Book Read Free

Works of Nonnus

Page 115

by Nonnus


  σὺν χθονὶ πόντον ἔχοντα καὶ αἰθέρα καἰ χορὸν ἄστρων.’

  οὕ πω μῦθος ἔληγε, καἰ ἴαχε Βάκχος ἀγήνωρ:

  340 ‘σχέτλιοί εἰσι θεοί, ζηλήμονες: ἐν πολέμοις μέν

  εἰς μίαν ἠριγένειαν ἀιστῶσαι πόλιν Ἰωδῶν

  ἔγχεϊ κισσήεντι δυνήσομαι: ἀλλά με νίκης

  μητρυιῆς ἀέκοντα παραπλάζει φθόνος Ἥρης.

  ἀμφαδὰ Δηριάδῃ πρόμος ἵσταται ἄγριος Ἄρης

  345 μαρνάμενος Σατύροισιν: ἐγὼ δέ ἑ πολλάκι θύρσῳ

  οὐτῆσαι μενέαινον: ἀπειλήσας δὲ Κρονίων

  βρονταίοις πατάγοισιν ἐμὴν ἀνεσείρασεν ὁρμήν.

  ἀλλὰ βαρυσμαράγων νεφέων κτύπον οὐράνιος Ζεὺς

  σήμερον εὐνήσειε, καὶ αὔριον Ἄρεα δήσω,

  350 εἰσόκεν εὐπήληκα διατμήξω στάχυν Ἰωδῶν.’

  ὣς φάμενον Διόνυσον ἀμείβετο Λύδιος Ἄττις:

  ‘αἰθέρος ἀστερόεσσαν ἀνούτατον ἀσπίδα πάλλων,

  ὦ φίλος, οὐ τρομέοις χόλον Ἄρεος, οὐ φθόνον Ἤρης;

  355 οὐ στρατὸν ἀγκυλότοξον, ὅπως μὴ δούρατα πέμπων

  ἠέλιον πλήξειεν ἢ οὐτήσειε Σελήνην.

  τίς ξίφος Ὠρίωνος ἀμαλδύνειε μαχαίρῃ,

  ἢ χθονίοις βελέεσσιν ὀιστεύσειε Βοώτην;

  ἀλλ᾽ ἐρέεις γενέτην κεραελκέα Δηριαδῆος:

  360 ὠκεανὸν φορέοντι τί σοι ῥέξειεν Ὑδάσπης;

  θαρσήεις πολέμιζε τὸ δεύτερον, ὅττι κυδοιμοῦ

  νίκην ὀψιτέλεστον ἐμὴ μαντεύσατο Ῥείη:

  οὐ γὰρ πρὶν πολέμου τέλος ἔσσεται, εἰσόκε χάρμης

  ἕκτον ἀναπλήσωσιν ἔτος τετράζυγες Ὧραι:

  365 οὕτω γὰρ Διὸς ὄμμα καἰ ἀτρέπτου λίνα Μοίρης

  νεύμασιν Ἡραίοισιν ἐπέτρεπον: ἐσσομένῳ δὲ

  ἑβδομάτῳ λυκάβαντι διαρραίσεις πόλιν Ἰνδῶν.’

  ὥς εἰπὼν Βρομίῳ πόρεν ἀσπίδα: καὶ φρένα τέρπων

  οἴνου λυσιπόνοιο φιλακρήτοισι κυπέλλοις

  370 εἰλαπίνης ἔψαυσεν: ἀρεσσάμενος δέ τραπέζῃ

  θυμὸν ἑὸν παλίνορσος ἐμάστιε νῶτα λεόντων,

  νόστιμον εἰς Φρυγίην ὀρεσίδρομον ἄρμα νομεύων.

  Καυκασίων δ᾽ ἤλαυνε παρὰ πρηῶνας ἐναύλων,

  Ἀσσυρίων δέ κάρηνα καἰ οὔρεα δύσβατα Βάκτρων

  375 καὶ σκοπιὰς Λιβάνοιο παρήλυθε καὶ ῥία Ταύρου,

  εἰσόκε Μαιονίης ἐπέβη χθονός: αὐτοπαγῆ δὲ

  Ῥείης ὀβριμόπαιδος ἐδύσατο θέσκελον αὐλήν:

  ὠμοβόρους δὲ λέοντας ἀπεσφήκωσε λεπάδνων,

  φάτνης δ᾽ ἐγγὺς ἔδησε καὶ ἀμβροσίην πόρε φορβήν.

