Works of Nonnus

Home > Other > Works of Nonnus > Page 122
Works of Nonnus Page 122

by Nonnus


  110 καλλείψας ἕνα μοῦνον ἀνούτατον: ἐν πολέμοις γὰρ

  ποῖον ἄχος κλονέει με δαϊζομένοιο Καβείρου;

  ὠτειλὴ Σατύρου πότε που, πότε Βάκχον ὀρίνῃ;

  Σειληνὸς πεσέτω σταφυληκόμος: ἑσμὸς ἀλάσθω

  Βασσαρίδων, καὶ μοῦνον ἀπήμονα παῖδα νοήσω.

  115 ἱλήκοι κλυτότοξος: Ἀρισταίοιο πεσόντος

  ποῖον ἐμοί ποτε πένθος, ἐυρραθάμιγγος ὀπώρης

  κρείσσονα κικλήσκοντος ἑῆς ὠδῖνα μελίσσης;

  οὐ τάχα μοι πέπρωτο φυγεῖν ποτε παιδὸς ἀνίην,

  ὅττι πάλιν τάχα τοῦτον ὀλωλότα παῖδα γοήσω.

  120 τίς βαρὺς ἀμφοτέροις φθόνος ἔχραεν; εἰ θέμις εἰπεῖν,

  ηρη δερκομένη ζηλήμονι Βάκχον ὀπωπῇ

  καὶ νέον ἀμητῆρα μελαρρίνοιο γενέθλης,

  ἠιθέῳ φθονέουσα καὶ ἱμείροντι Λυαίῳ

  ὥπλισε θοῦρον Ἄρηα βαλεῖν Ὑμέναιον ὀιστῷ,

  125 Ἰνδῴην μεθέποντα νόθην ἄγνωστον ὀπωπήν,

  ὄφρα νόον δυσέρωτος ἀνιήσειε Λυαίου.

  ἀλλὰ βέλος τανύων ἢ φοίνια τόξα τιταίνω

  ψευδαλέῳ Μελανῆι κορύσσομαι, ὄφρα τελέσσω

  ποινὴν ἱμερόεντος ὀφειλομένην Ὑμεναίου.

  130 αἴ κε θάνῃς, Ὑμέναιε, λιπὼν ἀτέλεστον Ἐνυώ,

  χάζομαι ἐκ πολέμοιο καὶ οὐκέτι θύρσον ἀείρω.

  δυσμενέας ξύμπαντας ἐγὼ ζώοντας ἐάσω,

  ἀμήσας ἕνα φῶτα, τεὸν Μελανῆα φονῆα.

  οὐ κτάνε Δηριάδης σε, καὶ εἰ κοτέει Διονύσῳ.

  135 ἱλήκοις, Κυθέρεια: μετὰ θρασὺν υἱέα Μύρρης

  μείλιχον ἄλλον Ἄδωνιν ἀμείλιχος ἤλασεν Ἄρης,

  ἤλασε καὶ ῥοδέου χροὸς ἥψατο, καὶ διὰ μηροῦ

  ἄρτι πάλιν κελάρυζεν ἐπὶ χθονὶ λύθρος Ἐρώτων:

  ἀλλὰ τεῷ ποθέοντι χαριζομένη Διονύσῳ

  140 πέμπέ μοι ἐνθάδε Φοῖβον ἀδελφεόν, ἴδμονα τέχνης

  λυσιπόνου, καὶ κοῦρον ἀκέσσεται. ἴσχεο, φωνή:

  Φοῖβον ἔα κατ᾽ Ὄλυμπον ἀκηδέα, μή μιν ὀρίνω

  ἕλκεος ἱμερόεντος ἀναμνήσας Ὑακίνθου.

  πέμπέ μοι, ἢν ἐθέλῃς, Παιήονα: κεῖνος ἱκέσθω:

  145 ἄμμορός ἐστι πόθων, ἀλλότριός ἐστιν Ἐρώτων.

  ὠτειλῆς τύπον ἄλλον ἐσέδρακον: ἐν πολέμοις γὰρ

  ἄλλος ἀνὴρ κενεῶνα τυπεὶς φοινίσσεται αἰχμῇ,

  ἄορι δ᾽ ἄλλος ἔχει παλάμης πόνον, ὃς δὲ βελέμνῳ

  εἰς λαπάρην, ἕτερος δὲ δι᾽ οὔατος: ἐν κραδίη δὲ

  150 λοίγιον ἕλκος ἔχοντι συνουτήθην Ὑμεναίῳ.’

