by Nonnus
παρθενικὴ ῥοδόεσσα, τί σοι τόσον εὔαδεν ὕλη;
δῶν ἐρατῶν μελέων περιφείδεο, μηδ᾽ ἐπὶ πέτραις
ἀστορέες σέο νῶτα κατατρίψωσι χαμεῦναι.
ἔσσομαι, ἢν ἐθέλῃς, θαλαμηπόλος: ὲν δὲ μελάθρῳ
95 αὐτὸς ἐγὼ στορέσω σέο δέμνια, τοῖσι πετάσσω
δέρματα πορδαλίων πολυδαίδαλα, τοῖς ἅμα βάλλω
φρικτὰ λεοντείης πυκινότριχα νῶτα καλύπτρης
γυμνώσας ἐμὰ γυῖα: σὺ δὲ γλυκὺν ὕπνον ἰαύεις
νεβρίσι δαιδαλέῃσι καλυπτομένη Διονύσου:
100 Μυγδονίης δ᾽ ἐλάφου σκέπας ἅρμενον ὑψόθι βάλλω
γυμνώσας Σατύρους. σκυλάκων δέ σοι εἰ χρέος εἵη,
σοὶ κύνας εἰν ἑνὶ πάντας ἐμοῦ τάχα Πανὸς ἄπάσσω,
ἄξομαι ἐκ Σπάρτης ἑτέρους κύνας, οὕς ἀτιτάλλει
ἠιθέων ἐς ἔρωτας ἐμὸς Κάρνειος Ἀπόλλων,
105 καὶ κύνας ἀγρευτῆρας Ἀρισταίοιο καλέσσω:
καὶ λίνα σὺν σταλίκεσσι καὶ ἅρμενα δῶρα κομίσσω
ἐνδρομίδας Νομίοιο καὶ Ἀγρέος, ὅς πάρος ἔγνω
καὶ νομὸν εὐλείμωνα καὶ εὐκαμάτου δρόμον ἄγρης.
εἰ δὲ θερειγενέος τρομέεις φλόγα διψάδος ὥρης,
110 ἡμερίδων ὄρπηκας ὑπὲρ λέκτροιο φυτεύσω,
καί σε περιπνεύσωσι μέθης εὐώδεες αὖραι
κεκλιμένην κατὰ μέσσα πολυσταφύλοιο καλύπτρης.
παρθενικὴ περίφοιτε, ποθοβλήτοιο προσώπου
βαλλομένας Φαέθοντι τεὰς ἐλέαιρε παρειάς,
115 μὴ σέλας Ἠελίου μελέων ἀκτῖνα μαραίνῃ,
μὴ πλοκάμους μυρόεντας ἀμαλδύνωσιν ἀῆται:
εὗδε ῥόδων ἀνὰ μέσσα καὶ ὲν πετάλοις ὑακίνθου,
γείτονι σεῖο κάρηνον ἐρεισαμένη Διονύσῳ,
ἀθανάτοις πισύρεσσιν ὅπως ἕνα κῶμον ἀνάψῃς,
120 Φοίβῳ καὶ Ζεφύρῳ καὶ Κύπριδι καὶ Διονύσῳ.
ληιδίην δ᾽ ὀπάσαιμι γονὴν μελανόχροον Ἰνδῶν
παστάδος ὑμετέρης θαλαμηπόλον: ἀλλὰ τί φύτλην
κυανέην ὀνόμηνα τεῆς νυμφοστόλον εὐνῆς;
νυκτὶ μελαγχλαίνῳ πότε μίσγεται ἀργέτις Ἠώς;
125 Ἀστακὶς ὁπλοτέρη πέλες Ἄρτεμις: ἀλλὰ καὶ αὐτὸς
δμωίδας ἑξήκοντα χορίτιδας εἰς σὲ κομίσσω,
ὄφρα χορὸν νήριθμον ὀπάονα σεῖο τελέσσω,
ἀμφιπόλοις ἰσόμετρον ὀρειάδος ἰοχεαίρης,
εἴκελον Ὠκεανοῖο θυγατράσι, μή σοι ἐρίζῃ
130 Ἄρτεμις ἀγρώσσουσα, καὶ εἰ πέλε δεσπότις ἄγρης.