  380 αὐτὰρ ὁ μητρῴην δεδαημένος ἔνθεον ὀμφὴν

  θυρσομανὴς Διόνυσος ὀρειάσι μίσγετο Βάκχαις,

  καλλείψας ἀνέμοισι κατηφέος ὄγκον ἀνίης,

  χειρὶ σάκος δονέων πολυδαίδαλον, ὅπλον Ὀλύμπου,

  Ἡφαίστου σοφὸν ἔργον. ἀολλίζοντο δὲ λαοί,

  385 ποικίλα παπταίνοντες Ὀλύμπια θαύματα τέχνης,

  θαύματα μαρμαίροντα, τά περ κάμεν οὐρανίη χεὶρ

  ἀσπίδα δαιδάλλουσα πολύχροον, ἦς ἐνὶ μέσσῳ

  ἐν μὲν γαῖαν ἔτευξε περίδρομον, ἀμφὶ δὲ γαίῃ

  οὐρανὸν ἐσφαίρωσε χορῷ κεχαραγμένον ἄστρων,

  390 καὶ χθονὶ πόντον ἔτευξεν ὁμόζυγον: αἰθέριον δὲ

  χρυσῷ μὲν φλογέων ἐποχημένον ἄντυγι δίφρων

  ἠέλιον ποίκιλλεν, ἀπ᾽ ἀργυρέου δὲ μετάλλου

  λευκαίνων τροχόεσσαν ὅλην κύκλωσε Σελήνην:

  ἐν δέ τε τείρεα πάντα, τά περ πολυφεγγέι κόσμῳ

  395 μιτρώσας στεφανηδὸν ἕλιξ ποικίλλεται αἰθὴρ

  ἑπτὰ περὶ ζώνῃσι, καὶ ἀξονίῳ παρὰ κύκλῳ

  ἄβροχον οὐρανίης διδυμάονα ῥυμὸν Ἁμάξης:

  ἄμφω γὰρ παρὰ νύσσαν ὑπέρτερον Ὠκεανοῖο

  ἀλλήλων στιχόωσιν ἐπ᾽ ἰξύι, καἰ τόσον αἰεὶ

  400 νειόθι δυομένης κεφαλὴ κατακάμπτεται Ἄρκτου,

  ὅσσον ἀνερχομένης ἑτέρης ἀνατείνεται αὐχήν:

  διχθαδίης δὲ Δράκοντα μέσον ποίκιλλεν Ἁμάξης,

  ὃς σχεδὸν ἀμφοτέρων μεμερισμένα γυῖα συνάπτων

  γαστέρος οὐρανίης ἑλικώδεϊ κάμπτεται ὁλκῷ,

  405 ἄψ ἀνασειράζων δέμας αἰόλον, οἷά τε λοξοῦ

  Μαιάνδρου κελάδοντος ἕλιξ ῥόος, ὅς διὰ γαίης

  δοχμώσας ἐπίκυρτον ὕδωρ σπειρηδὸν ὁδεύει,

  εἰς κεφαλὴν Ἑλίκης ἀντώπιον ὄμμα τιταίνων

  ἀστραίαις φολίδεσσι δέμας μιτρούμενος, Ἄρκτων

  410 τείρεσιν ἀμφίζωστος: ἐπὶ γλώσσῃ δέ οἱ ἄκρῃ

  φέγγος ἀποπτύων προτενὴς ἀμαρύσσεται ἀστήρ,

  πέμπων πουλυόδοντα μέσην φλόγα χείλεσι γείτων.

  τοῖα μὲν εἰς μέσα νῶτα σοφὸς τεχνήσατο χαλκεὺς

  ἀσπίδος εὐτύκτοιο: χαριζόμενος δὲ Λυαίῳ

  415 τεῦξε λυροδμήτοιο βοόκτιτα τείχεα Θήβης,

  ἑπταπόρων στοιχηδὸν ἀμοιβαίων πυλεώνων

  κτιζομένων: καἰ Ζῆθος ἕην περὶ πατρίδι κάμνων,

  θλιβομένῃ πετραῖον ἐπωμίδι φόρτον ἀείρων:

  Ἀμφίων δ᾽ ἐλίγαινε λυροκτύπος: ἀμφὶ δὲ μολπῇ

  420 εἰς δρόμον αὐτοκύλιστον ἕλιξ ἐχόρευε κολώνη,

  οἶά τε θελγομένη καὶ ἐν ἀσπίδι: καἰ τάχα φαίης ...

