Works of Nonnus

Home > Other > Works of Nonnus > Page 101
Works of Nonnus Page 101

by Nonnus


  85 καὶ πυλεὼν περίμετρος ἐυγλύπτῳ τινὶ δούρῳ

  λεπτοφυῆ τύπον εἶχε νεοπρίστων ἐλεφάντων.

  τοῖα γέρων σκηπτοῦχος ἐδείκνυε μάρτυρι Βάκχῳ:

  καὶ μόγις ἴχνος ἔκαμψεν ἔσω θεοδέγμονος αὐλῆς

  χειρὸς ἔχων Διόνυσον: ὁ δὲ βραδυπειθέι ταρσῷ

  90 πλαζομένην ἑλικηδὸν ἑὴν ἐτίταινεν ὀπωπήν:

  καὶ θεὸς ἀστερόεσσαν ἐθάμβεεν ἤνοπι κόσμῳ

  ξεινοδόκου βασιλῆος ἰδὼν χρυσήλατον αὐλήν.

  ἀμφιπόλους δ᾽ οἴστρησεν ἄναξ καὶ δμῶας ἐπείγων,

  ταύρων ζατρεφέων ἀγέλην καὶ πώεα μήλων

  95 δαιτρεύειν Σατύροισι βοοκραίρου Διονύσου.

  καὶ Σταφύλου σπεύδοντος ἔην ταχυεργὸς ἀπειλὴ

  δμωσὶν ἀμοιβαίοισιν: ἐπερρώοντο δὲ πολλοὶ

  εἰλαπίνης δρηστῆρες: ἐδαιτρεύοντο δὲ ταῦροι

  καὶ νομάδων ὀίων λιπαραὶ στίχες. ἦν δὲ χορείη:

  100 καὶ δόμον εὐφόρμιγγα θυώδεες ἔπνεον αὖραι,

  εὐόδμου δέ πόληος ἀνεκνίσσωσαν ἀγυιάς:

  ἀμφιλαφεῖς δ᾽ ἐμέθυσσαν ὅλον δόμον ἰκμάδες οἴνου.

  κύμβαλα δ᾽ ἐπλατάγησε, παρ᾽ εὐκελάδῳ δὲ τραπέζῃ

  Πανιάδες σύριγγες ἐβόμβεον, ἔβρεμον αὐλοὶ

  105 συμπλεκέες, καὶ κύκλος ἐριγδούποιο βοείης

  διχθαδίοις πατάγοισιν ἐπεσμαράγησε μελάθρῳ,

  καὶ κτύπος ἦν κροτάλων ἐπιδόρπιος. ὲν δ᾽ ἄπα μέσσῳ

  οἰνοβαρὴς τρομεροῖο φέρων ποδὸς ἄστατον ὁρμὴν

  ἤιεν ἔνθα καὶ ἔνθα Μάρων, δεδονημένος οἴστρῳ,

  110 ὄρθιον ἐκ δαπέδοιο παλίσσυτον ἴχνος ἑλίσσων,

  χεῖρας ἑὰς διδύμων Σατύρων ὑπὲρ ὦμον ἐρείσας

  μεσσοφανής: ἑτέρου δὲ ποδὸς κουφίζετο παλμῷ

  ἀλλοτρίῳ, ξανθωπὸν ἔχων χρόα, μεσσόθι, πέμπων

  πορφυρέας ἀκτῖνας ὅλῳ στίλβοντι προσώπῳ,

  115 ἀντίτυπον μίμημα Σεληναίῃσι κεραίαις,

  λαιῇ μὲν νεόδαρτον ἐθήμονος ἔγκυον οἴνου

  αὐχενίῳ ζωστῆρι περίπλοκον ἀσκὸν ἀείρων,

  δεξιτερῇ δὲ κύπελλον: ἐκυκλώσαντο δὲ Βάκχαι

  γηραλέον σκαίροντα ποδῶν ἑτεραλκέι ταρσῷ,

  120 οἷα πεσεῖν μέλλοντα τινασσομένοιο καρήνου,

  οὔ ποτε πεπτηῶτα. μεθυσφαλέες δὲ καὶ αὐτοὶ

  ἀμφίπολοι καὶ δμῶες ἐβακχεύοντο χορείῃ,

  γευσάμενοι πρώτιστον ἀήθεος ἡδέος οἴνου.

