐρυθαίνετο λύθρῳ

  ὑγρῷ διψὰς ἄρουρα, καὶ Ἀστακίδος στόμα λίμνης

  410 αἱμοβαφὲς κελάρυζε, φόνῳ κεκερασμένον Ἰνδῶν.

  Ἀντιβίους δ᾽ ᾤκτειρε θεὸς φιλοπαίγμονι θυμῷ

  καὶ προχοαῖς κατέχευε μέθης γέρας, ἐκ δὲ ῥοάων

  χιονέην ἤμειψε φυὴν ξανθόχροον ὕδωρ,

  καὶ ποταμὸς κελάρυζε μελίρρυτα χεύματα σύρων,

  415 καὶ προχοὰς ἐμέθυσσεν: ἀμειβομένων δὲ ῥοάων

  ἔπνεον ἀρτιχύτοιο μέθης εὐώδεες αὖραι:

  ὄχθαι ἐφοινίσσοντο: πιὼν δέ τις Ἰνδὸς ἀγήνωρ

  τοίην ἐκ στομάτων πολυθαμβέα ῥήξατο φωνήν:

  ‘Ξεῖνον ἴδον καὶ ἄπιστον ἐγὼ ποτόν, οὐ γλάγος αἰγῶν

  420 ἄργυφον οὐ πέλε τοῦτο, καὶ οὐ μέλαν οἷά περ ὕδωρ,

  οὐδέ μιν οἷον ὄπωπα πολυτρήτοις ἐνὶ σίμβλοις

  βουβήεσσα μέλισσα λοχεύεται ἡδέι κηρῷ:

  ἀλλὰ νόον τέρπουσαν ἔχει καλλίπνοον ὀδμήν.

  ἀνὴρ διψαλέος πολυθαλπέι καύματος ἀτμῷ,

  425 βαιὸν ἑαῖς παλάμῃσιν ἀφυσσάμενος χυτὸν ὕδωρ

  λαίλαπα καρχαλέης ἀποσείεται αὐτίκα δίψης:

  καὶ μέλι μᾶλλον ἔχει ταχινὸν κόρον: ἆ μέγα θαῦμα,

  τοῦτο πιὼν ἐθέλω πιέειν πάλιν: ἀμφότερον γὰρ

  καὶ γλυκερὸν τόδε χεῦμα καὶ οὐ κόρον ἀνδράσι τίκτει.

  430 ἥβη, κάλπιν ἄειρε καὶ ἔρχεο δεῦρο λαβοῦσα

  Τρώιον οἰνοχόον, ζαθέων δρηστῆρα κυπέλλων,

  ὄφρα μελιρραθάμιγγος ἀφυσσάμενος ποταμοῖο

  Ζηνὸς ὅλους κρητῆρας ἀναπλήσῃ Γανυμήδης.

  δεῦτε, φίλοι, γεύσασθε μελισταγέος ποταμοῖο.

  435 ἐνθάδε παπταίνω τύπον αἰθέρος: αὐτόχυτον γὰρ

  κεῖνο, τό περ καλέουσι Διὸς πόμα, νέκταρ Ὀλύμπου

  νηιάδες χθονίοισιν ἀναβλύζουσι ῥεέθροις.’

  BOOK 15

  πέμπτῳ καὶ δεκάτῳ βριαρὴν Νίκαιαν ἀείδω,

  θηροφόνον ῥοδόπηχυν ἀπειλήτειραν Ἐρώτων.