  εἶπε καὶ ἐπτοίητο παρακλιδὸν ὄμματι λοξῷ

  ὠτειλὴν χαρίεντος ὀπιπεύων Ὑμεναίου.

  μηρῷ δ᾽ ἔνθα καἰ ἔνθα φιλεύιον ἄνθος ἑλίξας,

  λευκὸν ἐρευθομένῳ διδυμόχροον ἕλκος ἀφάσσων,

  155 κοῦρον ἀνεζώγρησεν ἑῷ παιήονι κισσῷ,

  οἶνον ἀλεξητῆρα περιρραίνων Ὑμεναίῳ.

  ὡς δ᾽ ὅτ᾽ ὀπὸς ταχυεργός, ἐπειγόμενος γάλα πῆξαι,

  160 χιονέης κυκόων ἀπαμείρεται ὑγρὸν ἐέρσης,

  ὄφρά μιν ἐντύνειε πεπηγμένον αἰπόλος ἀνὴρ

  κυκλώσας ταλάροιο τύπῳ, τροχοειδέι ταρσῷ:

  ὣς ὅ γε φοίνιον ἕλκος ἀκέσσατο Φοιβάδι τέχνῃ:

  καὶ νέος ἀρτεμέων παλινάγρετον εἶχεν Ἐνυώ,

  χειρὸς ἀκεσσιπόνοιο Διωνύσοιο τυχήσας.

  καὶ βέλος ἠερόφοιτον ἑκηβόλον εἰς σκοπὸν ἕλκων

  165 τόξα πάλιν κύκλωσε, τιτυσκόμενος δὲ βελέμνῳ

  ἀντίδοτον πόρεν ἕλκος ὀιστοβόλῳ Μελανῆι.

  καὶ θρασὺς ἔσσυτο κῦρος: ἐφεσπόμενος δὲ Λυαίῳ

  αἰεὶ φῶτας ἔβαλλε καὶ οὐκέτι λείπετο Βάκχου.

  ὡς δ᾽ ὅτε τις σκιόεις τύπος ἀνέρος, ἄπνοος ἕρπων,

  170 ἀγχιφανὴς ἀχάρακτος ὁμόδρομος ἀνδρὸς ὁδεύει,

  καί οἱ ἀεὶ σπεύδοντι συνέσπεται, ἱσταμένου δὲ

  ἵσταται, ἑζομένου δὲ παρέζεται, ἐν δὲ τραπέζῃ

  μιμηλαῖς παλάμῃσι συνέμπορος εἰλαπινάζει:

  ὥς ὅ γε κοῦρος ἔμιμνεν ὁμόδρομος οἴνοπι Βάκχῳ.

  175 οὐδὲ μάχης Διόνυσος ἐλώφεεν: ἀλλὰ τορήσας

  μεσσοπαγῆ κούφιζε πεπαρμένον ἀνέρα θύρσῳ

  ὄρθιον ὑψιπότητον, ἐν ἠερίῃ δὲ κελεύθῳ

  Ἰνδὸν ἐλαφρίζων ζηλήμονι δείκνυεν Ἥρῃ.

  καὶ τελέων τρισσῇσιν ἐπωνυμίῃσιν Ἐνυὼ

  180 θεῖος Ἀρισταῖος, δεδαημένος Ἄρεος Ἀγρεύς,

  ὡς Νόμιος πολέμειζε καλαύροπα χερσὶ τινάσσων,

  νυμφίος Αὐτονόης ἑκατηβόλος: ἐν δὲ κυδοιμοῖς

  τόξον ἔχων κλυτότοξον ἑὸν μιμεῖτο τοκῆα,

  θάρσος ἔχων ἔχων ὑπέροπλον ὀιστοβόλοιο τεκούσης,

  185 Κυρήνης προτέρης Ὑψηίδος: αἰνομανῆ δὲ

  δέσμιον ἐζώγρησεν ἀνάρσιον ἄτρομος Ἀγρεύς

  ἀγρεύσας ἅτε θῆρα: καὶ ἀντιβίων ὀλετῆρα

  ἠθάδι χειρὶ τίταινε βαρὺν λίθον, οἷον ἐρείσας

  πιαλέης ἔθλιψε χυτὰς ὠδῖνας ἐλαίης:

  190 δυσμενέας δ᾽ ἐφόβησεν ἀγήνορος ἠθάδι ῥόμβῳ,

  σείων χαλκὸν ἐκεῖνον, ὅν ἐν παλάμῃσι τινάσσων

  φοιταλέης ἐφόβησε μεμηνότα κέντρα μελίσσης.

