Works of Nonnus

Home > Other > Works of Nonnus > Page 106
Works of Nonnus Page 106

by Nonnus


  τέτρατος ἦν Λυκόοργος ὁ τηλίκος: ὑψιμέδων δὲ

  365 πολλάκι σὸς γενέτης πρόμος αἰθέρος εἴκαθεν Ἥρῃ.

  σοὶ πλέον ἔσσεται εὖχος, ὅταν μακάρων τις ἐνίψῃ,

  ὅττι Διὸς μεγάλοιο δάμαρ καὶ σύγγονος Ἥρη

  χεῖρας ἑὰς θώρηξεν ἀθωρήκτῳ Διονύσῳ.’

  τοῖα παρηγορέων Βρομίῳ μυθήσατο Νηρεύς.

  370 καὶ χαροποῖς ῥοθίοισι καλυπτομένου Διονύσου

  ἀσχαλόων Λυκόοργος ἐς ὕδατα: ῥῆξεν ἰωήν:

  ‘αἴθε πατήρ με δίδαξε μετὰ κλόνον ἔργα θαλάσσης,

  ὥς κεν ἀεθλεύσαιμι καὶ ἰχθυβόλων ἐς ἀγῶνα

  ἀγρεύσας Διόνυσον, ὑποβρυχίων δ ἀπὸ κόλπων

  375 Λυδὸν ἐμὸν θεράποντα τὸ δεύτερον εἰς χθόνα σύρω.

  ἀλλ᾽, ἐπεὶ οὐ μάθον ἔργα θαλασσοπόρων ἁλιήων

  καὶ βυθίης οὐκ οἶδα δολορραφέος δόλον ἄγρης,

  Λευκοθέης ἔχε δῶμα βαθύρροον, εἰσόκε πόντου

  καὶ σὲ καὶ ὃν καλέουσι μεταστήσω Μελικέρτην,

  380 σύγγονον αἷμα φέροντα: καὶ οὐ χρέος ἐστὶ σιδήρου,

  οὐ χθονίου βουπλῆγος ἀφειδέος, ἀλλὰ χατίζω

  ἰχθυβόλων, ἵνα δύντες Ἐρυθραίης βυθὸν ἅλμης

  ἐνδόμυχον Διόνυσον ἀφαρπάζωσι θαλάσσης:

  ἰχθυβόλοι, Νηρῆος ἐρευνητῆρες ἐναύλων,

  385 δίκτυα μὴ νεπόδεσσιν ἐφαπλώσητε θαλάσσης,

  ἀλλὰ λίνοις Διόνυσον ἐρύσσατε: Λευκοθέη δὲ

  εἰς χθόνα νοστήσειε συναγρευθεῖσα Λυαίῳ,

  καὶ θρασύς εἰς ἐμόν οἶκον ὁμαρτήσειε Παλαίμων

  ἀβρέκτοις μελέεσσιν ὑποδρήσσων Λυκοόργῳ,

  390 ὄφρα λιπὼν Ἐφύρειον ἁλιτρεφέων δρόμον ἵππων

  δίφρον ἐμὸν ζεύξειεν ἐπιχθονίῃ παρὰ φάτνῃ,

  αὐτός ὁμοῦ καὶ Βάκχος ὀπάονες: εἷς δόμος ἔστω,

  εἷς δόμος ἀμφοτέροισι, Παλαίμονι καὶ Διονύσῳ.’

  ὣς εἰπὼν κεχόλωτο, καὶ ἠπείλησε θαλάσσῃ

  395 καὶ πολιῷ Νηρῆι, καὶ ἤθελε πόντον ἱμάσσειν.

  Ζεύς δὲ πατὴρ ἰάχησεν ἀμαιμακέτῳ Λυκοόργῳ:

  ‘ἀφραίνεις, Λυκόοργε, μάτην ἀνέμοισιν ἐρίζων:

  χάζεο σοῖσι πόδεσσιν, ἕως ὁρόωσιν ὀπωπαί.

  ἔκλυες, ὡς τὸ πάροιθεν ὀρεσσιχύτῳ παρὰ πηγῇ

  400 γυμνὴ Τειρεσίας θηήσατο μοῦνον Ἀθήνην,

  οὐ δόρυ θοῦρον ἄειρε καὶ οὐ πολέμιζε θεαίνῃ.