  ὣς φαμένου νε
φεληδὸν ἐπέρρεον αἴθοπες Ἰνδοὶ

  ἀμφὶ ῥόον ποταμοῖο μελίπνοον: ὧν ὁ μὲν αὐτῶν

  ἀγχιβάτης στατὸν ἴχνος ἐπ᾽ ἰλύι δισσὸν ἐρείσας

  ἡμιφανὴς ἕστηκε, καὶ ὀμφαλὸν ὕδατι δεύων,

  5 κυρτὸς ἔσω ποταμοῖο κεκυφότα νῶτα τιταίνων,

  χερσὶ βαθυνομένῃσι μελισταγὲς ἤφυσεν ὕδωρ:

  ὃς δὲ παρὰ προχοῇσι, κατάσχετος αἴθοπι δίψῃ,

  πορφυρέῳ προβλῆτα γενειάδα κύματι βάπτων,

  στῆθος ἐφαπλώσας ποταμηίδος ὑψόθεν ὄχθης,

  10 οἰγομένοις στομάτεσσιν ἀνείρυσεν ἰκμάδα Βάκχου:

  πρηνὴς δ᾽ ἄλλος ἔην πελάσας στόμα γείτονι πηγῇ,

  καὶ διερὰς δαπέδῳ ψαμαθώδεϊ χεῖρας ἐρείσας

  χείλεσι διψαλέοισιν ἐδέχνυτο δίψιον ὕδωρ:

  ἄλλοι δ᾽ ὀστρακόεντι μέθην ἀρύοντο κυπέλλῳ,

  15 πυθμένα κουφίζοντες ἐαγότος ἀμφιφορῆος:

  καὶ πολὺς ἑσμὸς ἔπινεν ἐρευθιόωντι ῥεέθρῳ

  κισσυβίῳ προχέων ποταμηίδος ὄγκον ἐέρσης,

  μηλονόμων ἄγραυλον ἔχων δέπας. ἀντιβίων δὲ

  οἶνον ἐρευγομένων πολυχανδέος ἀνθερεῶνος

  20 ὄμμασι δερκομένοισιν ἐδιπλώθησαν ἐρίπναι,

  καὶ βλεφάροις δοκέεσκον ἰδεῖν διδυμόζυγον ὕδωρ.

  καὶ προχοὴ κελάρυζε φιλακρήτου ποταμοῖο

  ξανθὸν ἀναβλύζουσα μέθης ῥόον: ἡδυπότου δὲ

  οἰνάδος ἠρεύγοντο ῥοὰς εὐώδεες ὄχθαι.

  25 δυσμενέας δ᾽ ἐμέθυσσε χάλις ῥόος. ἔνθά τις ἀνὴρ

  Ἰνδὸς ἀμερσινόοιο μέθης δεδονημένος οἴστρῳ

  εἰς ἀγέλην ἤιξε, καὶ εὐπετάλῳ παρὰ λόχμῃ

  ταῦρον ἀπειλητῆρα μετήγαγε δέσμιον ἕλκων,

  διχθαδίων κεράων κεχαραγμένον ἄκρον ἐρύσσας

  30 τολμηραῖς παλάμαις, διδυμάονος οἷα κεραίης

  ταυροφυῆ Διόνυσον ὑπὸ ζυγὰ δούλια σύρων:

  ἄλλος ἔχων δασπλῆτα σιδηρείης γένυν ἅρπης

  αἰγὸς ὀρεσσινόμοιο διέθρισεν ἀνθερεῶνα,

  θηγαλέῳ δρεπάνῳ δεδαϊγμένον, οἷά τε δειρὴν

  35 Πανὸς ἐυκραίροιο ταμὼν γαμψώνυχι χαλκῷ:

  ἄλλος ἀπηλοίησε βοῶν κεραελκέα φύτλην,

  οἷά περ ἀμώων Σατύρων ταυρώπιδα μορφήν,

  ὃς δὲ τανυκραίρων ἐλάφων ἐδίωκε γενέθλην

  στικτῆς εἰσορόων πολυδαίδαλον εἶδος ὀπωπῆς,

  40 οἷά τε Βασσαρίδων ὀλέκων στίχα: δαιδαλέαις γὰρ

  νεβρίσιν ἰσοτύποισι παρεπλάγχθησαν ὀπωπαί:

  καὶ φονίαις λιβάδεσσιν ὅλον θώρηκα μιαίνων

  Ἰνδὸς ἀκοντιστῆρι μέλας ἐρυθαίνετο λύθρῳ.

