by Nonnus
Τέκταφος ὡμάρτησε σακέσπαλος, ὅν ποτε δήσας
Δηριάδης ἔκρυψεν ἕσω γλαφυροῖο βερέθρου.
130 οὐδὲ φυγεῖν μόρον εὗρε τὸ δεύτερον: ἐν γὰρ ἀνάγκῃ
τίς δύναταί ποτε πότμον ἀπ᾽ ἀνέρος ἐχθρὸν ἐρύκειν,
νηλὴς πανδαμάτειρα θανεῖν ὅτε Μοῖρα κελεύει;
οὐ γὰρ Τέκταφον εὗρε δόλος θνήσκοντα σαῶσαι,
ὃς τότε λυσσώων στρατιὴν ἐδίωξε Λυαίου,
135 εὐκεράων Σατύρων φιλοπαίγμονα γυῖα δαΐζων:
ἐγρεμόθου δ᾽ ἤμησε Πυλαιέος ἀνθερεῶνα,
Ὀνθυρίου δὲ μέτωπον ἀφειδέι τύψε μαχαίρῃ,
καὶ Πίθον εὐρύστερνον ἀπηλοίησε διδήρῳ.
καί νύ κεν ἄλλον ὅμιλον ἐπασσυτέρων κτάνε Βάκχων,
140 ἀλλά μιν Εὐρυμέδων ταχὺς ἔδρακε, καί οἱ ὑπέστη
δίστομον ἀντιβίην Κορυβαντίδα χειρὶ τινάσσων:
ἔθλασε δ᾽ ἄκρα μέτωπα: διχαζομένου δὲ καρήνου
ὄρθιος αἱμαλέης ἀνεκήκιεν αὐλὸς ἐέρσης:
καὶ πρόμος εἰς χθόνα πῖπτε, περιρραίνων δὲ κονίην
145 ἡμιθανὴς κεκύλιστο, πεδοσκαφέος δὲ μελάθρου
ἀρχαίην κακότητα καὶ ὁπλοτέρης λίνα Μοίρης
ἔστενε, καὶ δολίου μεμνημένος εἰσέτι φίλτρου
παιδὸς ἀλεξικάκου κινυρῇ βρυχήσατο φωνῇ,
τοῦ δὲ κινυρομένοιο κατέρρεε δάκρυα λύθρῳ:
150 ‘μῆτερ ἐμὴ καὶ μαῖα, δολοπλόκε δύσγαμε κούρη,
τίπτέ μοι οὐ σχεδὸν ἦλθες, ὅτ᾽ ἐγγύθεν ἦλθον ὀλέθρου;
νῦν πόθεν οὐ χραίσμησας ἐμοὶ πάλιν, ἄτρομε κούρη;
πῇ σέο φίλτρον ἔβη φυσίζοον; ἦ ῥα φυλάσσεις
πιστὰ τεῷ ζώοντι καὶ οὐ θνήσκοντι τοκῆι;
155 εἰ δόλος ἐξ Ἀίδαο δυνήσεται ἄνδρα κομίζειν,
δίζεό μοι δόλον ἄλλον ἀρείονα, δίζεο βουλὴν
κερδαλέην θανάτοιο, μετὰ χθονίους κενεῶνας
ὄφρα πύλας Ἀίδαο καὶ ἐν πολέμοισιν ἀλύξω,
εἰ πέλε νόστιμος οἶμος ἀνοστήτοιο βερέθρου.’
160 τοῖον ἔπος μόγις εἶπε, καὶ οὐκέτι πείθετο φωνή.
καὶ γενέτην ὁρόωσα νεούτατον ὑψόθι πύργου
οἰκτρὴ ποικιλόδακρυς ἀνέβλυε πενθάδα φωνὴν
ἠερίη: σκολιὴν δὲ κόμην ᾔσχυνε κονίῃ,
στήθεα γυμνώσασα δαϊζομένοιο χιτῶνος,
165 καὶ κεφαλὴν ἤρασσεν: ἀνηκέστῳ δὲ τοκῆι,
οἷά περ εἰσαΐοντι, τόσην ἐφθέγξατο φωνήν:
‘υἱὲ πάτερ βαρύποτμε γαλακτοφόρου σέο κούρης,
σήμερον ἀπνεύστοις ἐπὶ χείλεσι σεῖο θανόντος
ποῖον ἔχω γλάγος ἄλλο φερέσβιον, ᾧ ἔπι δειλὴ
170 ψυχὴν ὑμετέρην παλινάγρετον εἰς σὲ κομίσσω;
ποῖον ἐγὼ πάλιν ἄλλον ἀρηγόνα μαζὸν ὀρέξω;
αἴθε καὶ Ἀιδονῆα δυνήσομαι ἠπεροπεύειν.