  καὶ Σταφύλου βασιλῆος ἀριστώδινα γυναῖκα

  125 Βακχιὰς ἀμπελόεσσα Μέθην ἐμέθυσεν ἐέρση:

  ἡ δὲ καρηβαρέουσα πιεῖν πάλιν ᾔτεε Βάκχας,

  οἰνοδόκον κρητῆρα περισκαίρουσα Λυαίου:

  καὶ κεφαλὴν ἐλέλιζε μετήλυδα δίζυγι παλμῷ,

  ὤμῳ ἐπικλίνουσα κόμην ἑτεραλκέι ῥιπῇ

  130 ἄστατος, ἔνθα καὶ ἔνθα παλίντροπος: ἀμφὶ δὲ γαίῃ

  πυκνὰ πεσεῖν μέλλουσαν ὀλισθηροῖσι πεδίλοις

  θυιάδα χερσὶ λαβοῦσα Μέθην ὠρθώσατο Βάκχη.

  καὶ Στάφυλος μεμέθυστο: φιλακρήτῳ δὲ κυπέλλῳ

  βότρυος οἰνωθέντος ἐφοινίσσοντο παρειαί:

  135 καὶ πάις ἀρτιγένειος ἅμα Σταφύλῳ γενετῆρι

  ἀπλεκέας πλοκαμῖδας ἀήθεϊ δήσατο κισσῷ

  μιτρώσας στεφανηδόν: ἐπ᾽ ἴχνεσι δ᾽ ἴχνος ἀμείβων

  ποσσὶν ὁμοζήλοισιν ἕλιξ ὠρχήσατο Βότρυς,

  δεξιὸν ἐκ λαιοῖο μετήλυδα ταρσὸν ἑλίσσων:

  140 καὶ Στάφυλος σκίρτησε ποδῶν βητάρμονι παλμῷ,

  καμπύλον ἴχνος ἄγων τροχαλῷ κυκλούμενον ὁλκῷ,

  βότρυος ὀρχηστῆρος ἐπ᾽ αὐχένι πῆχυν ἐρείσας:

  καὶ ποτὸν εὐφήμησε χοροπλεκέος Διονύσου

  ἄστατος, ἔνθα καὶ ἔνθα καθειμένα βόστρυχα σείων

  145 ὤμῳ ἐπαΐσσοντα: μέθη δ᾽ ἐχόρευε καὶ αὐτή.

  πῆχυν ἐπικλίνουσα καὶ υἱέι καί παρακοίτῃ.

  μεσσατίη Σταφύλου καὶ Βότρυος: ἧ δὲ νοῆσαι

  τερπωλὴν τριέλικτον ὁμοπλέκτοιο χορείης.

  καὶ Πίθος ὠμογέρων, πολιὴν ἀνέμοισι τινάσσων,

  150 χεύματος ἡδυπότοιο βεβυσμένος ἄχρις ὀδόντων

  οἰνοβαρὴς ἐχόρευε, μεθυσφαλὲς ἴχνος ἑλίσσων:

  καὶ γλυκεραῖς λιβάδεσσιν ἐρευγομένων ἀπὸ λαιμῶν

  ξανθὴν ἀφριόωσαν ἑὴν λεύκαινεν ὑπήνην.

  καὶ πίον εἰς ὅλον ἦμαρ: ἀφυσσομένων δὲ κυπέλλων

  155 ἑσπερίην χθόνα πᾶσαν ὑπόσκιος ἔσκεπεν ὄρφνη

  ἀκροκελαινιόωσα, καὶ αἰόλα φέγγεϊ λεπτῷ

  ἄστρα καταυγάζων ἐμελαίνετο δίχροος ἀήρ,

  δυομένου Φαέθοντος ὑπὸ σκιοειδέι κώνῳ,

  βαιὸν ὀπισθοκέλευθον ἔχων ἔτι λείψανον Ἠοῦς:

  160 καὶ ζόφον ἐχλαίνωσεν ἑῷ χροῒ σιγαλέη νὺξ

  οὐρανὸν ἀστερόεντι διαγράψασα χιτῶνι.

  οἱ δὲ μετὰ κρητῆρα μέθης, μετὰ δεῖπνα τραπέζης

  βότρυς ὁμοῦ γενετῆρι καὶ οἰνοχύτῳ Διονύσῳ

  κεκριμένοι στοιχηδὸν ἐυστρώτων ἐπὶ λέκτρων

  165 ὕπνου δῶρον ἕλοντο καὶ ὡμίλησαν ὀνείροις.