σοὶ Χάριτας ζαθέοιο χαρίζομαι Ὀρχομενοῖο
ἀμφιπόλους, ἐμὰ τέκνα μεταστήσας Ἀφροδίτης.
ἀλλὰ πόθῳ φρένα θέλξον ἀθελγέα, καί σε δεχέσθω
θηροσύνης μετὰ μόχθον ἐμὸν λέχος, ὄφρα φανείης
135 Ἄρτεμις ἐν σκοπέλοισι καὶ ἐν θαλάμοις Ἀφροδίτη.
τίς φθόνος, ἀγρώσσειν σε σὺν ἀγρώσσοντι Λυαίῳ;
εἰ δὲ μόθου λάχες οἶστρον, ἅτε κλυτότοξος Ἀμαζών
ἵξεαι Ἰνδῴην ἐπὶ φύλοπιν, ὅφρά κεν εἴης
πειθὼ νόσφι μόθοιο καί, ὁππότε δῆρις, Ἀθήνη.
140 δέξο καί ἣν ἐθέλῃς, ἐλαφηβόλα θύρσα Λυαίου,
νεβροφόνος δὲ γένοιο: καὶ ὑμετέρων ἀπὸ χειρῶν
ὑμετέροις τε πόνοισιν ἐμὴν κόσμησον ἀπήνην
πόρδαλιν ἠὲ λέοντας ὑποζεύξασα χαλινῷ.’
ὣς εἰπὼν ἐδίωκεν ὀρειάδα γείτονα κούρην,
145 τοῖον ἔπος βοόων: ‘μένε, παρθένε, Βάκχον ἀκοίτην.’
ἡ δὲ χολωομένη βριαρὴν ἀνενείκατο φωνὴν
παρθενική, στόμα λάβρον ἐπαιθύσσουσα Λυαίῳ:
‘ταῦτα μολὼν ἀγόρευε φιλοστόργῳ τινὶ νύμφῃ.
εἰ δύνασαι γλαυκῶπιν ἢ Ἄρτεμιν εἰς γάμον ἕλκειν,
150 καὶ βριαρὴν Νίκαιαν ἔχεις πειθήμονα νύμφην:
εἰμί γὰρ ἀμφοτέρῃσιν ὁμόστολος. εἰ δέ σε φεύγει
ἀπροϊδὴς ὑμέναιος ἀπειρώδινος Ἀθήνης,
καὶ νόον οὐ θέλξειας ἀπειθέος ἰοχεαίρης.
δέμνια Νικαίης μὴ δίζεο: μηδέ σε λεύσσω
155 ἁπτόμενον τόξοιο καὶ ἀμφαφόωντα φαρέτρην.
μὴ μετὰ βουκόλον Ὕμνον ὀλωλότα καὶ σὲ δαμάσσω.
οὐτήσω Διόνυσον ἀνούτατον: εἰ δὲ σιδήρῳ
μυῖα φέρεις ἀχάρακτα καὶ οὐκ εἴκοντα βελέμνῳ.
υἱέας ὑψιλόφους μιμήσομαι Ἰφιμεδείης,
160 καί σε σιδηρείῃσιν ἀλυκτοπέδῃσι πεδήσω
σεῖο κασιγνήτῳ πανομοίιον, ἐνδόμυχον δὲ
χαλκείοις κεράμοισι μετ᾽ Ἄρεα καὶ σὲ φυλάξω,
ἄχρις ἀναπλήσας δυοκαίδεκα κύκλα Σελήνης
ἠερίοις ἐμὸν οἶστρον ἀπορρίψειας ἀήταις.
165 χερσὶ γυναιμανέεσσιν ἐμῆς μὴ ψαῦε φαρέτρης:
τόξον ἔχω, σὺ δὲ θύρσον: ἐν Ἀστακίῃ μὲν ἐρίπνῃ
εἰς σύας ἠὲ λέοντας ἐμὸν βέλος ἐνθάδε πέμπω
Ἀρτέμιδος συνάεθλος, ὑπὲρ Λιβάνοιο δὲ πέτρης
νεβροὺς καὶ σὺ δίωκε συναγρώσσων Ἀφροδίτῃ.
