Works of Nonnus

Home > Other > Works of Nonnus > Page 99
Works of Nonnus Page 99

by Nonnus


  μητέρα λυσιπόνοιο μέθης εὔβοτρυν ὀπώρην:

  καί μιν ἅναξ ἐδίδαξε φιλάνθεμον ἔργον ἀλωῆς

  κλήματα γυρώσαντα φυτῶν εὐαλδέι βόθρῳ,

  85 γηραλέου τμήξαντα τεθηλότος ἄκρα κορύμβου,

  βότρυος οἰνοτόκοιο νέους ὅρπηκας ἀέξειν.

  Καλλείψας δὲ νομῆα κ ὶ ἀγριάδος ῥάχιν ὕλης

  εἰς ἑτέρην ἔσπευδεν ὀρειάδα φύλοπιν Ἰνδῶν:

  καὶ Σατύρων ὁμόφοιτον ὀρίδρομον ἴχνος ἐπείγων

  90 ἀμφιπόλοις παλίνορσος ὁμίλεε θυιάσι Βάκχαις.

  διψώων δὲ φόνοιο καὶ εὐθύρσοιο κυδοιμοῦ,

  Τυρσηνῆς βαρύδουπον ἔχων σάλπιγγα θαλάσσης,

  πομπὸν Ἐνυαλίοιο μέλος μυκήσατο κόχλῳ,

  λαὸν ἀολλίζων: βριαροὺς δ᾽ ἐμέθυσσε μαχητάς,

  95 θερμοτέροις ἐς Ἄρηα νοήμασιν ἀνέρας ἕλκων

  Ἰνδῴης ὀλετῆρας ἀβακχεύτοιο γενέθλης.

  τοὺς μὲν ἄναξ Διόνυσος ἐκόσμεεν εἰς μόθον Ἰνδῶν:

  Ἀστράεις δ᾽ ἀκίχητος ἰὼν ἤγγειλεν Ὀρόντῃ

  Ἰνδῶν δοῦλα γένεθλα καὶ ἴαχε πενθάδι φωνῇ:

  100 ‘γαμβρὲ δοριθρασέος μενεδήιε Δηριαδῆος,

  κλῦθι, καὶ εἰσαΐων μὴ χώεο: καί σε διδάξω

  νίκην φαρμακόεσσαν ἀθωρήκτου Διονύσου.

  Ἰνδοῖς καὶ Σατύροισιν ἕην μόθος: ἔβρεμε δοχμὴ

  Βασσαρίδων, καὶ λαὸς ἐμὸς κεκόρυστο Λυαίῳ

  105 ἀστράπτων σακέεσσιν, ἀκοντοφόρους δὲ δοκεύων

  Λυδὸς ἀνὴρ πολύιδρις ἐμοὺς ἔφριξε μαχητάς:

  ἵστατο δ᾽ ἀπτολέμων Σατύρων πρόμος, οὐ δόρυ χάρμης

  χειρὶ φέρων, οὐ γυμνὸν ἔχων ξίφος, οὐδ᾽ ἐπὶ νευρῇ

  εἰς σκοπὸν ἰθυκέλευθον ὑπηνέμιον βέλος ἕλκων:

  110 ἀλλὰ κέρας βοὸς εἶχεν, ἐνὶ γλαφυρῇ δὲ κεραίῃ

  φάρμακον ὑγρὸν ἄειρε, καὶ ἀργυρέου ποταμοῖο

  εἰς προχοὰς δολόεσσαν ὅλην κατέχευεν ἐέρσην

  ἰκμάδι φοινίξας γλυκερὸν ῥόον: ἐκ δὲ κυδοιμοῦ

  καύματι διψώοντες, ὅσοι πίον αἴθοπες Ἰνδοί,

  115 ἔμφρονα λύσσαν ἔχοντες ἀνεκρούσαντο χορείην:

  καί σφισι λοίγιος ὕπνος ἐπέχραεν, ἀκλινέες δὲ

  ἄσχετα βακχευθέντες ἐπευνάζοντο βοείαις:

  ἄλλοι δ᾽ ἀστορέεσσι κατεκλίνοντο χαμεύναις

  νωθρὸν ἐπιτρέψαντες ἀκοιμήτῳ δέμας ὕπνῳ,

  120 Βάκχαις ἀδρανέεσσιν ἑλώρια καὶ Διονύσῳ.

