Works of Nonnus
Page 125
BOOK 31
ἐν δὲ τριηκοστῷ πρώτῳ μειλίσσεται Ἥρη
ὕπνον ἐπὶ Κρονίδῃ καὶ Περσεφόνην ἐπὶ Βάκχῳ.
ὣς ὁ μὲν Ἰνδῴοιο τυπεὶς ἴυγγι κυδοιμοῦ
Βάκχος Ἐρυθραίης περιδέδρομε κόλπον ἀρούρης,
χρύσεα χιονέῃσι παρηίσι βόστρυχα σείων.
Ἥρη δὲ φθονεροῖσιν ἀνοιδαίνουσα μερίμναις
5 ἄκρον ἀπειλητῆρι κατέγραφεν ἠέρα ταρσῷ,
αὐτόθι παπταίνουσα πολυσπερέων στρατὸν Ἰνδῶν
θύρσοις ἀνδροφόνοισιν ἀλοιηθέντα Λυαίου.
καὶ χόλον ἄλλον ἔγειρεν Ἐρυθραίῳ παρὰ πόντῳ
Ἀνδρομέδης ὁρόωσα πολύπλοκα λείψανα δεσμῶν
10 καὶ λίθον ἐν ψαμάθῳ, βλοσυρὸν τέρας ἐννοσιγαίου.
ἀχνυμένη δ᾽ ἑὸν ὄμμα παρέτραπε, μὴ παρὰ πόντῳ
Γοργοφόνου Περσῆος ἴδῃ χαλκήλατον ἅρπην.
ἤδη γὰρ ταχύγουνον ἐν ἠέρι ταρσὸν ἑλίσσων
δίψιον ἀμφὶ τένοντα Λίβυν πορθμεύετο Περσεύς,
15 νηχόμενος πτερύγεσσι: μονογλήνου δὲ γεραιῆς
Φορκίδος ἀγρύπνοιο λαβὼν ὀφθαλμὸν ἀλήτην
δύσβατον ἄντρον ἔδυνε, καὶ ἀμώων παρὰ πέτρῃ
λήια συρίζοντα, θαλύσια λοξὰ κομάων,
Γοργόνος ὠδίνοντα διέθρισεν ἀνθερεῶνα,
20 καὶ δρεπάνην φοίνιξε: δαϊζομένης δὲ Μεδούσης
αἱμοβαφῆ παλάμην ὀφιώδεϊ λοῦσεν ἐέρσῃ,
κρᾶτα ταμών: χρυσέῳ δὲ σὺν ἄορι παῖδα λοχεύων
ἱππείην ἐλόχευσε γονὴν διδυμητόκος αὐχήν.
καὶ φθονερὸς πραπίδεσσι χόλος διεπάφλασεν Ἥρης
25 ζῆλον ἐρευγομένης ἐπὶ Περσέι καὶ Διονύσῳ.
ἤθελε δὲ Κρονίδαο καὶ ὄμματα καὶ φρένα θέλγειν
εἰς γάμον ἠπεροπῆα καὶ εἰς πτερὸν ἡδέος Ὕπνου
ἑλκομένου μετὰ λέκτρον, ὅπως δολίῃ τινὶ τέχνῃ
Ζηνὸς ἔτι κνώσσοντος ἐπιβρίσειε Λυαίῳ.
30 ὀρφναίην δ᾽ Ἀίδαο μετήλυθε πανδόκον αὐλήν:
Περσεφόνην δ᾽ ἐκίχησε, δολόφρονι δ᾽ ἴαχε μύθῳ:
‘ὀλβίστην ἐνέπω σε, θεῶν ὅτι τηλόθι ναίεις:
οὐ Σεμέλην ἐνόησας ἔσω ναίουσαν Ὀλύμπου.
δείδια, μὴ Διόνυσον, ὃν ἀνδρομέη τέκε γαστήρ,
35 ἀστεροπὴν κρατέοντα μετὰ Ζαγρῆα νοήσω
ἢ χθονίαις παλάμῃσιν ἐλαφρίζοντα κεραυνούς:
συλήθης, φερέκαρπε: παρὰ σταχυώδεϊ Νείλῳ
ἀντὶ τεῆς Δήμητρος ἀμαλλοτόκοιο τεκούσης
ἄλλῃ κῶμον ἄγουσι, νόθη δέ τις ὄμπνια Δηὼ
40 ταυροφυὴς κερόεσσα φατίζεται Ἰναχὶς Ἰώ.