σοί, πάτερ, ἓν γέρας ἄλλο φυλάσσεται: οὐ γὰρ ἐάσω
μοῦνον ἐνὶ φθιμένοις σε: σὺ δὲ κταμένης σέο κούρης
175 δέξο καὶ αὐχένος αἷμα μετὰ προτέρου γάλα μαζοῦ.
ἔλθετε, Δηριάδαο φυλάκτορες, ἀντὶ δὲ κείνου
δείξατέ μοι μυχὸν ἄλλον ἔσω χθονός, ἧχι μολοῦσα
νεκρὸν ἐμὸν γενετῆρα πάλιν ζώοντα τελέσσω:
οὐκ Ἀίδης φυλάκεσσιν ὁμοίιος, ὄφρα τελέσσω
180 λυσίπονον δόλον ἄλλον ἀοσσητῆρα τοκῆος.
ἤθελον ἆορ ἐκεῖνο μιαιφόνον, ὄφρα δαμείην
πατροφόνῳ βαρύθυμος ὀλισθήσασα σιδήρῳ.
οὗτος, ὃς ἡμετέρου κεφαλὴν ἔτμηξε τοκῆος,
κτεῖνε καὶ Ἠερίην μετὰ Τέκταφον, ὄφρά τις εἴπῃ:
185 ‘καὶ γενέτην καὶ παῖδα μιῇ πρήνιξε μαχαίρῃ.’’
Ἕννεπε δακρυχέουσα: πόνος δ᾽ ἠέξετο μείζων.
καὶ διδύμαις στρατιῇσιν ἐπερρίπιζεν Ἐνυώ ...
Ταιναρίδην δ᾽ ἔκτεινε Δασύλλιον ἄορι Μορρεύς,
μή ποτε δυσμενέεσσιν ἀπορρίψαντα βοείην,
190 ἀντιβίοις ἀτίνακτον Ἀμυκλαῖον πολιήτην,
γναθμοῦ δεξιτεροῖο παρ᾽ ὀστέον ἔγχος ἐρείσας.
ἔκτανε δ᾽ Ἀλκιμάχειαν ὀρίδρομον, εἰν ἑνὶ θεσμῷ
ἠνορέην καὶ κάλλος ὑπέρτερον ἥλικος ἥβης,
κούρην Ἁρπαλίωνος ἐρισταφύλοιο τοκῆος,
195 ἣ πέλε τολμήεσσα καὶ εἰς δόμον ἤλυθεν Ἥρης
κισσὸν ἀερτάζουσα, τὸν Ἀργολὶς ἔστυγε δαίμων,
ὅσσον ἐρευθιόωσαν ἐθήμονα φίλατο ῥοιήν:
καὶ βρέτας εὐποίητον ἐμάστιεν οἵνοπι θύρσῳ,
χάλκεον ἀμπελόεντι δέμας πλήσσουσα κορύμβῳ,
200 μητρυιὴν βαρύμηνιν ἀτιμάζουσα Λυαίου.
οὐδὲ χόλον δασπλῆτα καθαψαμένης φύγεν Ἥρης
Λημνιὰς Ἀλκιμάχεια θεημάχος: ἀλλ᾽ ἐνὶ γαίῃ
ὀθνείῃ κτερέιστο, μετὰ πτολέμους δὲ τοκῆα
οὐκ ἴδεν Ἁρπαλίωνα τὸ δεύτερον, οὐκ ἴδε πάτρην,
205 Λῆμνον Ἰησονίης νυμφήιον Ὑψιπυλείης:
ἀλλὰ παρὰ ξείνοισι χυτῇ κεκάλυπτο κονίῃ,
πότμον ἀμειβομένη τιμήορον. ἆ μέγα δειλή,
ἤμβροτεν Ἁρπαλίωνος, ἐνοσφίσθη δὲ Λυαίου.