  ἔμπης μοῦνον ὄπωπε καὶ ὤλεσε φέγγος ὀπωπῆς.’

  τοῖον ἔπος κατέλεξε δι᾽ ἠέρος ὑψιμέδων Ζεὺς

  δυσσεβίην ὑπέροπλον ὀπιπεύων Λυκοόργου.

  BOOK 21

  εἰκοστὸν πρώτιστον ἔχει χόλον ἐννοσιγαίου

  καὶ μόθον Ἀμβροσίης ῥηξήνορα καὶ λόχον Ἰνδῶν.

  οὐδὲ Δρυαντιάδης προτέρης ἐπελήσατο χάρμης:

  ἀλλὰ λαβὼν βουπλῆγα τὸ δεύτερον ἔνδοθι λόχμης ...

  ἔθνεα Βασσαρίδων διζήμενος. ἀμβροσίῃ δὲ

  δῶκε μένος καὶ θάρσος ἀρειμανές οὐράνιος Ζεύς,

  5 ἣ τότε βακχευθεῖσα κατάσχετος οἴδματι λύσσης

  μάρμαρον ἠέρταζε, καταιχμάζουσα Λυκούργου,

  καὶ βριαρήν τρυφάλειαν ἀπεστυφέλιξε κομάων.

  αὐτὰρ ὁ θαρσήεις ἐπεμάρνατο μείζονι πέτρῳ

  τρηχαλέῳ, καὶ στέρνα βοώπιδος ἤλασε Νύμφης:

  10 οὐδέ μιν ἐπρήνιξε, χόλῳ δ᾽ ἀνενείκατο φωνήν:

  ‘Ἆρες, ἄναξ πολέμοιο, πάτερ κρατεροῖο Λυκούργου,

  αἰδόμενος σκοπίαζε τεὸν γόνον ἀντὶ Λυαίου

  οὐτιδανήν ἀσίδηρον ὀιστεύοντα γυναῖκα.

  πόντος ἐμόν βουπλῆγα βιάζεται: ἐν ῥοθίοις γὰρ

  15 κρύπτετο μὲν Διόνυσος, ἐγὼ δ᾽ ἄπρηκτος ὁδεύων

  ἵξομαι εἰς ἐμὸν ἄστυ, πόνον δ᾽ ἀτέλεστον ἀνήσω.’

  ἔννεπεν: ἀμβροσίην δὲ μέσην γυιαλκέι δεσμῷ

  χειρὶ λαβὼν ἐπίεζε: καὶ ἤθελε δεσμὰ καθάψαι,

  οἷα δορικτήτην μετανάστιον εἰς δόμον ἕλκων,

  20 παιδοκόμον Βρομίοιο φέρων θιασώδεα Νύμφην,

  ἀμφιτόμῳ βουπλῆγι μετάφρενα δούλια νύσσων.

  οὐ δέ μιν ἱσταμένην ἀνεσείρασεν, οὐδέ ἑ λύθρῳ

  ἀρτιχύτῳ φοίνιξεν ἀρασσομένοιο καρήνου:

  ἀλλά φύγε θρασὺν ἄνδρα καὶ εὔξατο μητέρι Γαίῃ

  25 ἀμβροσίη κροκόπεπλος, ὅπως Λυκόοργον ἀλύξῃ.

  γαῖα δὲ καρποτόκεια πετασσαμένη κενεῶνα

  ἀμφίπολον Βρομίοιο φιλήτορι δέξατο κόλπῳ

  ἀμβροσίην ζώουσαν: ἀιστωθεῖσα δὲ Νύμφη

  εἰς φυτόν εἶδος ἄμειψε καὶ ἀμπελόεις πέλεν ὄρπηξ:

  30 σειρὴν δ᾽ αὐτοέλικτον ἐπιπλέξασα Λυκούργου

  ἀγχονίῳ σφήκωσεν ὁμόζυγον αὐχένα δεσμῷ,

  μαρναμένη μετά θύρσον ἀπειλητῆρι κορύμβῳ.