  ποιητήν περ ἐοῦσαν, ὅτι σκιρτήματι παίζων

  κοῦφος ἀκινήτης ἐλελίζετο παλμὸς ἐρίπνης:

  σιγαλέῃ δὲ λύρῃ μεμελημένον ἅνδρα δοκεύων,

  425 κραιπ
νὸν ἀνακρούοντα μέλος ψευδήμονι νευρῇ,

  ἀγχιμολεῖν ἔσπευδες, ὅπως τεὸν οὖας ἐρείσας

  πυργοδόμῳ φόρμιγγι καὶ ὑμετέρην φρένα τέρψῃς,

  μολπῆς ἑπτατόνοιο λιθοσσόον ἦχον ἀκούων.

  καὶ σάκος εὐδίνητον, ὅπῃ χορός αἰόλος ἄστρων,

  430 δαίδαλον ἅρμενον εἶχεν, ἐπεὶ Διὸς ἔνδοθεν αὐλῆς

  Τρώιος οἰνοχόος ζαθέῃ ποικίλλετο τέχνῃ

  αἰετὸν εὐποίητον ἔχων πτερόεντα φορῆα,

  οἶα καὶ ἐν γραφίδεσσι, κατάσχετος ἅρπαγι ταρσῷ:

  ταρβαλέος δ᾽ ἤικτο δι᾽ αἰθέρος ἱπτάμενος Ζεύς,

  435 ἀδρύπτοις ὀνύχεσσι τεθηπότα κοῦρον ἀείρων,

  ἠρέμα κινυμένων πτερύγων πεφιδημένος ὁρμῇ,

  μὴ φονίοις ῥοθίοισι κατακρύπτοιτο θαλάσσης

  ἠερόθεν προκάρηνος ὀλισθήσας Γανυμήδης:

  μοίρας δ᾽ ἔτρεμε μᾶλλον, ὅπως μὴ πρῶτον ὀπάσσας

  440 ἡβητὴς ἐρόεις ἑὸν οὔνομα γείτονι πόντῳ

  ὄψιμον ἁρπάξειε γέρας πεφυλαγμένον Ἕλλῃ:

  οὐρανίης δ᾽ ἤσκητο θεῶν παρὰ δαῖτα τραπέζης

  κοῦρος ἀφυσσομένῳ πανομοίιος: αὐτοχύτου δὲ

  νεκταρέης κρητῆρα βεβυσμένον εἶχεν ἐέρσης,

  445 καὶ Διὶ δαινυμένῳ δέπας ὤρεγεν: ἕζετο δ᾽ Ἥρη

  οἶα χολωομένη καὶ ἐν ἀσπίδι, μάρτυρι μορφῇ

  ψυχῆς ζῆλον ἔχουσα, παρεζομένῃ δὲ θεαίνῃ

  Παλλάδι δείκνυε κοῦρον, ὅτι γλυκὺ νέκταρ Ὀλύμπου

  βουκόλος ἀστερόφοιτος ἐῳνοχόει Γανυμήδης

  450 πάλλων χειρὶ κύπελλα, τά περ λάχε παρθένος Ἥβη.