οὐδὲ δαϊζομένης ζαμενὴς ἐκορέσσατο Μορρεὺς
210 μαινάδος Ἀλκιμάχης θεοπαίγμονος: ἀλλὰ καὶ αὐτὴν
Ἤλιδα ναιετάουσαν Ὀλύμπιον οὖδας ἀρούρης
Ἀλφειοῦ παρὰ χεῦμα φιλοστεφάνου ποταμοῖο
ἔκτανε Κωδώνην ἔτι παρθένον. ἵλατε, Μοῖραι,
�
�ὐ πλοκάμους ἐλέαιρε μαραινομένοιο καρήνου,
215 οὐ ῥοδέην ἀκτῖνα κονιομένοιο προσώπου:
οὐδὲ περὶ στέρνοισιν ἴσον τροχοειδέι μήλῳ
μαζὸν ἰδὼν ἐλέαιρεν, ἀκαμπέα κέντορα μίτρης,
οὐδὲ βαθυνομένοιο τομὴν ᾐδέσσατο μηροῦ,
ἀλλὰ τόσον κτάνε κάλλος ἀώριον: οὐταμένη δὲ
220 ἡ μὲν ἐπὶ χθονὶ πῖπτεν: ἀπειρεσίας δὲ διώκων
μαινάδας εὐπέπλους κορυθαιόλος ἔκτανε Μορρεύς,
Εὐρυπύλην Στερόπην τε Σόην τ᾽ ἤμησε μαχαίρῃ,
καὶ Σταφύλην ἐδάιξεν, ἐρευθαλέην τε Γιγαρτὼ
οὔτασε, καὶ ῥοδόεντος ὑπὲρ μαζοῖο τορήσας
225 στέρνα Μελικταίνης φονίῳ πόρφυρε σιδήρῳ.
καὶ φθονεροὶ Τελχῖνες ἐπεστρατόωντο κυδοιμῷ,
ὃς μὲν ἔχων ἐλάτην περιμήκετον, ὃς δὲ κρανείου
θάμνον ὅλον πρόρριζον, ὁ δὲ πρηῶνος ἀράξας
ἄκρον ἀπηλοίησε, καὶ εἰς μόθον ἤιεν Ἰνδῶν
230 λᾶαν ἀκοντιστῆρα μεμηνότι πήχεϊ σείων.
Ἥρη δ᾽ ἀλλοπρόσαλλος ἐπιβρίθουσα Λυαίῳ
δῶκε μένος καὶ θάρσος ἀγήνορι Δηριαδῆι,
καί οἱ ἀριστεύοντι σελασφόρον ὤπασεν αἴγλην
εἰς φόβον ἀντιβίοισι: κορυσσομένου δὲ φορῆος
235 ἀσπίδος Ἰνδῴης ἀμαρύσσετο φοίνιος αἴγλη,
καὶ κυνέης σελάγιζεν ὑπὲρ λόφον ἁλλομένη φλόξ.
καὶ θρασὺς ἔτρεμε Βάκχος, ὅπως ἴδε Δηριαδῆος
ὀμφαλὸν ἀστράπτοντα πυριβλήτοιο βοείης
καὶ σέλας ἠερόφοιτον ἀναπτομένης τρυφαλείης:
240 τὸν μὲν ἰδὼν Διόνυσος ἐθάμβεεν, οὐδέ οἱ ἔτλη
ἀντιάσαι, νοέων δὲ κορυσσομένης δόλον Ἥρης
ποσσὶν ἀναινομένοισιν ἐχάζετο δηιοτῆτος.
καὶ τότε θαρσήεντες ἐπὶ κλόνον ἤιον Ἰνδοί,
ὑσμίνην Βρομίοιο λελοιπότος: εἰσορόων δὲ
245 Δηριάδης ἐδάϊζεν ἐπασσυτέρων στίχα Βάκχων
ἐγχείην ἑκάτερθε παλινδίνητον ἑλίσσων.