  καὶ φυτόν αὐδῆεν ζαμενὴς ποιήσατο Ῥείη

  ἡμερίδων βασιλῆι χαριζομένη Διονύσῳ:

  35 ἀμβροσίη δ᾽ ὀλόλυξε καὶ ἔμπνοον ἴαχε φωνήν:

  ‘οὐδέ, φυτόν περ ἐοῦσα, τεήν ποτε δῆριν ἀλύξω,

  σὸν δέμας οὐτήσω καὶ ὲν ἔρνεσιν, ἀντὶ δὲ σειρῆς

  χαλκείης ἀλύτοις σε περισφίγξαιμι πετήλοις:

  εἰς σὲ καὶ ἀμπελόεσσα κορύσσομαι, ὄφρά τις εἴπῃ:

  40 ‘Βασσαρίδες κτείνουσι καὶ ἐν πετάλοισι φονῆας.’

  φυταλιὰς πεφύλαξο μαχήμονας: ἀντιβίους γὰρ

  ἡμερίδες βάλλουσι καὶ αἰχμάζουσιν ὀπῶραι.

  σοὶ μαχόμην ζώουσα καὶ ὀλλυμένη
σε δαμάσσω:

  οὕτω ἀριστεύουσι Διωνύσοιο τιθῆναι.

  45 ἔκλυες εἰναλίην ἐχενηίδα, πῶς ἐνὶ πόντῳ

  ἰχθὺς βαιός ἄναλκις ἐπέχραε πολλάκι ναύταις

  ἂψ ἀνασειράζων, ὀλίγῳ δ᾽ ὑπὸ χάσματι λαιμοῦ

  μηκεδανὴν ἀνέκοψε κατάσχετον ὁλκάδα δεσμῷ;

  δέξο με χερσαίην ἐχενηίδα, δέξο πετήλων

  50 αὐτοπέδην ἀσίδηρον ἐρισταφύλοιο κυδοιμοῦ.

  μίμνε μοι, αὐτόθι μίμνε δεδεγμένος υἷα Θυώνης,

  εἰσόκε νοστήσειε θαλασσαίων ἀπὸ κόλπων.’

  τοῖα μὲν ἀμπελόεσσα κορυμβοφόρῳ φάτο φωνῇ

  ἀμβροσίη τανύφυλλος, ἀρασσομένοιο Λυκούργου:

  55 καὶ ,χλοεροῖς δεσμοῖσι κατάσχετος ἄγριος ἀνὴρ

  ἀρραγέων ἀτίνακτος ἀλυκτοπέδῃσι πετήλων

  ἀμφιπαγὴς ἀλάλαζεν ἀπειλείων Διονύσῳ:

  οὐδὲ φυγεῖν σθένος εἶχε, μάτην δ᾽ ἐτίνασσεν ἀνάγκῃ

  οὐτιδαναῖς ἑλίκεσσι περίπλοκον ἀνθερεῶνα:

  60 οὐδὲ δι᾽ ἀσφαράγοιο μέση πορθμεύετο φωνὴ

  θλιβομένου στεφανηδόν: ἐκυκλώσαντο δὲ Βάκχαι

  αὐχένα μιτρωθέντα μέσον πνικτῆρι κορύμβῳ.

  καὶ πέλεκυν δασπλῆτα δορυσσόος ἥρπασεν Ἄρης

  παιδὸς ἑοῦ: Βρομίην γὰρ ἐδείδιε λυσσάδα Βάκχην,

  65 μὴ φονίῳ βουπλῆγι δέμας πλήξειε Λυκούργου:

  οὐδὲ Δρυαντιάδην χλοερῶν ἀπελύσατο δεσμῶν,

  καὶ μάλα περ ποθέων, στεροπῇ δ᾽ ὑπόειξε τοκῆος

  δοῦπον ἀπειλητῆρα Διὸς βρονταῖον ἀκούων.

  καὶ δολιχὴν προθέλυμνον ἐπιπροχυθεῖσα καρήνῳ

  70 ἀνδρὸς ἀμαιμακέτοιο κόμην ὤλοψε Πολυξώ:

  γαστέρι δ᾽ ἀντιβίου μανιώδεα χεῖρα βαλοῦσα,

  ἁπτομένη θώρηκος, ἀνέσπασεν ἅρπαγι παλμῷ,

  χωομένη δ᾽ ἔρρηξε — μαχήμονες, εἴπατε, Μοῦσαι,

  οἷον ἔην τότε θαῦμα δαϊζομένοιο χιτῶνος

  θηλυτέροις ὀνύχεσσι, σιδηρείου περ ἐόντος — :