  Θρηικίης δὲ Σάμοιο πυρισθενέες πολιῆται

  Λημνιάδος δύο παῖδες ἐβακχεύοντο Καβειροῦς:

  195 Ἡφαίστου δὲ τοκῆος ἐρευθομένου πυρὸς ἀτμῷ

  συγγενέας σπινθῆρας ἀνηκόντιζον ὀπωπαί.

  �
�οῖσι μὲν ἐξ ἀδάμαντος ἔην ὄχος: ἀμφὶ δὲ πῶλοι

  χαλκείῃ κροτέοντες ἀρασσομένην κόνιν ὁπλῇ

  καρχαλέον χρεμετισμὸν ἀνήρυγον ἀνθερεῶνος,

  200 οὓς γενέτης Ἥφαιστος ἀμιμήτῳ κάμε τέχνῃ

  πυρσὸν ἀπειλητῆρα διαπνείοντας ὸδόντων,

  οἷα καὶ Αἰήτῃ, βριαοῷ σημάντορι Κόλχων,

  χαλκοπόδων μόρφωσε συνωρίδα δίζυγα ταύρων,

  τεύχων χερμὰ λέπαδνα καὶ ἔμπυρον ἱστοβοῆα.

  Εὐρυμέδωυ μέν ἔλαυνε, πυριβλήτῳ δέ χαλινῷ

  ἔμπυρον ἡνιόχευε σιδηροπόδων γένυν ἵππων:

  205 χειρὶ δὲ Λήμνιον ἔγχος, ὅ περ κάμε πάτριος ἄκμων,

  δεξιτερῇ κούφιζεν, ἐπ᾽ εὐφυέεσσι δὲ μηροῖς

  φάσγανον ᾐώρησε σελασφόρον: εἰ δέ τις ἀνήρ,

  ἀκροτάτοις ὀνύχεσσι λίθον τινὰ βαιὸν ἀείρας

  θηγαλέης ἤρασσε πυρίδρομα νῶτα μαχαίρης,

  210 αὐτόματοι σπινθῆρες ὀιστεύοντο σιδήρου.

  Ἄηκων δ᾽ αἰθαλόεντι συνήρμοσε χεῖρα βελέμνῳ,

  πατπῴης Ἑκάτης θιασώδεα πυρσὸν ἑλίσσων.

  215 καὶ σάλαρον σείοντες ἀερσιλόφου τρυσφαλείης

  Δικταῖοι Κορύβαντες ἐπεστρατόωντο κυδοιμῷ,

  εἰς μόθον οἰστρηθέντες: ἁμιλλητῇρι δὲ χαλκῷ

  φάσγανα τυπτομένῃσιν ἐπέκτυπε γυμνὰ βοείαις

  σκαρθμοῖς ἀντιτύποισι: φερεσσακέος δὲ χορείης

  220 ῥυθμὸν ἐμιμήσαντο ποδῶν ἑλικώδεϊ παλμῷ,

  Ἄρεϊ βακχευθέντες. ὀρεσσαύλων δὲ νομήων

  Ἰνδῴη δεδάικτο γονὴ Κουρῆτι σιδήρῳ:

  καί τις ἀνὴρ προκάρηνος ἐπωλίσθησε κονίῃ,

  εἰσαΐων μύκημα βαρυγδούποιο βοείης.

  225 καί τις ἀερτάζουσα φιλάνθεμον ἔγχος Ἐνυοῦς

  Βασσαρὶς ἠκόντιζεν: ἀβακχεύτου δὲ γενέθλης

  ἄρσενα πολλὰ κάρηνα δαΐζετο θήλεϊ θύρσῳ.

  καὶ λασίῃ παλάμῃ σκοπιὴν λοφόεσσαν ἀείρων

  οὔρεος ἄκρα κάρηνα ταμὼν ἐκορύσσετο Ληνεύς,

  230 πέμπων ὀκριόεσσαν ἐπ᾽ ἀντιβίοισιν ἀκωκήν.