  Μαιονίην δ᾽ ἤσκησεν, ἐπεὶ τροφὸς ἔπλετο Βάκχου,

  καὶ Μορίην καὶ στικτὸν ὄφιν καὶ θέσπιδα ποίην,

  καὶ χθονὸς ἄπλετον υἷα δρακοντοφόνον Δαμασῆνα,

  καὶ Τύλον ἰοβόλῳ κεχαραγμένον ὀξέι πότμῳ

  455 Μαιονίης ναέτην μινυώριον, ὅς ποτε βαίνων

  Μυγδονίου ποταμοῖο παρ᾽ ὀφρύσι γείτονος Ἕρμου

  ἥψατο χειρὶ δράκοντος: ὁ δὲ πλατὺν αὐχένα τείνας,

  ὑψώσας δὲ κάρηνον ἀφειδέι χάσματι λαιμοῦ

  ἀντίον ἀνδρὸς ὄρουσε, καὶ ἰσχία φωτὸς ἱμάσσων

  460 ὁλκαίην ἐλέλιζε θυελλήεσσαν ὁμοκλήν,

  καὶ βροτέῳ στεφανηδὸν ἐπὶ χροῒ νῶτα συνάπτων,

  ἁλλόμενος περὶ κύκλα νεότριχος ἀνθερεῶνος,

  ὄγμῳ πουλυόδοντι παρηίδος ἄκρα χαράξας

  ἰοβόλοις γενύεσσιν ἀπέπτυεν ἰκμάδα Μοίρης,

  465 καί οἱ ἐπιθρῴσκοντι βαρυνομένων ὑπὲρ ὤμων

  οὐραίαις ἑλίκεσσιν ἐμιτρώθη μέσος αὐχήν,

  Ἄιδος ὁρμὸν ἔχων ὀφιώδεα, γείτονα Μοίρης.

  καὶ νέκυς εἰς χθόνα πῖπτεν ὁμοίιος ἔρνεϊ γαίης.

  καὶ νέον οἰκτείρουσα δεδουπότα μάρτυρι πότμῳ

  470 νηιὰς ἀκρήδεμνος ἐπέστενε γείτονι νεκρῷ,

  καὶ τότε θῆρα πέλωρον ἐρήτυεν, ὄφρα δαμείη:

  οὐ γὰρ ἔνα πρήνιζεν ὁδοιπόρον οὐδὲ νομῆα,

  καὶ Τύλον οὐ κτάνε μοῦνον ἀώριον, ᾗ δ᾽ ἐνὶ λόχμῃ

  ἐνδιάων καὶ θῆρας ἐδαίνυτο, πολλάκι δ᾽ ἕλκων

  475 ἄστατον αὐτόρριζον ὑπὸ χνοίῃσιν ὀδόντων

  δένδρεον εὐρώεντι κατέκρυφεν ἀνθερεῶνι,

  ἔμπαλιν αὖ ἐρύων βλοσυρὸν φύσημα γενείων:

  πολλάκι δ᾽ ἑλκυσθέντα παλινδίνητον ὁδίτην

  ἄσθμασιν ἐνδομύχοις πεφοβημένον εἰς στόμα σύρων

  480 τηλεφανὴς ὅλον ἄνδρα κεχηνότι δέξατο λαιμῷ.

  καὶ Μορίη σκοπίαζε κασιγνήτοιο φονῆα

  τηλόθι παπταίνουσα, φόβῳ δ᾽ ἐλελίζετο νύμφη,

  ἰοβόλων ὁρόωσα πολύστιχον ὄγμον ὀδόντων,

  καὶ θανάτου στέφος εἶδε περίπλοκον ἀνθερεῶνι:

  485 πυκνὰ δὲ κωκύουσα δρακοντοβότῳ παρὰ λόχμῃ

  ἠλιβάτῳ Δαμασῆνι συνήντεεν υἱέι Γαίης,

  ὅν πάρος αὐτογόνοισι τόκοις μαιώσατο μήτηρ

  ἐκ γενετῆς μεθέποντα δασύτριχα κύκλα γενείου:

  τικτομένῳ δέ οἱ ἦεν Ἔρις τροφός: ἔγχεα δ᾽ αὐτῷ

  490 μαζὸς ἔην καὶ χύτλα φόνοι καὶ σπάργανα θώρηξ,

  καὶ δολιχῶν μελέων βεβαρημένος εὐρέι φόρτῳ

  νήπιος αἰχμάζων, βρέφος ἄλκιμον, αἰθέρι γείτων

  ἐκ γενετῆς δόρυ πάλλεν ὁμόγνιον, ἀρτιφανῆ δὲ

  ὥπλισεν Εἰλείθυια λεχώιον ἀσπιδιώτην.