  καὶ ταναοῖς πλέξασα λύγοις ἑλικώδεα σειρὴν

  Κλείτη λυσιέθειρα καὶ ἀμπελόεσσα Γιγαρτὼ

  εὐπετάλῳ μάστιγι δέμας φοίνιξε Λυκούργου

  αἱμαλέῃ σμώδιγγι χαρασσομένων ἐπὶ νώτων:

  80 Φλειὼ δ᾽ εὐρυτέρῃσι κατέγραφε ταρσὸν ἀκάνθαις

  αἰνομανής: Ἐρίφη δὲ συνέμπορος Εἰραφιώτῃ

  δραξαμένη μέσσοιο δασύτριχος ἀνθερεῶνος

  ἄνδρα βαλεῖν μενέαινεν ἐπὶ χθονί: μαρναμένη δὲ

  Βακχείης Φασύλεια κυβερνήτειρα χορείης

  85 δυσμενέος κενεῶνα κατέγραφεν ὀξέι κέντρῳ:

  καὶ Θεόπη κεκόρυστο, τιθηνήτειρα Λυαίου,

  ῥινοτόρῳ νάρθηκι: δέμας δ᾽ ἤρασσε Λυκούργου

  καὶ Βρομίη Βρομίοιο φερώνυμος: αἷς ἅμα Νύμφη

  Κισσηὶς φιλόβοτρυς ἐμάστιεν ἀνέρα κισσῷ.

  90 καὶ πολέμῳ δρυόεντι βιαζομένου Λυκοόργου

  πῆμα φάνη πάλιν ἄλλο κακώτερον: Ἀρραβίῃ γὰρ

  πόντιον ἐννοσίγαιον ὀρεστιὰς ὥπλισε Ῥείη,

  σχιζομένων καναχηδὸν ἀκοντιστῆρα θεμέθλων:

  καὶ δαπέδου βαθύκολπον ἀπεστυφέλιξεν ὀχῆα

  95 αἰχμάζων τριόδοντι θαλασσομέδων ἐνοσίχθων,

  ἐνδομύχοις ἀνέμοισιν ἱμασσομένων κενεώνων,

  γειοπόνοις ἀνέμοισιν, ἐπεὶ νωμήτορι παλμῷ

  χάσματα κοιλαίνουσι σεσηρότα φωλάδες αὖραι:

  Ἀρραβίης δ᾽ ἀτίνακτος ἐσείετο κόλπος ἀρούρης,

  100 ἀγχινεφῆ δὲ μέλαθρα τινάκτορι λύετο παλμῷ:

  καὶ δρύες εἰς χθόνα πῖπτον, ἀρασσόμενος δὲ τριαίνῃ

  Νύσιος ἀμφιέλικτος Ἄραψ ὠρχήσατο πυθμήν:

  καὶ πτελέη χθονὶ κεῖτο, κόμην δ᾽ ἐκονίσσατο δάφνη,

  καὶ πίτυς αὐτόρριζος ἐκέκλιτο γείτονι πεύκῃ.

  105 ὄφρα μὲν ἐννοσίγαιος, ὑπὸ χθόνα λάβρος ἀήτης,

  νερτερίων κευθμῶνα μετερρίζωσεν ἐναύλων,

  τόφρα πέλεν κακὸν ἄλλο νεώτερον: ὑλονόμοι γὰρ

  θεινόμεναι μάστιγι δρακοντοκόμοιο Μεγαίρης

  Νυσιάδες ταυρηδὸν ἐμυκήσαντο γυναῖκες,

  110 σφωιτέρων τεκέων δηλήμονες: ἐσσυμένη δὲ

  ἡ μὲν ἀνηκόντιζεν ἐς ἠέρα κοῦρον ἀλήτην

  ἠερόθεν προκάρηνον ὀλισθήσαντα κονίῃ,

  ἡ δὲ φίλον βρέφος εἷλκε, καὶ οὐκ ἐμνήσατο μαζοῦ:

  ἄλλη παιδοφόνῳ παλάμην φοίνιξε σιδήρῳ

  115 υἱέα δαιτρεύσασα, καὶ ἔπλετο μαινὰς Ἀγαύη.

  καὶ σφετέροις τεκέεσσιν ἐπέδραμον, ἀρτιτόκους δὲ

  υἱέας, οὓς ἐλόχευσαν, ἐμιστύλλοντο μαχαίρῃ ...