  τοὺς δὲ δίχα πτολέμοιο καὶ εὐθήκτοιο σιδήρου

  δούλιον εἰς ζυγόδεσμον ἐληίσσαντο γυναῖκες

  βριθομένοις μελέεσσι, καὶ ἀντιβίων ὑπὲρ ὤμων

  ὡς νέκυες ζώοντες ἐλαφρίζοντο μαχηταί,

  125 οἱ μὲν ἔτι βλύζοντες ἐπίκλοπον ἰκμάδα Βάκχου

  ἀπτολέμοις Σατύροισιν ἐδουλώθησαν ἀνάγκῃ,

  χεύματι φαρμακόεντι μεμηνότες. ἐκ δὲ κυδοιμοῦ

  μοῦνος ἐγὼ λιπόμην, φονίης ἔτι νῆις ἐέρσης,

  χείλεσιν ἀβρέκτοισι φυγὼν ἀπατήλιον ὕδωρ.

  130 ἀλλὰ ποτὸν πεφύλαξο, δορυσσόε, μὴ μετὰ νίκην

  κερδαλέην ἀσίδηρον ἀναιμάκτοιο Λυαίου

  ζωγρήσῃ δόλος ἄλλος ἐν Ἄρεϊ λείψανον Ἰνδῶν.’

  ὣς φαμένου βαρύμηνις ἐχώσατο μᾶλλον Ὀρόντης,

  καὶ ταχὺς εἰς μόθον ἦλθε παλίνδρομος: ἡμιτελὴς γὰρ

  135 ἦεν ἀγών, ἑτέρης δὲ θεμείλια πήγνυτο χάρμης.

  ὄφρα μὲν Ἰνδὸν ὅμιλον ὀρίδρομος ὥπλισεν Ἄρης,

  τόφρα δὲ Βασσαρίδις πολυκαμπέος ὑψόθι Ταύρου

  εἰς μόθον ἠπείγοντο, συνεστρατόωντο δὲ Βάκχοι

  ὁπλοφόροι καὶ Φῆρες ἀτευχέες: οἱ μὲν ἐναύλων

  140 ῥηξάμενοι κρηπῖδας ἐκούφισαν, οἱ δὲ κολώνης

  ὑψιτενῆ πρηῶνα: καὶ ἀρχομένοιο κυδοιμοῦ

  ἔχραον ἀντιβίοισι: πολυσχιδέες δὲ χαράδραι

  Ἰνδῴοις ἑλικηδὸν ὀιστεύοντο καρήνοις.

  καὶ ποσὶ λεπταλέοισιν ἐπισκαίροντες ἐρίπνῃ

  145 Πᾶνες ἐθωρήσσοντο μεμηνότες, ὧν ὁ μὲν αὐτῶν

  μάρψας εὐπαλάμῳ βεβιημένον αὐχένα δεσμῷ

  δήιον αἰγείῃσιν ἀνέσχισεν ἀνέρα χηλαῖς,

  σὺν βριαρῷ θώρηκι μέσον κενεῶνα χαράσσων:

  ὃς δὲ τανυπτόρθων κεράων εὐκαμπέσιν αἰχμαῖς

  150 ὄρθιον ἁρπάξας τετορημένον Ἰνδὸν ἀλήτην

  μεσσοπαγῆ κούφιζεν, ἐς ἠερίας δὲ κελεύθους

  δισσαῖς ὑψιπότητον ἀνηκόντιζε κεραίαις,

  κύμβαχον αὐτοκύλιστον: ἀμαλλοφόροιο δὲ Δηοῦς

  ἄλλος ἑῇ παλάμῃ δονέων καλαμητόμον ἅρπην,

  155 ὡς στάχυν ὑσμίνης, ὡς δράγματα δηιοτῆτος,

  δυσμενέων ἤμησε γονὰς γαμψώνυχι χαλκῷ,

  τεύχων κῶμον Ἄρηι, θαλύσια καὶ Διονύσῳ,

  τέμνων ἐχθρὰ κάρηνα: καὶ ὤρεγε μάρτυρι Βάκχῳ

  καμπύλον ἀνδρομέῃ πεπαλαγμένον ἆορ ἐέρσῃ.