Ἄρεα δ᾽, ὅν περ ἔτικτον, ὃν οὐρανίη τέκε γαστήρ,
υἱὸν ἐμὸν χθονίῳ πεπεδημένον ἀκλέι δεσμῷ
κρύψεν ἔσω κεράμοιο περισφίγξας Ἐφιάλτης:
οὐδέ οἱ ἐχραίσμησεν ἐμὸς πόσις οὐράνιος Ζεύς,
45 ἀλλὰ τόκον Σεμέλης φλογερῶν ἐρρύσατο πυρσῶν,
καὶ βρέφος εἰσέτι Βάκχον ἀνεζώγρησε κεραυνοῦ,
ἡμιτελῆ νόθον υἷα: δαϊζομένου δὲ μαχαίραις
Ζαγρέος οὐ προμάχιζεν ἐπουρανίου Διονύσου.
τοῦτό με μᾶλλον ὄρινεν, ὅτι Κρονίδης πόλον ἄστρων
50 ἕδνα πόρεν Σεμέλῃ καὶ Τάρταρα Περσεφονείῃ:
οὐρανὸς Ἀπόλλωνι φυλάσσεται, οὐρανὸν Ἑρμῆς
ναιετάει: σὺ δὲ τοῦτον ἔχεις δόμον ἔμπλεον ὄρφνης.
τί πλέον, ὅττι δράκοντος ἔχων ψευδήμονα μορφὴν
δεσμὸν ἀσυλήτοιο τεῆς σύλησε κορείης,
55 εἰ μετὰ λέκτρον ἔμελλε τεὰς ὠδῖνας ὀλέσσαι;
Ζεὺς μὲν ἄναξ κατ᾽ Ὄλυμπον ἔχει δόμον ἔμπλεον ἄστρων,
γνωτῷ δ᾽ ὑγρομέδοντι γέρας πόρεν ἁλμυρὸν ὕδωρ,
καὶ ζόφον ἀχλυόεντα τεῷ πόρεν οἶκον ἀκοίτῃ.
ἀλλὰ τεὰς θώρηξον Ἐρινύας οἴνοπι Βάκχῳ,
60 μὴ βροτὸν ἀθρήσαιμι νόθον σκηπτοῦχον Ὀλύμπου,
αἴδεο λισσομένην Διὸς εὐνέτιν, αἴδεο Δηώ,
αἴδεο λισσομένην καθαρὴν Θέμιν, ὄφρά κεν Ἰνδοὶ
βαιὸν ἀναπνεύσωσι τινασσομένου Διονύσου:
ἔσσό μοι ἀχνυμένῃ τιμήορος, ὅττι Κρονίων
65 Βάκχῳ νέκταρ ὄπασσε καὶ Ἄρεϊ λύθρον Ἐνυοῦς.
μηδὲ νέον Διόνυσον ἀνυμνήσωσιν Ἀθῆναι,
μηδὲ λάχῃ γέρας ἶσον Ἐλευσινίῳ Διονύσῳ,
μὴ τελετὰς προτέροιο διαλλάξειεν Ἰάκχου,
μὴ τάλαρον Δήμητρος ἀτιμήσειεν ὀπώρῃ.’
70 ὣς φαμένη συνέχευεν ὅλην φρένα Περσεφονείης,
δάκρυσι ποιητοῖσι διαινομένοιο προσώπου,
αἱμύλα κωτίλλουσα. θεὰ δ᾽ ἐπένευσε θεαίνῃ,
καί οἱ δῶκε Μέγαιραν ὁμόστολον, ὄφρα τελέσσῃ
βάσκανον ὄμμα φέρουσα νόον ζηλήμονος Ἥρης.
75 ἡ δὲ θυελλήεντι διαΐξασα πεδίλῳ
τρὶς μὲν ἀνηέρθη, τὸ δὲ τέτρατον ἵκετο Γάγγην:
καὶ νέκυν Ἰνδὸν ὅμιλον ἀμειδέι δεῖξε Μεγαίρῃ
καὶ στρατιῆς ἱδρῶτα καὶ ἠνορέην Διονύσου:
Ἰνδοφόνους δὲ Μέγαιρα πόνους ὁρόωσα Λυαίου
80 ζηλήμων ἐμέγηρε καὶ οὐρανίης πλέον Ἥρης.
