Works of Nonnus
Page 128
λύσσαν ἑοῦ γενετῆρος ὀπιπεύουσα Λυαίου
ἀχνυμένη δάκρυσε, φιλοστόργῳ δὲ μενοινῇ
πενθαλέοις ὀνύχεσσιν ἑὰς ἐχάραξε παρειάς:
καὶ Σατύρους σκοπίαζεν ὑποπτήσσοντας Ἐνυώ,
15 Κωδώνην δ᾽ ἐνόησε μινυνθαδίην τε Γιγαρτὼ
κεκλιμένας ἐφύπερθεν ἀτυμβεύτοιο κονίης:
Χαλκομέδην δ᾽ ἐλέαιρε θυελλήεντι πεδίλῳ
μαινομένου Μορρῆος ἀλυσκάζουσαν ἀκωκήν,
καὶ φθονερὴ δεδόνητο ῥοδώπιδος εἵνεκα κούρης,
20 μή ποτε νικήσειεν ἐς ἀγλαΐην Ἀφροδίτην.
ἀχνυμένη δ᾽ ἐς Ὄλυμπον ἀνήιε, πενθάδι σιγῇ
ἄλγος ἑοῦ γενετῆρος ὑποκλέπτουσα Λυαίου:
καὶ χλόος εὐκύκλοιο παρηίδος ἄνθος ἀμείψας
μαρμαρυγὴν στίλβουσαν ἀπημάλδυνε προσώπου.
25 τὴν δὲ κατηφιόωσαν Ἀδωνιὰς ἔννεπε Κύπρις,
τοῖον ἔπος βοόωσα παρήγορον, ἐκ δὲ προσώπου
Πασιθέης ἐνόησεν ἄχος κήρυκι σιωπῇ:
‘νύμφα φίλη, τί παθοῦσα τεὴν ἠλλάξαο μορφήν;
παρθένε, πῶς μετάμειψας ἐρευθαλέην σέο μορφήν;
30 εἰαρινὴν δ᾽ ἀκτῖνα τίς ἔσβεσε σεῖο προσώπου;
οὐκέτι σῶν μελέων ἀμαρύσσεται ἄργυφος αἴγλη:
οὐκέτι δ᾽. ὡς τὸ πρόσθε, τεαὶ γελόωσιν ὀπωπαί.
ἀλλὰ τεὰς ἀγόρευε μεληδόνας: ἦ ῥά σε τείρει
υἱὸς ἐμός, φιλέεις δὲ ποθοβλήτῳ παρὰ πέτρῃ
35 οἷα Σεληναίη τινὰ βουκόλον; ἦ ῥά που αὐτὴν
καὶ σὲ μετ᾽ Ἠριγένειαν Ἔρως ἐπεμάστιε κεστῷ;
οἶδα, πόθεν χλοάουσι παρηίδες: ὅττί σε κούρην
νυμφίος ἀχλυόεις νυμφεύεται Ὕπνος ἀλήτης:
οὐ μὲν ἀναινομένην σε βιήσομαι, οὐδὲ συνάψω
40 λευκάδι Πασιθέῃ μελανόχροον Ὕπνον ἀκοίτην.’
ὣς φαμένης δάκρυσε Χάρις καὶ ἀμείβετο μύθῳ:
‘ἀενάου κόσμοιο φυτοσπόρε, μῆτερ Ἐρώτων,
βουκόλος οὐ κλονέει με, καὶ οὐ θρασὺς ἵμερος Ὕπνου.
οὐ πέλον Ἠριγένεια δυσίμερος ἠὲ Σελήνη,
45 ἀλλὰ πόνος περίφοιτος ἀνιάζει με Λυαίου,
πατρὸς ἐμοῦ φρίσσοντος Ἐρινύας: ὑμετέρου δέ,
εἰ δύνασαι, προμάχιζε κασιγνήτου Διονύσου.’