ἀσχαλόων δ᾽ Ἰόβακχος ἀνήιεν εἰς ῥάχιν ὕλης,
καὶ κλονέειν ἀνέμοισιν ἐπέτρεπεν ἐλπίδα χάρμης,
μητρυιῆς τρομέων χόλον ἄγριον. ἦλθε δ᾽ Ἀθήνη
250 οὐρανόθεν: πρὸ γὰρ ἧκε διάκτορον ὑψιμέδων Ζεύς,
γνωτὸν ὅπως φεύγοντα, φόβῳ πεφοβημένον Ἥρης,
εἰς ἐνοπὴν ἐρύσειε μεταστρέψαντα μενοινήν:
στῆ δ᾽ ὄπιθεν ξανθῆς δὲ κόμης ἐδράξατο Βάκχου,
μούνῳ φαινομένη βλοσυρὴ θεός: ἐκ δὲ προσώπου
255 μαρμαρυγὴν πυρόεσσαν ἀνηκόντιζον ὀπωπαί:
καὶ νοεροὺς σπινθῆρας ἐπιπνείουσα Λυαίῳ
μεμφομένῃ κοτέουσα φιλοπτολέμῳ φάτο φωνῇ:
‘
πῇ φεύγεις, Διόνυσε; τί σοι φόβος ἀντὶ κυδοιμοῦ;
πῇ σέθεν ἄλκιμα θύρσα καὶ ἀμπελόεντες ὀιστοί;
260 ἀμφὶ σέθεν τίνα μῦθον ἐμῷ Κρονίωνι βοήσω;
ποῖον ἴδον κατὰ δῆριν ὀλωλότα κοίρανον Ἰνδῶν;
ζώει Δηριάδης καὶ μάρναται εἰσέτι Μορρεύς.
ποίην δ᾽ οὐρανίην ἐπεδείκνυες ἔμφυτον ἀλκήν;
ἢ Λιβύης ἐπέβης; ἢ Περσέος εἶχες ἀγῶνα;
265 ἢ Σθεννοῦς ἴδες ὄμμα λιθώπιδος ἠὲ καὶ αὐτῆς
δύσμαχον Εὐρυάλης μυκώμενον ἀνθερεῶνα;
ἢ πλοκάμους ἐνόησας ἐχιδνοκόμοιο Μεδούσης,
καί σε πολυσπερέων περιδέδρομε χάσμα δρακόντων;
οὐ Σεμέλη τέκε παῖδα μαχήμονα: Γοργοφόνον δὲ
270 ἄξιον υἷα λόχευσεν ἐμοῦ Διὸς Ἀκρισιώνη:
οὐ γὰρ ἐμὴν δρεπάνην πτερόεις ἀπεσείσατο Περσεύς,
Ἑρμείαν δὲ γέραιρεν ἑῶν δωτῆρα πεδίλων.
γείτονα μάρτυν ἔχω πετρώδεα θῆρα θαλάσσης:
εἴρεό μοι Κηφῆα, τά περ κάμε Περσέος ἅρπη:
275 ἀντολίην δ᾽ ἐρέεινε καὶ ἕσπερον: ἀμφότερον γάρ,
Νηρεΐδες τρομέουσι τὸν Ἀνδρομέδης παρακοίτην,:
Ἑσπερίδες μέλπουσι τὸν ἀμητῆρα Μεδούσης.
Αἰακὸς ἀπτοίητος ὁμοίιος οὐ πέλε Βάκχῳ,
οὐ φύγε Δηριάδην, οὐκ ἔτρεμε φύλοπιν Ἰνδῶν.
280 χθιζὰ πάλιν σε φόβησεν Ἄραψ πρόμος; ἐξέτι κείνου
ἅζομαι Ἄρεα θοῦρον ἰδεῖν γενετῆρα Δυκούργου,
ἀδρανίην βοόωντα φυγοπτολέμου Διονύσου.
σὸς καὶ ἐμὸς γενέτης οὐκ ἔτρεμε δηιοτῆτα,
εὖτε θεοὶ Τιτῆνες ἐθωρήχθησαν Ὀλύμπῳ.
285 ποίην Ὀρσιβόην ληίσσαο δεσπότιν Ἰνδῶν;
Χειροβίην οὐκ εἶδε δορικτήτην σέο Ῥείη.