  καί τις ὁμοκλήσας ἐκορύσσετο γείτονι δένδρῳ

  45 μαστίζων ἑκάτερθε, καὶ εἰαρινοῖσι δοκεύων

  σειομένην ἀνέμοισι φυτῶν ἑλικώδεα χαίτην

  ἁβροκόμων ὄρπηκας ἀπηλοίησε κορύμβων,

  φύλλα διασχίζων λασίης δρυός, οἷα μαχαίρῃ

  πλοχμὸν ἀκερσικόμοιο διατμήγων Διονύσου,

  50 μαρνάμενος πετάλοισι καὶ οὐ Σατύροισιν ἐρίζων,

  τερπωλὴν ἀνόνητον ἔχων σκιοειδέι νίκῃ.

  μαίνετο δ᾽ ἀντιβίων ἕτερος χορός: ἀντὶ δὲ λόγχης

  ὃς μὲν ἑλὼν βαρύδουπον ἐπωμαδίῳ τελαμῶνι

  τύμπανον ἠέρταζε, καὶ ἀμφιπλῆγι βοείῃ

  55 δίζυγον ἐσμαράγησε μέλος χαλκόκροτον ἠχώ:

  ὃς δὲ πολυτρήτοιο βοῇ δεδονημένος αὐλοῦ

  ἄστατος εἱλικόεντι ποδῶν βακχεύετο παλμῷ:

  καί τις ἀπειρήτοις ἐπὶ χείλεσι λωτὸν ἐρείσας

  δίθροον ἁρμονίην ἐμελίζετο Μυγδόνος αὐλοῦ:

  60 γηραλέου δὲ φυτοῖο θορὼν παρὰ γείτονι ῥίζῃ

  γλαυκὸν ἐυρραθάμιγγος ἀνείρυσε θαλλὸν ἐλαίης

  ὄμβρῳ ἐερσήεντι διάβροχον, οἷα πιέζων

  οἰνωπῇ ῥαθάμιγγι Μαρωνίδος ἄκρον ὑπήνης.

  ἄλλοι σὺν ξιφέεσσι, σὺν ἔγχεσι, σὺν τρυφαλείαις

  65 ἄσχετα βακχευθέντες ἀμερσινόῳ φρένας οἴνῳ

  ὄργια μιμήσαντο φερεσσακέων Κορυβάντων,

  ἴχνια δινεύοντες ἐνόπλιον ἀμφὶ χορείην:

  καὶ παλάμης ἑλικηδὸν ἀμοιβαίῃσιν ἐρωαῖς

  ἀσπίδες ἐκρούοντο κυβιστητῆρι σιδήρῳ:

  70 ἄλλος ὀπιπεύων θιασώδεος ὄργια Μούσης

  μιμηλὴν Σατύροισι συνεσκίρτησε χορείην:

  καί τις ἀρασσομένης ἀίων κελάδημα βοείης

  μείλιχον ἦθος ἔδεκτο, φιλοσμαράγῳ δὲ μενοινῇ

  ῥιγεδανὴν ἀνέμοισιν ἑὴν ἔρριψε φαρέτρην,

  75 λύσσαν ἔχων: ἕτερος δὲ γυναιμανέων πρόμος Ἰνδῶν

  ἀπλεκέος πλοκαμῖδος ἑλὼν ὑψαύχενα Βάκχην,

  παρθενικὴν ἀδάμαστον ἀτάσθαλον εἰς γάμον ἕλκων,

  σφίγξεν ὑπὲρ δαπέδοιο, τανυσσάμενος δὲ κονίῃ

  χερσὶν ἐρωμανέεσσιν ἀπεσφρηγίσσατο μίτρην,

  80 ἐλπίδι μαψιδίῃ πεφορημένος: ἐξαπίνης γὰρ

  ὄρθιος εἷρπε δράκων ὑποκόλπιος ἰξύι γείτων,

  δυσμενέος δ᾽ ἤιξε κατ᾽ αὐχένος, ἀμφὶ δὲ δειρῇ

  οὐραίαις ἑλίκεσσιν ἀνέπλεκε κυκλάδα μίτρην:

  ταρβαλέοις δὲ πόδεσσι φυγὼν μελανόχροος ἀνὴρ

  85 θερμὸν ἀνυμφεύτων ἀπεσείσατο κέντρον Ἐρώτων,

  αὐχένιον φορέων ὀφιώδεος ὁρμὸν ἀκάνθης.

  ὄφρα μὲν οἰνωθέντες ἐν οὔρεσιν ἔτρεχον Ἰνδοί,

  τόφρα δὲ νήδυμος Ὕπνος ἑὸν πτερὸν
οὖλον ἑλίξας

  ἀκλινέων σφαλεροῖσιν ἐπέχραεν ὄμμασιν Ἰνδῶν,

  90 εὔνασε δ᾽ οἰστρηθέντας ἀμετρήτῳ νόον οἴνῳ,

  Πασιθέης γενετῆρι χαριζόμενος Διονύσῳ:

  ὧν ὁ μὲν ὕπτιος εὗδεν ἄνω νεύοντι προσώπῳ

  ὑπναλέῳ μυκτῆρι μεθυσφαλὲς ἄσθμα τιταίνων,

  ὃς δὲ βαρυνομένην κεφαλὴν ἐπεθήκατο πέτρῳ,

  95 νωθρὸς ἐυκροκάλῳ ποταμηίδι κείμενος ὄχθῃ,

  ἠματίοις δ᾽ ὀάριζε νοοπλανέεσσιν ὀνείροις

  ὀρθὰ περὶ κροτάφοισι πεπηγότα δάκτυλα βάλλων:

  πρηνὴς δ᾽ ἄλλος ἔην τετανυσμένος, εἶχε δὲ δισσὴν

  χεῖρα καθιεμένην ἰσοελκέα δίζυγι μηρῷ:

  100 καί τις ἑῆς παλάμης κεφαλὴν ἐπερείσατο καρπῷ

  οἶνον ἀναβλύζων: ὁ δὲ καμπύλα γυῖα συνάπτων,

  ὡς ὄφις ἀμφιέλικτος, ἐκέκλιτο, λοξὸς ἰαύων.

  καὶ χορὸς ἀντιβίων πεφορημένος εἰς ῥάχιν ὕλης,

  ὃς μὲν ὑπὸ δρυὸς εὗδεν, ὁ δὲ πτελέης ὑπὸ θάμνῳ,

  105 ἄλλος ἐπὶ πλευρῇσι πεσὼν ἐκλίνετο φηγῷ,

  λαιὴν ὀφρυόεντι βαλὼν ἐπὶ χεῖρα μετώπῳ:

  καὶ πολὺς ἑσμὸς ἴαυε λάλος νέκυς, ἠέρι πέμπων

  ἀλλοίης ἀχάλινον ἀσημάντου θρόον ἠχοῦς

  οἰνοβαρὴς: ἕτερος δὲ τινασσομένοιο καρήνου

  110 γηραλέης πλατὺ νῶτον ἐπέτρεπε πυθμένι δάφνης:

  τὸν δὲ βαρὺ κνώσσοντα βαθυστρώτων ἐπὶ λέκτρων

  ἀκροκόμου φοίνικος ἢ εὐώδινος ἐλαίης

  ῥιπίζων ἀνέμοισιν ἕλιξ ἐπεσύρισεν ὄρπηξ:

  καί τις ὑπὲρ δαπέδοιο χυτῇ τετάνυστο κονίῃ,

  115 ἄκρα ποδῶν προχοῇσι κατακλύζων ποταμοῖο:

 

‹ Prev