  495 τὸν μὲν ἐσαθρήσασα παρὰ κλέτας εὔβοτον ὕλης

  κάμπτετο λισσομένη, κινυρὴ δ᾽ ἐπεδείκνυε νύμφη

  ἄπλετον ἑρπηστῆρα κασιγνήτοιο φονῆα

  καὶ Τύλον ἀρτιχάρακτον ἔτι σπαίροντα κονίῃ:

  οὐδὲ Γίγας ἀμέλησε, πέλωρ πρόμος: ἀλλὰ πιέσσας

  500 δένδρεον αὐτόπρεμνον ἀνέσπασε μητρὸς ἀρούρης,

  ὠμοβόρου δὲ δράκοντος ἐναντία δόχμιος ἔστη:

  καὶ πρόμος εἱλικόεις ὀφιώδεϊ μάρνατο τιμῇ,

  αὐχενίῃ σάλπιγγι μόθου συριγμὸν ἰάλλων,

  πεντηκονταπέλεθρος ὄφις κυκλούμενος ὁλκῷ:

  505 καὶ διδύμῳ σφιγκτῆρι πόδας σφηκώσατο δεσμῷ,

  καὶ σκολιαῖς ἑλίκεσσι δέμας Δαμασῆνος ἱμάσσων

  χάσματι λυσσήεντι πύλας ὤιξεν ὀδόντων,

  χείλεσι τοξεύων διερὸν βέλος, ὄμματα σείων

  ὠμὰ φόνου πνείοντα, Γιγαντείῳ δὲ προσώπῳ

  510 ἔπτυεν ὀμβρηρῇσι γενειάσι πίδακας ἰοῦ,

  χλωρὸν ὀιστεύων δολιχόσ
κιον ἀφρὸν ὀδόντων:

  ὑψιλόφου δὲ Γίγαντος ἐπεσκίρτησε καρήνῳ,

  ὄρθιος ἀίξας μελέων ἐνοσίχθονι παλμῷ.

  ἀλλὰ δρακοντείης ἀπεσείσατο φόρτον ἀκάνθης

  515 αἰνογίγας, σκοπέλοισιν ἐοικότα γυῖα τινάσσων:

  καὶ παλάμῃ τανύφυλλον ἑὴν ἐλέλιζεν ἀκωκήν,

  ὀρθὸν ἀκοντίζων δρυόεν βέλος: ἀμφὶ δὲ κόρσῃ

  πῆξε φυτὸν προθέλυμνον, ὅπῃ περὶ κυκλάδα δειρὴν

  αὐχενίῃ γλωχῖνι συνήπτετο δεσμὸς ἀκάνθης:

  520 καὶ φυτὸν ἐρρίζωτο τὸ δεύτερον: ἀμφὶ δὲ γαίῃ

  κεῖτο δράκων ἀτίνακτος, ἕλιξ νέκυς. ἐξαπίνης δὲ

  θῆλυς ὄφις ξύουσα παλιννόστῳ πέδον ὁλκῷ

  εὐνέτις ἀμφιέλικτος ἐδίζετο λοξὸν ἀκοίτην,

  οἶα γυνὴ ποθέουσα νέκυν πόσιν: εἰς σκοπέλους δὲ

  525 μηκεδανῆς ἐλέλιζε θοώτερον ὁλκὸν ἀκάνθης,

  εἰς ὄρος ἐσσυμένη βοτανηφόρον: ἀμφὶ δὲ λόχμην

  δρεψαμένη Διὸς ἄνθος ἐχιδνήεντι γενείῳ

  χείλεσιν ἀκροτάτοις ὀδυνήφατον ἤγαγε ποίην,

  καὶ νέκυος δασπλῆτος ἀλεξήτειραν ὀλέθρου

  530 ἀζαλέῳ μυκτῆρι συνήρμοσεν, ἰοβόλῳ δὲ

  ζωὴν ἀνθεμόεσσαν ἀκινήτῳ πόρε νεκρῷ:

  καὶ νέκυς αὐτοέλικτος ἐπάλλετο: καὶ τὸ μὲν αὐτοῦ

  ἄπνοον ἦν, ἕτερον δὲ διέστιχεν, ἄλλο δὲ σείων

  ἡμιτελὴς νέκυς ἦεν ἔχων αὐτόσσυτον οὐρήν:

  535 καὶ ψυχραῖς γενύεσσι παλίμπνοον ἄσθμα τιταίνων

  οἰγομένῳ κατὰ βαιὸν ἐθήμονι βόμβεε λαιμῷ,

  συριγμὸν προχέων παλινάγρετον: ὀψὲ δὲ βαίνων

 

‹ Prev