ἱλήκοι Διὸς εὖχος, ἀδελφεὸν οὔ σε καλέσσω
Δηριάδην φεύγοντα καὶ ἀπτολέμων γένος Ἰνδῶν.
ἀλλὰ λαβὼν σέο θύρσα πάλιν μιμνήσκεο χάρμης,
290 καὶ στρατιῆς προμάχιζε, κορυσσομένῃσι δὲ Βάκχαις
ὄψεαι εὐθώρηκα συναιχμάζουσαν Ἀθήνην,
αἰγίδα κουφίζουσαν ἀνούτατον ὅπλον Ὀλύμπου.
‘
ὣς φαμένη Βρομίῳ μένος ἔμπνεεν: αὐτὰρ ὁ θυμῷ
θαρσήεις πολέμιζε τὸ δεύτερον, ἐσσομένης δὲ
295 νίκης ἐλπίδα πᾶσαν ἐπέτρεπε Τριτογενείῃ.
ἔνθα τίνα πρῶτον, τίνα δ᾽ ὕστατον ἔκτανε Βάκχος,
ὁππότε μιν θάρσυνε μόθων ἀκόρητος Ἀθήνη;
κτεῖνε μὲν ἀντιβίων ἑκατοντάδα νηλέι θύρσῳ,
πολλοῖς δ᾽ ἕλκος ὄπασσε πολύτροπον ἔγχεϊ τύπτων
300 ἠὲ φυτῶ
ν ἑλίκεσσιν ἢ εὐόρπηκι κορύμβῳ,
ἢ λίθον αἰχμάζων κραναὸν βέλος: οἱ δὲ τυπέντες
δαιμονίῃ καναχηδὸν ἐβακχεύθησαν ἱμάσθλη.
Φρίγγου δ᾽ οὔτασεν ὦμον ἀριστερὸν ὀξέι θύρσῳ:
ὃς δὲ θορὼν ἀκίχητος ἐχάζετο: τὸν δὲ φυγόντα
305 θηγαλέῳ βουπλῆγι κατεπρήνιξε Μελισσεύς.
Ἐγρετίῳ δ᾽ ἐπόρουσε φιλεύιον ἔγχος ἑλίσσων
θυρσομανὴς Διόνυσος ἑκηβόλος: ἱπταμένη δὲ
Βακχιὰς ἐρροίζησε δι᾽ ἠέρος ἔγχεος αἰχμὴ
ἄνδρα βαλεῖν ἐθέλουσα, καὶ Ἐγρετίοιο φυγόντος
310 ἔχραε Βωλίγγεσσι, καὶ ἐγρεμόθους Ἀραχώτας
εἰς φόβον ἐπτοίησε: φιλακρήτῳ δὲ πετήλῳ
φρικτὰ δοριθρασέων ἐδαΐζετο φῦλα Σαλαγγῶν:
καὶ στρατὸς ἐρτοίητο φερεσσακέων Ἀριηνῶν:
καὶ προμάχους Φρίγγοιο καὶ Ἐγρετίοιο διώκων
315 Εὔιος ἐπτοίησεν ὅλον στρατὸν Οὐατοκοίτην:
καὶ Λύγον αἱματόεντος ἀπεστυφέλιξε κυδοιμοῦ
ἀλκήεις Ἰόβακχος: ἐφεδρήσσοντα δὲ δένδρῳ
οὔτασε Μειλανίωνα δολοπλόκον οἴνοπι θύρσῳ,
Βασσαρίδας κρυφίοισιν ὀιστεύοντα βελέμνοις:
320 ἀλλά μιν ἐζώγρησεν ἀπήμονα δύσμαχος Ἥρη,
ὅττι δόλῳ κεκόρυστο καὶ ἔχραε πολλάκι Βάκχαις
κρυπταδίοις πολέμοισιν: ἀεὶ δέ μιν ἔκρυφε πέτρη
ἢ φυτὸν ὑψικάρηνον ὑποκλεφθέντα πετήλοις,
ἀνέρας ἀφράστοισιν ὀιστεύοντα βελέμνοις.
325 Ἰνδοὶ δ᾽ ἀνδροφόνοιο μετεσσεύοντο κυδοιμοῦ
ἠνορέην τρομέοντες ἀνικήτου Διονύσου.