ἡ δὲ νόῳ κεχάρητο: δρακοντοκόμῳ δὲ θεαίνῃ
σαρδόνιον γελόωσα κατηφέα ῥήξατο φωνήν:
‘οὕτω ἀριστεύουσι νέοι βασιλῆες Ὀλύμπου,
οὕτω ἀκοντίζουσι νόθοι Διός: ἐκ Σεμέλης δὲ
85 Ζεὺς ἔνα παῖδα λόχευσεν, ἵνα ξύμπαντας ὀ
λέσσῃ
Ἰνδοὺς μειλιχίους καὶ ἀμεμφέας: ἀλλὰ δαείη
Ζεὺς ἄδικος καὶ Βάκχος, ὅσον σθένος ἐστὶ Μεγαίρης.
ὦ πόποι, οἷον ἄθεσμον ἔχει νόον ὑψιμέδων Ζεύς:
Τυρσηνοῖς ἀδίκοις οὐ μάρναται, ὅττι μαθόντες
90 φώρια θεσμὰ βίαια κακοξείνων ἐπὶ νηῶν
ἅρπαγες ἀλλοτρίων Σικελῇ πλώουσι θαλάσσῃ:
οὐ κτάνε δυσσεβέων Δρυόπων γένος, οἷς βίος αἰχμαὶ
καὶ φόνος: εὐσεβίῃ δὲ μεμηλότας ἔκτανεν Ἰνδούς,
οὓς τάχα πασιμέλουσα Θέμις μαιώσατο μαζῷ.
95 ὦ πόποι, οἷον ἄθεσμον ἔχει νόον: ἀθάνατον γὰρ
θνητὸς ἀνὴρ ἔφλεξε τόσον καὶ τοῖον Ὑδάσπην,
θνητὸς ἀνὴρ ἔφλεξε, τὸν οὐράνιος τέκετο Ζεύς.’
ὣς φαμένη πεπότητο δι᾽ αἰθέρος: ἡ δὲ σιωπῇ
γείτονα Καυκασίης ὑπὸ φωλάδα πέζαν ἐρίπνης
100 φρικτὸν ἀμειψαμένη μελέων ὀφιώδεα μορφήν,
γλαυκὶ φυὴν ἰκέλη μένεν αὐτόθι, μέχρι νοήσῃ
Ζῆνα μέγαν κνώσσοντα: τὰ γὰρ φάτο κοίρανος Ἥρη.
αὐτὴ δὲ Χρεμέταο μετήιεν Ἕσπερον ὕδωρ
Ἥρη μητιόωσα, γέρων βαρὺς ὁππόθι κάμνει
105 οὐρανίῃ στροφάλιγγι Λίβυς κυρτούμενος Ἄτλας,
καὶ Ζεφύρου δυσέρωτος ἐδίζετο σύγγαμον Ἶριν,
Ζηνὸς ἐπειγομένοιο διάκτορον, ὄφρα τελέσσῃ
ἠερόθεν σκιόεντι ποδήνεμον ἄγγελον Ὕπνῳ.
τὴν δὲ καλεσσαμένη φιλίῳ μειλίξατο μύθῳ:
110 ‘Ἶρις, ἀεξιφύτου Ζεφύρου χρυσόπτερε νύμφη,
εὔλοχε μῆτερ Ἔρωτος, ἀελλήεντι πεδίλῳ
σπεῦδε μολεῖν ζοφόεντος ἐς Ἑσπέριον δόμον Ὕπνου:
δίζεο καἰ περὶ Λῆμνον ἁλίκτυπον: εἰ δέ μιν εὕρῃς,
λέξον, ἵνα Κρονίωνος ἀθελγέος ὄμματα θέλξῃ
115 εἰς μίαν ἠριγένειαν, ὅπως Ἰνδοῖσιν ἀρήξω.