  2 ἄλλος ὑποπτήσσων μανιώδεα Πανὸς ἱμάσθλην

  εἰς ἐνοπὴν ἄγραυλον Ἄραψ βακχεύετο ποιμήν.

  120 τοῖα μὲν οἰστρήεντι δόλῳ κυμαίνετο βούτης

  δαιτρεύων ἑὰ τέκνα, καὶ υἱέας εἰλαπινάζων

  παιδοβόροις γενύεσσι: νοοσφαλέων δὲ βοτήρων

  ἄτροφον ἀρσενόπαιδα τόκον τυμβεύσατο γαστὴρ ...

  νυμφάων παλάμῃσι: πολυγνάμπτοις δὲ πετήλοις

  125 ἀμφιπαγὴς πεπέδητο, καὶ οὐ γόνυ κάμψε Λυαίῳ,

  οὐ Διὶ χεῖρα τίταινεν, ἀλεξήτειραν ἀνάγκης,

  οὐ βροντῆς φόβον εἶχεν: ἀπειλήσας δὲ προσώπῳ

  χώετο Βασσαρίδεσσιν: ἐπεσσυμένην δὲ καρήνῳ

  ἀστεροπὴν ἐνόησε, καὶ οὐχ ὑπόειξε Λυαίῳ.

  130 βάλλετο δ᾽ ἔνθα καὶ ἔνθα, πολυσπερ�
�ων δὲ βολάων

  τοσσατίην ἕστηκε μένων ἀντίξοον ὁρμήν,

  Ἄρεα μοῦνον ἔχων χραισμήτορα, μοῦνος ἐρίζων

  Ζηνί, Ποσειδάωνι, Ῥέῃ, Χθονί, Νηρέι, Βάκχῳ.

  καὶ μογέων ἀχάλινον ἀπερροίβδησεν ἰωήν:

  135 ‘ἅψατε πῦρ, φλέξωμεν ὅλον φυτόν, ἐν πυρὶ κείσθω

  βακχικὰ ταῦτα πέτηλα, καὶ αἰθομένας διὰ πόντου

  ἡμερίδας ῥίψωμεν ὑποβρυχίῳ Διονύσῳ,

  ἠνορέης Ἀράβων σημήιον: ἀλλὰ καὶ αὐτὴ

  δεξαμένη κατὰ κῦμα Θέτις πυρίκαυτον ὀπώρην

  140 τέφρην ἀμπελόεσσαν ἀποσβέσσειε θαλάσσῃ.

  λύσατε φάσματα ταῦτα καὶ αἰόλα μάγγανα δεσμῶν:

  μάγγανα Νηρεΐδων Ποσιδήια ταῦτα δοκεύω:

  λύσατε, καὶ ῥοθίοις με πελάσσατε: μαντιπόλῳ γὰρ

  Πρωτέι φαρμακόεντι κορύσσομαι: ἅψατε πεύκην,

  145 ὄφρα μολὼν παρὰ πόντον ἐμῷ ποινήτορι θυμῷ

  ξεινοδόκον Βρομίοιο καταφλέξω Μελικέρτην.’

  εἶπεν ἀπειλείων καὶ Νηρέι καὶ Διονύσῳ ...

  Ἀρραβίης σχεδὸν ἦλθεν: Ἐνυαλίου δὲ καμόντα

  υἱέα δενδρήεντος ἀνεζώγρησε κυδοιμοῦ

  150 Αρεος ἆορ ἔχουσα σιδήρεον, ἀμφὶ δὲ Βάκχαις

  δαιμονίης γύμνωσε σελασφόρα νῶτα μαχαίρης,

  εἰς φόβον αἰθύσσουσα Κυβηλίδα θῆλυν Ἐνυώ:

  ἀμβροσίης δὲ πέτηλα διατμήξασα σιδήρῳ

  δεσμοὺς βοτρυόεντας ἀπεσφήκωσε Λυκούργου.

  155 καὶ χθονὸς ἐπρήυνε τινάκτορα κυανοχαίτην

  γνωτὸν ἑὸν καὶ Ζῆνα πόσιν καὶ μητέρα Ῥείην,

  ῥυσαμένη Λυκόοργον, ὅπως ἐναρίθμιος εἴη

 

‹ Prev