ἔννεπε, καὶ γενετῆρος ὅλον πόνον εἶπεν ἀνάσσῃ
Βασσαρίδων τε φάλαγγας ἀπείρονας, ἅς κτάνε Μορρεύς,
50 καὶ Σατύρων φύξηλιν ὅλον στρατόν, εἶπε καὶ αὐτὴν
δαιμονίην μάστιγα τινασσομένου Διονύσου
καὶ κινυρὴν σπαίρουσαν ὑπὲρ δαπέδοιο Γιγαρτώ,
Κωδώνην τ᾽ ἀγόρευε προώριον: αἰδομένη δὲ
πένθος ὁμοῦ καὶ κάλλος ἐπέφραδε Χαλκομεδείης.
55 καὶ ῥοδέου σπινθῆρα μεταλλάξασα προσώπου
ἠθάδα ῥῖψε γέλωτα φιλομμειδὴς Ἀφροδίτη.
ἀγλαΐην δ᾽ ἐκέλευσε διάκτορον, ὄφρα καλέσσῃ
υἱέα θοῦρον Ἔρωτα μετάρσιον ἠεροφοίτην,
ἀνδρομέης γονόεντα κυβερνητῆρα γενέθλης.
60 καὶ Χάρις ἴχνος ἔκαμψε, πολυστρέπτῳ δὲ προσώπῳ
σὺν χθονὶ πόντον ὄπωπε καὶ οὐρανόν, εἴ που ἐφεύροι
ἄστατον ἴχνος Ἔρωτος, ἐπεὶ πτερὰ πάντοθι πάλλει,
τέτραχα τεμνομένην κυκλούμενος ἄντυγα κόσμου.
Εὖρε δέ μιν χρυσέοιο περὶ ῥίον ἄκρον Ὀλύμπου
65 νεκταρέας ῥαθάμιγγας ἀκοντίζοντα κυπέλλοις:
πὰρ δέ οἱ ἵστατο κοῦρος ὁμέψιος ἁβρὸν ἀθύρων,
εὐχαίτης Ὑμέναιος: ἀερσινόου δὲ τεκούσης
οὐρανίης σοφὸν ἔργον ἐπισταμένης δρόμον ἄστρων
σφαῖραν ἄγων τροχόεσσαν ἀέθλια θήκατο νίκης,
70 Ἄργου δαιδαλέης ἀντίρροπον εἰκόνα μορφῆς:
καὶ πτερόεις εὔκυκλον Ἔρως μητρῷον ἀείρων
χρύσεον ὁρμὸν ἔθηκε θαλασσαίης Ἀφροδίτης,
νίκης φαιδρὸν ἄγαλμα παναίολον: ἀργύρεος δὲ
κεῖτο λέβης ἐν ἀγῶνι, καὶ οἰνοχύτου βρέτας Ἥβης
75 μεσσοφανῆ σκοπὸν εἶχε: καὶ ἱμερόεις Γανυμήδης
οἰνοχόος Κρονίδαο δικασπόλος ἦεν ἀγῶνος,
στέμμα φέρων παλάμῃσι. Φιλακρήτων δὲ βολάων
λαχμὸς ἔην, μεθέπων ἑτερότροπα δάκτυλα χειρῶν:
καὶ τὰ μὲν ὀρθώσαντες ἀνέσχεθον, ἄλλα δὲ καρπῷ
80 χειρὸς ἐπεσφήκωτο συνήορα σύζυγι δεσμῷ:
ἀμφοτέροις δ᾽ ἔρις ἦεν ἐπήρατος. Ἁβροκόμης δὲ
πρῶτα λαχὼν Ὑμέναιος ἕλεν δέπας, ἱπταμένην δὲ
νεκταρέην ῥαθάμιγγα μετάρσιον ἠέρι πέμπων
ῥῖψε λέβητος ὕπερθε: καὶ οὐ τότε μητέρι Μούσῃ
85 εὐχωλὴν ἀνέφηνε: διεσσυμένη δὲ κυπέλλου