  Βάκχη δ᾽ ἀμφαλάλαζε: καὶ ἀμπελόεντες ὀιστοὶ

  κισσοφόρων παλάμῃσιν ἐδινεύοντο γυναικῶν.

  ἔνθα μέλος πλέξασα καὶ Ἄρεϊ καὶ Διονύσῳ

  Εὐπετάλη κεκόρυστο, φιλοσταφύλῳ δὲ πετήλῳ

  235 κέντορα κισσὸν ἔπεμπεν ἀλοιητῆρα σιδήρου,

  Ἰνδῴην δρυόεντι γονὴν ὀλέκουσα κορύμβῳ.

  καὶ δηίων κλονέουσα νέφος ῥηφήνορι θύρσῳ

  Τερψιχόρη φιλόβοτρυς ἐπεσκίρτησε κυδοιμῷ,

  κύμβαλα δινεύονσα βαρύβρομα δίζυγι χαλκῷ:

  240 οὐ τόσον Ἡρακλέης Στυμφηλίδας ἤλασε βόμβῳ

  χαλκὸν ἔχων βαρύδουπον, ὅσον στρατὸν ἤλασεν Ἰνδῶν

  Τερψιχόρη κτυπέουσα χοροῦ πολεμήιον Ἠχώ.

  καὶ Τρυγίη βαρύγουνος ἐλείπετο νόσφιν ὁμίλου

  ὑστατίη καὶ ἔπηξε φόβῳ πόδας: οὐδέ τις αὐτῇ

  245 Σειληνῶυ παρέμιμνε: λίπον δέ μιν αὐτόθι μούνην

  ταρβαλέην, χατέουσαν ἀρηγόνος: ἀκροπότῃ δὲ

  χεῖρας ὄρεξε Μάρωνι, Μάρων δ᾽ ἀπέειπε γεραιήν,

  ὅττι χοροὺς ἀνέκοπτε φιλακρήτων Κορυβάντων

  καὶ Σατύρων: αἰεὶ δὲ θεοῖς ἠρᾶτο δαμῆναι

  250 γηραλέην ἀνόνητον ὑπ᾽ ἔγχεϊ Δηριαδῆος:

  καὶ Καλύκη πολέμιζε παρισταμένη Διονύσῳ

  οἰστρομανής. Τρομερῆς δὲ μέθης ἐλελίζετο παλμῷ

  Οἰνώνη προθέουσα: βαρυνομένη δὲ κυδοιμῷ

  γούνατα μὲν μογέεσκε, φιλακρήτοιο δὲ νύμφης

  255 οἰδαλέοι σμήριγγες ἐδινεύοντο καρήνου.

  καὶ στόνος ἦν βαρύδουπς: ὁμοζήλῳ δὲ κυδοιμῷ

  Ἀστράεις Σταφύλην, Καλύκην δ᾽ ἐδίωκε Κελαινεύς.

  Σειληνῶν δὲ φάλαγγα δορυσσόος ἤλασε Μορρεὺς

  θεινομένην βουπλῆγι: μιῇ δ᾽ ἐλατῆρος ὁμοκλῇ

  260 Ἀστραῖος δεδόνητο, Μάρων φύγεν, ὤκλασε Ληνεύς,

  Σειληνοῦ τρία τέκνα δασύτριχος, ὅς δίχα λέκτρων

  ἄσπορος αὐτολόχευτος ἀνέδραμε μητρὸς ἀρούρης.

  ἱμερτὴν δὲ Δόρυκλος ἀνεπτοίησε Λυκάστην ...

  τῇσι θεὸς χραίσμησε, νεουτήτων δὲ γυναικῶν

  265 ἕλκεσι φάρμακα πάσσεν: Ἐνυαλίῳ δὲ σιδήρῳ

  τειρομένην ποδὸς ἄκρον ἀνάμπυκα ῥύσατο Γόργην,

  κλήματος ἀμπελόεντι περισφίγξας πόδα δεσμῷ:

  Εὐπετάλης δ᾽ ἰχῶρα νεόσσυτον ἔσβεσεν οἴνῳ,

  καὶ Σταφύλης χυτὸν αἷμα κατεπρήυνεν ἀοιδῇ:

  270 Μυρτοῦς δ᾽ οὐταμένην παλάμην ἰήσατο μύρτῳ,

  καὶ Καλύβην ἐσάωσεν ἀνειρύσσας βέλος ὤμου,

  ἕλκεϊ φοινήεντι περιρραίνων πόμα ληνοῦ:

  Νύσης δ᾽ ἄλγος ἔπαυσε νεουτήτοιο προσώπου,

  χρίσας ἔνθα καὶ ἔνθα παρηίδα λευκάδι γύψῳ:

  275 ὄμμασι δ᾽ ἀκλαύτοισιν ἐπεστενάχιζε Λυκάστῃ.