170 οὐ δέχομαι σέο λέκτρα, καὶ εἰ Διὸς αἷμα κομίζεις:
εἰ δὲ θεὸν μενέαινον ἔχειν πόσιν, οὐκ ἄν ἀκοίτην
ἁβροκόμην ἀσίδηρον ἀνάλκιδα θήλἑ̣̣̓ μορφῇ
εἶχον ἐγὼ Διόνυσον, ἐμῷ δ᾽ ἐφυλάσσετο παστῷ
νυμφίος ἢ κλυτότοξος ἄναξ ἢ χάλκεος Ἄρης,
175 ὃς μὲν τόξον ἔχων, ὁ δὲ φάσγανον ῾̣̣̓δνον Ἐρώτων:
ἀλλ᾽ ἐπεὶ οὐ μακάρων τινὰ δέ
ξομαι, οὐδὲ καὶ αὐτὸν
πενθερὸν οἶστρος ἔχει με τεὸν Κρονίωνα καλέσσαι.
ἄλλην δίζεο, Βάκχε, νέην πειθήμονα νύμφην.
τί σπεύδεις; ἀκίχητον ἔχεις δρόμον, ὥς ποτε Δάφνην
180 Λητοΐδης ἐδίωκε καὶ ὣς Ἥφαιστος Ἀθήνην:
τί σπεύδεις; δρόμος οὗτος ἐτώσιος: ἐν σκοπέλοις γὰρ
ἐνδρομίδες πολὺ μᾶλλον ἀρείονές εἰσι κοθόρνων.’
ὣς φαμένη λίπε Βάκχον. ἀεὶ δ᾽ ὑπὸ φορβάδα λόχμην
παρθενικὴν μάστευεν ὀρίπλανον: ἐσσυμένῳ δὲ
185 σύνδρομος ὡμάρτησε κύων πινυτόφρονι θυμῷ
τόν ποτε θηρεύοντι φιλοσκοπέλῳ Διονύσῳ
ὤπασε δῶρον ἔχειν σκυλακοτρόφος ὑψίκερως Πάν.
καί μιν ἅτε φρονέοντα καὶ αὐδήεντα δοκεύων
σύννομον ἰσοκέλευθον ἐῶν ξυνήονα μόχθων,
190 Βάκχος ἐρωμανέων φιλίῳ προσπτύξατο μύθῳ:
‘τίπτε, κύων περίφοιτος, ὁμόδρομός ἐσσι Λυαίῳ
Πανὸς ἀεὶ ποθέοντος ἐπάξιε; τίπτε σὺ μοῦνος
παρθένον ἰχνεύοντι συνιχνεύεις Διονύσῳ;
ἦ ῥά σε σὸς ταμίης οἰκτίρμονα θῆκεν ἐρώτων;
195 παρθένον ἡμετέρην ἔτι δίζεο, μηδ᾽ ἐνὶ πέτραις
Βάκχον ἀλητεύοντα κατ᾽ οὔρεα μοῦνον ἐάσῃς.
μοῦνος ἐποικτείρεις με, καὶ ὡς βροτὸς εἰς ῥάχιν ὕλης
πλαζομένης λοφόεντα μετέρχεαι ἔνδια κούρης.
κάμνε τεῷ βασιλῆι: χάριν δέ σοι εἵνεα μόχθων
200 δώσω ἀμοιβαίην: μετὰ Σείριον ἀστέρα Μαίρης
αἰθέρος ἔνδον ἄγω σε καὶ ἀστερόεντα τελέσσω
ἄγχι Κυνὸς προτέρου, σταφυλὴν ἵνα καὶ σὺ πεπαίνῃς
βότρυος Εἰλείθυιαν ἀκοντίζων σέθεν αἴγλην.
τίς φθόνος ἀντέλλειν τρίτατον Κύνα; καὶ σὺ φαείνεις
205 σύνδρομος ἀστερόεντος ἐπειγομένοιο Λαγωοῦ.
εἰ θέμις, οἰκτείρων μὲ σαόφρονι μέμφεο κούρη.