  ἀλλ᾽ ὅτε δὴ ῥοδέοις ἀμαρύγμασιν ἅγγελος Ἠοῦς

  ἀκροφαὴς ἐχάραξε λιπόσκιον ὄρθρος ὀμίχλην,

  εὐχαίτης τότε Βάκχος ἑώιος ἄνθορεν εὐνῆς,

  ἐλπίδι νικαίῃ δεδονημένος: ἐννύχιος γὰρ

  170 Ἰνδῴην ἐδάιζε γονὴν κισσώδεϊ θύρσῳ,

  ὑπναλέης μεθέπ
ων ἀπατήλιον εἰκόνα χάρμης.

  καὶ κτύπον εἰσαΐων Σατύρων καὶ δοῦπον ἀκόντων

  φλοῖσβον ὀνειρείης ἀπεσείσατο δηιοτῆτος,

  ὕπνον ἀποσκεδάσας πολεμήιον: εἶχε δὲ θυμῷ

  175 μαντιπόλου φόβον αἰνὸν ἀπειλητῆρος ὀνείρου:

  μιμηλῆς γὰρ ὄπωπε μάχης ἴνδαλμα Λυκούργου

  ἐσσομένων προκέλευθον, ὅτι θρασὺς ἔνδοθι λόχμης

  δύσμαχος ἐκ σκοπέλοιο λέων λυσσώδεϊ λαιμῷ

  Βάκχον ἔτι σκαίροντα καὶ οὐ ψαύοντα σιδήρου

  180 εἰς φόβον ἐπτοίησε, καὶ ἤλασεν ἄχρι θαλάσσης

  κρυπτόμενον πελάγεσσι, πεφυζότα θηρὸς ἀπειλήν:

  καὶ φόβον ἄλλον ὄπωπε, λέων θρασὺς ὅττι γυναῖκας

  θυρσοφόρους ἐδίωκε, κεχηνότος ἀνθερεῶνος,

  αἱμάσσων ὀνύχεσσι, χαρασσομένων δὲ γυναικῶν

  185 μύστιδος ὲκ παλάμης ἐκυλίνδετο θύσθλα κονίῃ,

  κύμβαλα δ᾽ ὲν χθονὶ κεῖτο: μεταστρεφθεῖσα δὲ Βάκχη

  δεσμὰ λεοντείοισιν ἐπεσφήκωσε γενείοις

  σειρὴν ἀμπελόεσσαν ἐπισφίγξασα καρήνῳ,

  ἀγχονίῳ δὲ λέοντος ἐπέπλεκεν αὐχένα δεσμῷ:

  190 θηρὶ δὲ θῆλυς ὅμιλος ἐπέδραμεν ἄλλος ἐπ᾽ ἄλλῳ,

  καὶ βλοσυροὺς ἐχάραξε πόδας καὶ χεῖρας ἀκάνθαις:

  καὶ μόγις εἱλικόεντι περιζωσθέντα κορύμβῳ

  Ἄρτεμις ἐζώγρησεν: ἀπ᾽ αἰθερίοιο δὲ κόλπου

  ἀστεροπὴ πυρόεσσα καταΐξασα προσώπου

  195 θῆρα παλινδίνητον ἐθήκατο τυφλὸν ὁδίτην.

  τοῖον ὄναρ Διόνυσος ἐσέδρακεν: ἐκ λεχέων δὲ

  ὀρθὸς ἐὼν ἔνδυνε φόνῳ πεπαλαγμένον Ἰνδῶν

  χάλκεον ἀστερόεντα κατὰ στέρνοιο χιτῶνα,

  καὶ σκολιῷ μίτρωσε κόμην ὀφιώδεϊ δεσμῷ,

  200 καὶ πόδας ἐσφήκωσεν ἐρευθιόωντι κοθόρνῳ,

  χειρὶ δὲ θύρσον ἄειρε, φιλάνθεμον ἔγχος Ἐνυοῦς:

  καὶ Σάτυρον κίκλησκεν ὀπάονα. θεσπεσίην δὲ

  Βακχείων στομάτων ἀίων ἀντίκτυπον ἠχὼ

  κοίρανος ἔγρετο Βότρυς, ἑὸν δ᾽ ἔνδυνε χιτῶνα:

  205 καὶ Πίον ὑπνώοντα ... μέθη δ᾽ ὡς ἔκλυε φωνῆς,

  κρᾶτα μόγις κούφιζε, βαρυνομένου δὲ καρήνου

  ὀκναλέη πάλιν εὗδε: καὶ ὄρθριον εἰσέτι νύμφη

  μίμνεν ἀμεργομένη γλυκερώτερον ὕπνον ὀπωπαῖς,

  ὀψὲ λέκτρον ἔλειπεν ἑῷ βραδυπειθέι ταρσῷ.

  210 καὶ Στάφυλος φιλόβοτρυς ἐφωμάρτησε Λυαίῳ

  εἰς ὁδὸν ἐσσυμένῳ ξεινήια δῶρα τιταίνων,

  χρύσεον ἀμφιφορῆα σὺν ἀργυρέοισι κυπέλλοις,

  οἷς πάρος αἰὲν ἔπινεν ἀμελγομένων γλάγος αἰγῶν:

  καὶ πόρε ποικίλα πέπλα, τά περ παρὰ Τίγριδος ὕδωρ

  215 νήματι λεπταλέῳ τεχνήσατο Περσὶς Ἀράχνη.

  καὶ Βρομίῳ πολύδωρος ἅναξ ἐφθέγξατο φωνήν:

  ‘

  μάρναό μοι, Διόνυσε, καὶ ἄξια ῥέζε τοκῆος:

  δεῖξον, ὅτι Κρονίδαο φέρεις γένος: ἀρτιθαλὴς γὰρ

  γηγενέας Τιτῆνας ἀπεστυφέλιξεν Ὀλύμπου

  220 σὸς γενέτης ἔτι κοῦρος: ἐπείγεο καὶ σὺ κυδοιμῷ

  γηγενέων ὑπέροπλον ἀιστῶσαι γένος Ἰνδῶν.

  μέμνημαί τινα μῦθον, ὃν ἡμετέρῳ γενετῆρι

  Ἀσσύριός ποτε Βῆλος, ἐμῆς πολιοῦχος ἀρούρης,

  πατροπάτωρ ἐμὸς εἶπεν, ἐγὼ δέ σοι αὐτὸς ἐνίψω:

  κουφίζων Κρόνος ὑγρὸς ἀμερσιγάμου γένυν ἅρπης,

  225 ὁππότε μητρῴῃσιν ἐπεσσυμένοιο χαμεύναις

  τάμνεν ἀνυμφεύτων στάχυν ἄρσενα πατρὸς ἀρότρων.

  Τιτήνων προκέλευθος, ἐμάρνατο σεῖο τοκῆι,

  καὶ Κρόνος εὐρυγένειος ἀνερρίπιζεν Ἐνυὼ

  230 ἔγχεα παχνήεντα κατὰ Κρονίωνος ἰάλλων,

  ψυχρὸν ἀκοντίζων διερὸν βέλος: ὀξυτενεῖς δὲ

  ἠερόθεν πέμποντο χαλαζήεντες ὀιστοί.

  καὶ πλέον Ἠελίοιο κορύσσετο πυρσοφόρος Ζεὺς

  θερμοτέρῳ σπινθῆρι λύων πετρούμενον ὕδωρ

  235 ὠμοβόρους δὲ λέοντας ἐπὶ κλόνον Ἰνδὸν ἱμάσσων,

  μὴ τρομέοις ἐλέφαντας, ἐπεὶ τεὸς ὑψιμέδων Ζεὺς

  Κάμπην ὑψικάρηνον ἀπηλοίησε κεραυνῷ,

  ἧς σκολιὸν πολύμορφον ὅλον δέμας: ἀλλοφυῆ γὰρ

  λοξὴν αὐτοέλικτον ἀνερρίπιζον Ἐνυὼ

  240 χίλιοι ἑρπηστῆρες ἐχιδναίων ἀπὸ ταρσῶν

  ἰὸν ἐρευγομένων δολιχόσκιον: ἀμφὶ δὲ δειρὴν

  ἤνθεε πεντήκοντα καρήατα ποικίλα θηρῶν:

  καὶ τὰ μὲν ἐβρυχᾶτο λεοντείοισι καρήνοις

  Σφιγγὸς ἀσημάντοιο τύπῳ βλοσυροῖο προσώπου,

  245 ἄλλα δὲ καπρείων ἀνεκήκιεν ἀφρὸν ὀδόντων,

  συμφερτῇ δὲ φάλαγγι πολυσκυλάκων κεφαλάων

  Σκύλλης ἰσοτέλεστον ἔην μίμημα προσώπου:

  καὶ χροῒ μεσσατίῳ διφυὴς ἀνεφαίνετο νύμφη

  ἰοβόλοις κομόωσα δρακοντείοισι κορύμβοις:

  250 τῆς μὲν ἐπὶ στέρνοισιν ἐς ἀκροτάτην πτύχα μηρῶν

  κητείαις φολίδεσσι νόθη τρηχύνετο μορφὴ

  ὑψιτενής: ὄνυχες δὲ πολυσπερέων παλαμάων

  λοξὸν ἐδοχμώσαντο τύπον γαμψώνυχος ἅρπης:

  ἐξ ὑπάτου δὲ τένοντος ἀμαιμακέτων διὰ νώτων

  255 σκορπίος αὐτοέλικτος ἐπήορος αὐχένος οὐρῇ

  εἷρπε χαλαζήεντι τεθηγμένος ὀξέι κέντρῳ.

  τοίη ποικιλόμορφος ἕλιξ κουφίζετο Κάμπη,
<
br />   καὶ χθόνα δινεύουσα καὶ ἠέρα καὶ βυθὸν ἅλμης

  ἵπτατο κυανέων πτερύγων ἑτερόζυγι παλμῷ,

  260 λαίλαπας αἰθύσσουσα καὶ ὁπλίζουσα θυέλλας,

  νύμφη Ταρταρίη μελανόπτερος: ἐκ βλεφάρων δὲ

  τηλεπόρους σπινθῆρας ἀνήρυγε φοιταλέη φλόξ.

  ἀλλὰ τόσην κτάνε θῆρα πατὴρ τεὸς αἰθέριος Ζεύς,

  καὶ Κρονίην νίκησεν ἐχιδνήεσσαν Ἐνυώ.

  265 γίνεο καὶ σὺ τοκῆι πανείκελος, ὄφρα καὶ αὐτὸν

  γηγενέων ὀλετῆρα μετὰ Κρονίδην σὲ καλέσσω,

  δήιον ἀμήσαντα χαμαιγενέων στάχυν Ἰνδῶν.

  σοὶ μόθος οὗτος ἔοικεν ὁμοίιος: ἀρχέγονον γὰρ

  σὸς γενέτης Κρονίοιο προασπιστῆρα κυδοιμοῦ

  270 ἠλιβάτοις μελέεσσι κεκασμένον υἱὸν ἀρούρης

  Ἰνδὸν ἀπεπρήνιξεν, ὅθεν γένος ἔλλαχον Ἰνδοι:

  Ἰνδῷ σὸς γενέτης, σὺ δὲ μάρναο Δηριαδῆι.

  γίνεό μοι καὶ Ἄρηι πανείκελος, ὅττι καὶ αὐτὸς

  τηλίκον ἐπρήνιξε θεημάχον υἱὸν Ἐχίδνης,

  275 φρικτὸν ἀποπτύοντα δυσειδέος ἰὸν Ἐχίδνης,

  ὃς λάχε διπλόον εἶδος ὁμόζυγον, ἔνδοθι λόχμης

  μητρῴης δονέων ἑλικώδεα κύκλον ἀκάνθης:

  τὸν Κρόνος ἄπλετον εἶχε καταιχμάζοντα κεραυνοῦ,

  Αρεα συρίζοντα ποδῶν ὀφιώδεϊ ταρσῷ,

  280 ὁππότε κουφίζων παλάμας ὑπὲρ ἄντυγα μαζοῦ

  Ζηνὶ τεῷ πολέμιζεν, ἐν ἠερίῃ δὲ κελεύθῳ

  στοιχάδας ὑψιλόφῳ νεφέλας ἔστησε καρήνῳ,

  καὶ σκολιαῖς ὄρνιθας ἐπιπλαγχθέντας ἐθείραις

  πολλάκι συμμάρψας πολυχανδέι δαίνυτο λαιμῷ:

 

‹ Prev