  ἀλλ᾽ ὅτε Βασσαρίδων ὀδύνας πρηΰνατο τέχνῃ

  θυρσομανὴς Διόνυσος, ἐμάρνατο μείζονι χάρμῃ.

  καί τις ἀμερσινόοιο κατάσχετος ἅλματι λύσσης

  Βασσαρὶς Ἰνδὸν Ἄρηα μετέστιχε θυιὰς Ἐνυώ,

  280 ἀμφὶ, σέ, Λύδιε δαῖμον: ἀπὸ πλοκάμοιο δὲ Βάκχης

  ἀφλεγέος σελάγιζε κατ᾽ αὐχένος αὐτόματον πῦρ.

  καὶ βριαρῶν προμάχων ἑτερόζυγον ἑσμὸν ἐγείρων

  αὐλὸς ἐπεσμαράγησεν ἀγέστρατον Ἄρεος Ἠχώ,

  καὶ διδ
ύμαις παλάμῃσι φιλοσμαράγων Κορυβάντων

  285 ἄντυγες ἀμφιπλῆγος ἀνεκρούοντο βοείης,

  κύμβαλα δ᾽ ἐκροτάλιζε, μεταλλάξασα δὲ μολπὴν

  Πανιὰς ἡδυμέλεια μόθους ἐμελίζετο σύριγξ:

  ἀντιβίων δὲ δάλαγγες ἐπέβρεμον: ἀμφιλαφεῖς δὲ

  ἠερόθεν πτερόεντες ἀνερροίζησαν ὀιστοί.

  290 λίγξε βιός, βόμβησε λίθος, μυκήσατο σάλπιγξ.

  ἀλλ᾽ ὅτε δὴ πόρον ἷξον, ὅπῃ πεφορημένος ὁλκῷ

  λευκὸν ὕδωρ μεθύοντι ῥόῳ φοίνιξεν Ὑδάσπης,

  δὴ τότε Βάκχος ἄυσε βαρυσμαράγων ἀπὸ λαιμῶν,

  ὁππόσον ἐννεάχιλος ἐπέβρεμεν ἑσμὸς Ἑνυοὺς

  295 φρικτὸν ὁμολώσσων στομάτων θρόον: ἀσταθέες δὲ

  ξανθὸν ἀλυσκάζοντες ἐπὶ ῥόον ὤκλασαν Ἰνδοί,

  ἄλλοι δ᾽ ἐν πεδίῳ: στρατιὴ δ᾽ ἐμερίζετο Βάκχου,

  δυσμενέας κτείνουσα καὶ ἐν δαπέδῳ καὶ Ὑδάσπῃ,

  δίψῃ καρχαλέῃ κεκαφηότος, ὁππότε γαίης

  300 ἠὼς μέσσον ἀνέσχε, καὶ ἔτρεμε θερμὸς ὁδίτης

  αἴθοπος Ἠελίοιο μεσημβρίζουσαν ἱμάσθλην.

  καὶ θεὸς ἀμπελόεις προκαλίζετο κοίρανον Ἰνδῶν,

  μῦθον ἀπειλητῆρα χέων λυσσώδεϊ λαιμῷ:

  ‘τίς φόβος; εἰ ποταμοῖο φέρει γένος ὄρχαμος Ἰνδῶν,

  305 οὐρανόθεν λάχον αἷμα: χερειότερος δὲ Λυαίου

  Δηριάδης ὑπέροπλος, ὅσον Διός ἐστιν Ὑδάσπης.

  ἢν δ᾽ ἐθέλω, νεφέων σχεδὸν ἵσταμαι: ἢν δ᾽ ἐθελήσω,

  ἵξεται ἰθυκέλευθον ἐμὸν βέλος ἄχρι Σελήνης.

  εἰ δὲ μέγα φρονέεις μεθέπων κεραελκέα μορφήν,

  310 εἰ δύνασαι, προμάχιζε βοοκραίρῳ Διονύσῳ.’

 

‹ Prev