δόχμιον ὄμμα φέρων Κυβεληίδος εἰς ῥάχιν ὕλης,
ὅττί με μαστεύοντα γυνὴ θεὸν εἰσέτι φεύγει:
μέμφεο δ᾽ ἀμφοτέροισιν, Ἀδώνιδι καὶ Κυθερείῃ,
210 φοιταλέην δὲ δίωκε δι᾽ οὔρεος ἄστατον Ἠχώ,
μὴ τελέσῃ φυγόδεμνον ἐμὴν πλέον εἰσέτι νύμφην:
μηδὲ λίπῃς σέο Πᾶνα δυσίμερον ἐγγύθι κούρης,
μή μιν ἑλὼν ζεύξειεν ἀναγκαίοις ὑμεναίοις.
παρθένον αἴ κεν ἴδῃς, ταχὺς ἔρχεο, μάρτυρι σιγῇ
215 ἢ νοεραῖς ὑλακῇσιν ἀπαγγέλλων Διονύσῳ:
ἄγγελος ἔσσο πόθοιο: κύων δέ τις ἄλλος ἀλάσθω
ἢ σύας ἠὲ λέοντας ἀπὸ σκοπέλοιο διώκων.
Πὰν φίλε, κικλήσκω σε μακάρτατον, ὅττι καὶ αὐτοὶ
σεῖο κύνες γεγάασιν ἐρευνητῆρες Ἐρώτων.
220 ἀνδρομέην, πολύμορφε Τύχη, παίζουσα γενέθλην
ἵλαθι, πανδαμάτειρα: μετὰ βροτέην τάχα φύτλην
καὶ σκυλάκων κρατέεις, ὅτι δύσμορος οὕτος ἀλήτης
θητεύει μετὰ Πᾶνα καὶ ἱμείροντι Λυαίῳ:
παρθενικῇ μέμψασθε, φίλαι δρύες: εἴπατε, πέτραι:
225 καὶ κύνες οἰκτείρουσι, καὶ οὐκ ἐλέαιρεν Ἀμαζών.’
εἰσὶ καὶ ἐν σκυλάκεσσιν ἐχέφρονες, οἷσι Κρονίων
ἀνδρομέην φρένα δῶκε καὶ οὐ βροτέην πόρε φωνήν.’
ἔννεπεν ἄγχι φυτοῖο: δι᾽ εὐπετάλου δὲ κορύμβου
φθογγῆς εἰσαΐουσα γυναιμανέος Διονύσου
230 ἀρχαίη Μελίη φιλοκέρτομον ἴαχε φωνήν:
,’ἄλλοι μέν, Διόνυσε, κυνοσσόοι ἰοχεαίρῃ
ἐνθάδε θηρεύουσι, σὺ δ᾽ ἀγρώσσεις Ἀφροδίτῃ:
ἡδὺς ὁ δειμαίνων ἁπαλόχροον ἄζυγα κούρην:
Βάκχος ὁ τολμήεις ἱκέτης πέλε λάτρις Ἐρώτων:
235 Ἰνδοφόνοις παλάμῃσιν ἀνάλκιδα λίσσετο κούρην.
σὸς γενέτης οὐκ οἶδε πόθου θελξίφρονι μύθῳ
εἰς γάμον, εἰς ὑμέναιον ἄγειν πειθήμονα κούρην:
οὐ Σεμέλην ἱκέτευεν, ἕως ἐτύχησεν ἐρώτων.
οὐ Δανάην παρέπεισεν, ἕως σύλησε κορείην:
240 Ζηνὶ συναπτομένην Ἰξίονος οἶσθα γυναῖκα
καὶ γάμιον χρεμέτισμα καὶ ἱππείους ὑμεναίους:
Ἀντιόπης ἐδάης φιλοπαίγμονα θεσμὸν Ἐρώτων
καὶ Σάτυρον γελόωντα νόθον μιμηλὸν ἀκοίτην.’
ὣς φάτο κερτομέουσα νόον δειδήμονα Βάκχου.
245 καὶ δρυὸς ἐντὸς ἵκανεν ὁμήλικος. ἐν δὲ κολώναις
ἀσχαλόων Διόνυσος ὁμάρτεε θυιάδι κούρῃ
ποσσὶν ἐρωμανέεσσι, καὶ ὠκυπέδιλος Ἀμαζὼν
ἄστατος ἄκρα κάρηνα μετήιε δύσβατα πέτρης,
ἴχνος ἐρευνητῆρος ὑποκλέπτουσα Λυαίου.