ἀλλὰ δέμας μετάμειβε, μελανζώνου δὲ θεαίνης
μορφὴν Νυκτὸς ἔχουσα δυσειδέα μητέρος Ὕπνου
γίνεο κυανέη ψευδώνυμος, ὅττι καὶ αὐτὴ
ἀντιτύποις μελέεσσιν, ὅτε χρέος ἐστὶν ἀνάγκης,
120 εἰς Θέμιν, εἰς Κυθέρειαν, ἐς Ἄρτεμιν εἶδος ἀμείβω.
Πασιθέης δ᾽ ὑμέναιον ὑπόσχεο, τῆς διὰ κάλλος
ἱμείρων ἀνύσειεν ἐμὸν χρέος: οὔ σε διδάξω,
ὅττι γυναιμανέων τις ἐπ᾽ ἐλπίδι πάντα τελέσσει.’
ὣς φαμένης πεπότητο θεὰ χρυσόπτερος Ἶρις
125 ἠέρα παπταίνουσα, καὶ εἰς Πάφον, εἰς χθόνα Κύπρου
ἀπλανὲς ὄμμα τίταινε, τὸ δὲ πλέον ὑψόθι Βύβλου
Ἀσσυρίου σκοπίαζεν Ἀδώνιδος εὔγαμον ὕδωρ,
διζομένη περίφοιτον ἀλήμονος ἴχνιον Ὕπνου.
εὗρε δέ μιν γαμίοιο παρὰ κλέτας Ὀρχομενοῖο:
130 κεῖθι γὰρ αὖτις ἔμιμνε νοοπλανές ἴχνος ἐλίσσων,
Πασιθέης ἐρόεντα παρὰ προπύλαια θαμίζων.
καὶ δέμας ἀλλάξασα μετάτροπον ἄσκοπος Ἶρις
κυανέης ἄγνωστον ἐδύσατο Νυκτὸς ὀπωπήν:
ὕπνου δ᾽ ἐγγὺς ἵκανε δολοπλόκος: οἶα δὲ μήτηρ
135 κλεψινόοις ὀάροις ἀπατήλιον ἴαχε φωνήν:
‘τέκνον ἐμόν, ἐμόν, τέο μέχρις ἐμὲ Κρονίδης ἀθερίζει;
οὐχ ἅλις, ὡς Φαέθων με βιάζεται, ὅττι καὶ αὐτὸς
ὄρθρος ἀκοντίζει με καὶ ἠριγένεια διώκει;
Ζεὺς νόθον υἷα φύτευσεν, ὅπως ἐμὸν Ὕπνον ἐλέγξῃ.
140 εἶς βροτὸς αἰσχύνει με καὶ υἱέα: παννύχιος γὰρ
μυστιπόλῳ σπινθῆρι φεραυγέα δαλὸν ἀνάπτων
Βάκχος ἀμαλδύνει με, καὶ ἐγρήσσων σε χαλέπτει.
Ὕπνε, τί πανδαμάτωρ κικλήσκεαι; οὐκέτι θέλγεις
ἀνέρας ἐγρήσσοντας, ὅτι χθονίοιο Λυαίου
145 κῶμον ἐμόν νίκησε νόθον σέλας: ἡμετέρων γάρ
φαιδροτέραις δαΐδεσσι κατακρύπτει φλόγας ἄστρων.
εἷς βροτὸς αἰσχύνει με φαεσφόρος, ὅττι καλύπτει,
καὶ μεγάλην περ ἐοῦσαν, ἐμῆς ἀκτῖνα Σελήνης.
ἅζομαι ἠριγένειαν ἐπεγγελόωσαν Ὀμίχλῃ,
150 ὅττι νόθον μεθέπω νύχιον σέλας: ἀλλοτρίῳ γὰρ
ποιητῷ Φαέθοντι φαείνομαι ἠματίη Νύξ.
ἀλλά σύ μοι, φίλε κοῦρε, χολώεο δίζυγι θεσμῷ
μυστιπόλοις Σατύροισι καὶ ἀγρύπνῳ Διονύσῳ:
155 δὸς χάριν ἀχνυμένῃ σέο μητέρι, δὸς χάριν Ἥρῃ,
καὶ Διὸς ὑψιμέδοντος ἀθελγέα θέλξον ὀπωπήν
εἰς μίαν ἠριγένειαν, ὅπως Ἰνδοῖσιν ἀρήξῃ,
οὓς Σάτυροι κλονέουσι καὶ εἰσέτι Βάκχος ὀρίνει.