  160 λοιβὴν αἱματόεσσαν ἐπισπένδων Διονύσῳ

  καὶ Μοίρας ἐμέθυσσεν ἐνυάλιον πόμα λείβων:

  ἄλλου δ᾽ ἱσταμένου δεδραγμένος αἰγίβοτος Πάν,

  χερσὶν ὁμοπλεκέεσσιν ἐπ᾽ αὐχένι δεσμὸν ἑλίξας,

  δήιον εὐθώρηκα μετεστυφέλιξε κεραίῃ,

  165 δισσοτόμῳ γλωχῖνι δαϊζομένου κενεῶνος:

  ἄλλος ἐπαΐσσοντα καλαύροπι φῶτα δαΐζων

  μεσσόθεν ὀφρυόεντα διέθλασεν ἄκρα μετώπου.

  καὶ θρασὺς Ἰνδῴην στρατιὴν θάρσυνεν Ὀρό�
�της

  μῦθον ἀπειλητῆρα χέων ὑψήνορι φωνῇ:

  170 ‘δεῦτε, φίλοι, Σατύροισιν ἀναστήσωμεν Ἐνυώ:

  Ἄρεα μὴ τρομέοιτε φυγοπτολέμου Διονύσου:

  μηδέ τις ὑμείων πιέτω ξανθόχροον ὕδωρ,

  μὴ γλυκερῆς δολόεντα μεμηνότα φάρμακα πηγῆς,

  Ἰνδῶν αἰνομόρων δεδαϊγμένα χειρὶ Λυαίου

  175 μὴ μετὰ τόσσα κάρηνα καὶ ἡμέας ὕπνος ὀλέσσῃ.

  δεῦτε, πάλιν μαχόμεσθα πεποιθότες: ἀπτόλεμος δὲ

  ἀμφαδίην πότε Βάκχος ἐμὴν στήσειεν Ἐνυώ;

  εἰ δύναται, μενέτω με φυγὰς πρόμος, ὄφρα δαείη,

  οἵους Δηριάδης προμάχους ἐς Ἄρηα κορύσσει.

  180 μαρνάσθω πετάλοισιν, ἐγὼ δ᾽ αἴθωνι σιδήρῳ.

  χάλκεον ἔγχος ἔχοντι τί μοι ῥέξειε κορύμβοις

  Λυδὸς ἀκοντίζων δρυόεν βέλος; ἀλλὰ μαχητὴν

  σφιγγόμενον βαρύδεσμον ἀνάλκιδα τοῦτον ἐρύσσω

  θηλυμανῆ Διόνυσον, ὀπάονα Δηριαδῆος:

  185 οὗτος ὁ θῆλυν ἔχων ἁπαλὸν χρόα, πάντας ἐάσας

  Ἰνδοὺς τοσσατίους ἑνὶ μάρναο μοῦνον Ὀρόντῃ.

  ἡδὺς ὁ δινεύων κεχαλασμένα βόστρυχα χαίτης,

  ἡδὺς ὁ Βασσαρίδων ἐρόεις πρόμος: ἀλλὰ καὶ αὐταὶ

  κάλλεϊ τοξεύουσι καὶ οὐ βελέεσσι γυναῖκες.

  190 σὰς προπόλους Ἰνδοῖσι γυναιμανέεσσι συνάψω

  ἑλκομένας ἐπὶ λέκτρα δορικτήτων ὑμεναίων.’

  ὣς εἰπὼν προμάχοισιν ἐπέδραμε θερμὸς Ὀρόντης,

  Ἄρεος ἀμώων διφυὲς θέρος: οὐδέ τις ἔτλη

  τοσσατίου προμάχοιο μένειν ἀντίξοον ὁρμήν,

  195 οὐ θρασὺς Εὐρυμέδων πυρόεις, οὐ σύγγονος Ἄλκων:

  φεῦγε γὰρ Ἀστραῖος, Σατύρων πρόμος, οὐδέ τις αὐτῶν

  Σειληνῶν παρέμιμνεν. ἀελλήεντι δὲ ταρσῷ

  γαμβρὸς ἐριπτοίητος ἐμαίνετο Δηριαδῆος

  ἀντία Κενταύρων ἀνεμώδεα λᾶον ἀείρων,

  200 καὶ τύχεν Ὑλαίοιο: δασυστέρνου δὲ νομῆος

  ἔθλασεν ἄκρα μέτωπα βαλὼν μυλοειδέι πέτρῳ,

  καὶ σκέπας ἐστυφέλιξε χαραδρήεντι βελέμνῳ,

  ψευδαλέου μίμημα τετυγμένον ἠθάδι γύψῳ,

  ἀντίτυπον πήληκος ἀληθέος ἕρκος ὀπωπῆς:

  205 καὶ τὸ μὲν ἐν χθονὶ πῖπτε πολυσχιδές, αἴθοπι τέφρῃ

  εἴκελον, ἀργυφέη δὲ πέλεν κόνις: αὐτὰρ ὁ κάμνων

  ἔγχεϊ πετρήεντι πέδον πήχυνεν ἀγοστῷ.

  Κενταύρου δ᾽ ἑτέροιο δι᾽ εὐκεράοιο καρήνου

  ἀμφιτόμῳ βουπλῆγι τυχὼν λασίοιο μετώπου

  210 ταυρείην ἐπίκυρτον ἀπηλοίησε κεραίην:

  καὶ πολὺς εἰς χθόνα πῖπτεν, ἐπισκαίρων δὲ καρήνῳ

  ἡμιθανὴς κεκύλιστο, καὶ οὔασι τύπτε κονίην:

  καὶ δέμας ὀρθώσας πυμάτῳ βακχεύετο ταρσῷ,

  εἰλιπόδην ἀγέλαστον ἔχων ὀρχηθμὸν ὀλέθρου:

  215 καὶ κτύπον ἐσμαράγησε πέλωρ, ἅτε ταῦρος ἰάλλων

  τρηχαλέον μύκημα σεσηρότος ἀνθερεῶνος, κρᾶτα τυπείς.

  Ἑλίκην δὲ βαλὼν ἄστοργος Ἐρεμβεὺς

  στήθεϊ χαλκὸν ἔλασσε, καὶ ἄργυφον ἄντυγα μαζοῦ

  αἵματι φοινίσσοντι κατέγραφε κυανέη χείρ:

  220 τὴν δὲ κονιομένην ἑτέρῃ ξύνωσαν ἀνίῃ

  πέπλον ἀναστείλαντες ἀκοντιστῆρες ἀῆται:

  καὶ χροὸς ἔβλυε λύθρον ἐπήρατον: αἰδομένη δὲ

  δεξιτερῇ συνάγειρεν ἑὸν φεύγοντα χιτῶνα,

  γυμνὰ φυλασσομένη χιονώδεος ὄργια μηροῦ.

  225 καὶ θεὸς ἀθρήσας δηίων ἑτεραλκέα νίκην

  καὶ Σατύρους πτώσσοντας ἐπεσμαράγησε κυδοιμῷ,

  ὡς στρατὸς ἐννεάχιλος ἐριγδούπων ἀπὸ λαιμῶν

  συμφερτοῖς στομάτεσσι χέων ἀντίκτυπον ἠχώ.

  καὶ Βρομίῳ ταχύγουνος ἐμάρνατο μοῦνος Ὀρόντης,

  230 θνητὸς ἐών, βροτέῃ δὲ θεὸν προκαλίζετο φωνῇ.

  ἄμφω δ᾽ εἰς μόθον ἦλθον ὁμήλυδες, ὧν ὁ μὲν αὐτῶν

  ἔγχος ἔχων, ὁ δὲ θύρσον ἀκαχμένον. ἄκρα δὲ Βάκχου

  κρατὸς ἀνουτήτοιο βαλὼν ὑπέροπλος Ὀρόντης

  θηγαλέην Βρομίοιο μάτην ἤρασσε κεραίην:

  235 οὐ γὰρ ἄναξ Διόνυσος ἀδηλήτοιο καρήνου

  ταυροφυῆ τύπον εἶχε Σεληναίοιο μετώπου

  τεμνόμενον βουπλῆγος ἀλοιητῆρι σιδήρῳ,

  ὡς κερόεις Ἀχελῷος ἀείδεται, οὖ ποτε κόψας

  Ἡρακλέης κέρας εἷλε γαμοστόλος: ἀλλὰ Λυαῖος

  240 οὐράνιον μίμημα βοώπιδος εἶχε Σελήνης,

  δαιμονίης ἄρρηκτον ἔχων βλάστημα κεραίης,

  ἀντιβίοις ἀτίνακτον: ὁ δὲ θρασὺς ἀντία Βάκχου

  ἠερίῃ βαρύδουπος ὁμοίιος Ἰνδὸς ἀέλλῃ

  δεύτερον ἠκόντιζεν, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ

  245 νεβρίδος ἁψαμένη μολίβου τύπον. ἀντιτύπου δὲ

  πέμπων οἴνοπα θύρσον ἐπὶ πλατὺν ὦμον Ὀρόντου

  Βάκχος ἑκὼν ἀφάμαρτεν: ἐπεγγελόων δὲ Λυαίου

  ἔγχεϊ κισσήεντι θεημάχος εἶπεν Ὀρόντης:

  ‘οὗτος ὁ θῆλυν ὅμιλον ἐμαῖς στρατιῇσι κορύσσων,

  250 εἰ δύνασαι, πολέμιζε γυναικείῳ σέο θύρσῳ,

  εἰ δύνασαι, προμάχιζε: καί, εἰ μερόπων φρένα τέρπεις

  πανδαμάτωρ, ἕνα μοῦνον ἀθελγέα θέλξον Ὀρόντην.

  ἵστασο δηριόων, καὶ γνώσεαι, οἷον ἀέξει

  ὄρχαμον ἀλκήεντα γέρων ἐμὸς Ἰνδός Ὑδάσπης.

  255 οὐ Φρυγίης γενόμην, ὅθεν ἄρσενές
εἰσι γυναῖκες,

  ἄσπορον ἀμήσαντες ἀνυμφεύτου στάχυν ἥβης:

  οὐ θεράπων ἀσίδηρος ἀνάλκιδός εἰμι Λυαίου.

  φάρμακα σοὺς προμάχους οὐ ῥύσεται: ὑμετέρας δὲ

  θυιάδας ἀμφιπόλους ληίσσομαι, ἐκ δὲ κυδοιμοῦ

  260 Σειληνοὺς θεράποντας ἐμῷ βασιλῆι κομίσσω,

  σοὺς Σατύρους πτώσσοντας ἐμῷ δορὶ πάντας ὀλέσσω.’

  εἶπεν ὁμοκλήσας στρατιῆς πρόμος: εἰσαΐων δὲ

  Βάκχος ἄναξ κεχόλωτο, καὶ ἀμπελόεντι κορύμβῳ

  τύψε κατὰ στέρνου πεφιδημένος: οὐτιδανῷ δὲ

  265 ἄνθεϊ βοτρυόεντι τυπεὶς ἐσχίζετο θώρηξ:

  οὐδὲ καλυπτομένου χροὸς ἥψατο Βακχιὰς αἰχμή,

  οὐ δέμας ἄκρον ἄμυξε: σιδηρείου δὲ χιτῶνος

  ῥηγνυμένου βαρύδουπος ἐχάζετο γυμνὸς Ὀρόντης:

  ἠῴην δ᾽ ἐπὶ πέζαν ἑὰς ἐτίταινεν ὀπωπὰς

  270 ἀντιπόρῳ Φαέθοντι καὶ ὑστατίην φάτο φωνήν:

  ‘ἠέλιε, φλογεροῖο δι᾽ ἅρματος αἰθέρα τέμτων.

  γείτονα Καυκασίην ὑπὲρ αὔλακα φέγγος ἰάλλων

  στῆσον ἐμοὶ σέο δίφρα, καὶ ἔννεπε Δηριαδῆι

  Ἰνδῶν δοῦλα γένεθλα καὶ αὐτοδάικτον Ὀρόντην

  275 καὶ θύρσους ὀλίγους ῥηξήνορας, εἰπὲ καὶ αὐτοῦ

  νίκην φαρμακόεσσαν ἀπειρομόθου Διονύσου.

  καὶ ῥόον οἰνωθέντα νοοσφαλέος ποταμοῖο:

  εἰπὲ δὲ, πῶς ἀκάμαντα σιδηροφόρων στρατὸν Ἰνδῶν

  λεπταλέοις πετάλοισι διασχίζουσι γυναῖκες.

  280 εἰ δὲ τεῆς Κλυμένης μιμνήσκεαι εἰσέτι λέκτρων,

  ῥύεο Δηριαδῆα, τεῆς βλάστημα γενέθλης,

  Ἀστρίδος αἷμα φέροντα φατιζομένης σέο κούρης.

 

‹ Prev