250 καὶ φλογερῷ Φαέθοντος ἱμασσομένης χρόα πυρσῷ
ἄβροχα διψαλέης τερσαίνετο χείλεα κούρης:
καί δόλον ἀγνώσσουσα γυναιμανέος Διονύσου
ξανθὸν ὕδωρ ἐνόησε φιλακρήτου ποταμοῖο,
καὶ πίεν ἡδὺ ῥέεθρον, ὅθεν πίον αἴθοπες Ἰνδοί:
255 καὶ φρένα δινηθεῖσα μέθῃ βακχεύετο κούρη,
καὶ κεφαλὴν ἐλέλιζε μετήλυδα δίζυγι παλμῷ,
καὶ διδύμην ἐδόκησεν ἰδεῖν πολυχανδέα λίμνην
ὄμματα δινεύουσα: βαρυνομένου δέ καρήνου
δέρκετο θηροβότου διπλούμενα νῶτα κολώνης:
260 καὶ τρομεροῖσι πόδεσσιν ὀλισθήσασα κονίῃ
εἰς πτερὸν αὐτοκύλιστος ἐσύρετο γείτονος Ὕπνου:
καὶ �
�αμίῳ βαρύγουνος ἐθέλγετο κώματι νύμφη.
τὴν μὲν ἰδὼν εὕδουσαν Ἔρως ἐπεδείκνυε Βάκχῳ,
ὕμνον ἐποικτείρων: νέμεσις δ᾽ ἐγέλασσεν ἰδοῦσα.
265 καὶ δολόεις Διόνυσος ἀδουπήτοισι κοθόρνοις
εἰς γάμον ἄψοφος εἷρπε ποδῶν τεχνήμονι παλμῷ.
κούρης δ᾽ ἐγγὺς ἵκανε: καὶ ἀτρέμας ἄκρον ἐρύσσας
δεσμὸν ἀσυλήτοιο φυλάκτορα λύσατο μίτρης
φειδομένῃ παλάμῃ, μὴ παρθένον ὕπνος ἐάσῃ.
270 γαῖα δὲ κηώεσσαν ἀναπτύξασα λοχείην
φυταλιὴν ὤδινε, χαριζομένη Διονύσῳ,
πολλὴν δ᾽ ἀμπελόεσσαν ἐλαφρίζουσα καλύπτρην
πλεκτὴ βοτρυόεντι κάμαξ ἐβαρύνετο καρπῷ:
καὶ λέχος ἦν πετάλοισι κατάσκιον: ἡμερίδων γὰρ
275 αὐτοφυὴς μίτρωσεν ἕλιξ εὐάμπελον εὐνήν:
καὶ πολὺς ἔνθα καὶ ἔνθα μετάρσιος οἴνοπι καρπῷ
Κυπριδίοις ἀνέμοισιν ἐσείετο βότρυς ἀλήτης,
ἀμφοτέρους δ᾽ ἐπύκαζε: σελινοφόρῳ δὲ κορύμβῳ
ἱμερόεις ἐμέθυσσεν ὁμόζυγος οἰνάδος ὄρπηξ
280 πλεκτόν ἀεξομένης ἐπιβήτορα κισσὸν ὀπώρης.
καὶ δολόεις γάμος ἦεν ὀνειρείης τύπον εὐνῆς
ὕπνον ἔχων συνάεθλον: ἐνοσφίσθη δὲ κορείης
παρθενικὴ κνώσσουσα, καὶ ἔδρακε πομπὸν Ἐρώτων
ὕπνον ὑποδρηστῆρα μεθυσφαλέων ὑμεναίων.
285 πνοιὴ δ᾽ ὑψιπόρῳ σκιρτήματι θυιάδος ὕλης
ἄστατος αὐτοβόητος ἀνέπλεκεν ὕμνον Ἐρώτων,
καὶ μέλος ἠνεμόφοιτον ὀρεσσαύλων ὑμεναίων
αἰδομένοις στομάτεσσιν ἀμείβετο παρθένος Ἠχώ,