Ὕπνε, τί πανδαμάτωρ κικλήσκεαι; ἥν ἐθελήσῃς,
τρέψον ἐμοὶ τεὸν ὄμμα, καὶ ἑπταπύλῳ παρὰ Θήβῃ
160 πάννυχον ἐγρήσσοντα πάλιν Κρονίωνα νοήσεις:
λῦσον ἀτασθαλίην ἀδίκου Διός: Ἀμφιτρύων μὲν
νόσφιν ἑοῦ θαλάμοιο σιδηροχίτων μετανάστης
μάρναται: Ἀλκμήνῃ δὲ παρέζεται ἐνδόμυχος Ζεύς,
νυμφιδίην ἀκόρητος ἔχων τρισέληνον ὀμίχλην.
165 μὴ Διὸς ἐγρήσσοντος ἴδω καὶ νύκτα τετάρτην.
ἀλλά, τέκος, Κρονίωνι κορύσσεο, μὴ πάλιν ἄλλην,
μὴ πάλιν ἐννεάκυκλον ἀναπλήσειεν ὀμίχλην.
Μνημοσύνης προτέρης μιμνήσκεο: τῇ παριαύων
ἐννέα νύκτας ἔμιμνεν, ἔχων ἄγρυπνον ὀπωπήν,
170 οἶστρον ἔχων πολύτεκνον ἀκοιμήτων ὑμεναίων.
πανδ
αμάτωρ θεὸς ἄλλος ὁμόπτερος, εἴκελος Ὕπνῳ,
βαιὸς Ἔρως, Κρονίδην ὀλίγῳ νίκησε βελέμνῳ.
γηγενέων δ᾽ ἐλέαιρε γονήν μελανόχροον Ἰνδῶν:
δός χάριν: ὑμετέρης γὰρ ὁμόχροές εἰσι τεκούσης:
175 ῥύεο κυανέους, κυανόπτερε: μηδὲ χαλέψῃς
γαῖαν ἐμοῦ γενετῆρος ὁμήλικα, τῆς ἄπο μούνης
πάντες ἀνεβλάστησαν, ὅσοι ναετῆρες Ὀλύμπου.
μὴ τρομέοις Κρονίδην, ὅτε σύγγαμος ἵλαος Ἥρη:
μὴ τρομέοις Σεμέλην, ἣν ἔφλεγεν αὐτός ἀκοίτης.
180 οὐ στεροπὴ πυρόεσσα δυνήσεται ἰσοφαρίζειν,
οὐ βροντὴ βαρύδουπος ἀρασσομένων νεφελάων:
μοῦνον ἐμοὶ πτερὰ πάλλε, καὶ ἀκλινέων ἐπὶ λέκτρων
μίμνει Ζεὺς ἀτίνακτος, ὅσον χρόνον, Ὕπνε, κελεύεις.
ἔκλυον, ὡς ποθέεις Χαρίτων μίαν: ἀλλ᾽ ἐνὶ θυμῷ
185 οἶστρον ἔχων θαλάμοιο φυλάσσεο, μηδὲ χαλέψῃς
μητέρα Πασιθέης, ζυγίην θαλαμηπόλον Ἥρην.
εἰ δὲ σὺ ναιετάεις παρὰ Τηθύι Λευκάδα πέτρην.
Δηριάδῃ χραίσμησον, ὅν ἤροσεν Ἰνδὸς Ὑδάσπης:
γείτονι πιστὰ φύλαξον, ἐπεὶ τεὸς ἠχέτα γείτων
190 Ὠκεανὸς κελάδων προπάτωρ πέλε Δηριαδῆος.’
ὣς φαμένη παρέπεισε. καὶ οἶά τε μητρὸς ἀκούων
ὕπνος ἀνεπτοίητο, καὶ ὤμοσεν ὄμματα θέλγειν
Ζηνὸς ἀκοιμήτοιο καὶ εἰς τριτάτης δρόμον Ἠοῦς:
ἀλλά μιν ᾔτεεν Ἶρις, ἴνα Κρονίωνα πεδήσῃ
195 ὑπνώειν ἕνα μοῦνον ἐπὶ δρόμον ἠριγενείης.
αὐτόθι δ᾽ Ὕπνος ἔμιμνε, δεδεγμένος εὔγαμον ὥρην.