ἠέρα μέσσον ἔτυψεν ἀερσιπότητος ἐέρση,
ἀλλὰ παρατρέψασα βολὴν βητάρμονι παλμῷ
ἑλκομένη παλίνορσος ἀγάλματος ἀμφὶ προσώπῳ
ἄψοφος ἄκρον ἔτυψεν ἀδουπήτοιο καρήνου:
90 δεύτερος αἰολόμητις Ἔρως τεχνήμονι θεσμῷ
ἱμερόεν δέπας εἶλε, καὶ εὔξατο Κυπρογενείῃ
λάθριος ἐν πραπίδεσσι, καὶ ἀπλανὲς ὄμμα τανύσσας
εἰς σκοπὸν ἠκόντιζεν ἑκηβόλον ἰκμάδα πέμπων:
νεκταρέου δὲ ποτοῖο παλινδίνητος ἐέρση
95 ἰθυτενὴς ἄγναμπτος ἀγάλματος ὑψόθι κόρσης
ἠερόθεν βαρύδουπος ἐπεσμαράγησε μετώπῳ:
ἴαχε δ᾽ ἁβρὸν ἄγαλμ�
�, καὶ υἱέι Κυπρογενείης
χρυσέῳ ἐσμαράγησε λέβης ἐπινίκιον ἠχώ:
καὶ στέφος ἁβρὸν Ἔρωτι πόρεν γελάσας Γανυμήδης:
100 καὶ ταχὺς αἰόλον ὁρμὸν ἑλὼν καὶ σφαῖραν ἀείρων
διπλόον εἶχεν ἄεθλον ἐυρραθάμιγγος ἀγῶνος,
σκιρτήσας δὲ πόδεσσι, κυβιστήσας δὲ καρήνῳ
κυδιόων ἐχόρευεν Ἔρως θρασύς: ἀντιπάλου δὲ
πολλάκις ἀχνυμένοιο κατήγαγε χεῖρα προσώπου.
105 ἀγλαΐη δέ οἱ ἄγχι παρίστατο: τερψινόου δὲ
δέξατο χερσὶν ἄνακτος ἀέθλια: νεῦσε δὲ κούρῳ
νόσφι μολεῖν, καὶ Ἔρωτος ἐς οὔατα μάρτυρι σιγῇ
ψευδομένης ἀγόρευε δολόφρονα μῦθον ἀνάσσης:
‘πανδαμάτωρ ἀδάμαστε, βιοσσόε σύγχρονε κόσμου,
110 σπεῦσον, ἐπεὶ Κυθέρεια βιάζεται, οὐδέ τις αὐτῇ
ἀμφιπόλων παρέμιμνε, Χάρις φύγεν, ᾤχετο Πειθώ,
καὶ Πόθος ἀστήρικτος ἐχάζετο: σοὶ δέ με μούνην
πέμψεν ἀνικήτοιο τεῆς χατέουσα φαρέτρης.’
ὣς φαμένην ἐρέεινεν Ἔρως, ἴνα πάντα δαείη:
115 ὅττι νέοι ξύμπαντες, ἀτέρμονος ὁππότε μύθου
ἀρχὴν εἰσαΐουσι, τέλος σπεύδουσιν ἀκοῦσαι:
καὶ στομάτων ἀχάλινον ἀπερροίβδησεν ἰωήν:
‘τίς Παφίην ἀκάχησεν ἐμήν; ἵνα χεῖρα κορύσσω
μαρνάμενος πάντεσσι: βιαζομένης δὲ τεκούσης
120 νευρὴν πανδαμάτειραν ἐπὶ Κρονίωνα τανύσσω,
καὶ πάλιν οἰστρηθέντα γαμοκλόπον ὄρνιν Ἐρώτων
αἰετόν, ἤ τινα ταῦρον ἁλὸς πλωτῆρα τελέσσω:
εἰ δέ ἑ Παλλὰς ὄρινε καὶ ἤκαχεν ἀμφιγυήεις
Κεκροπίου λύχνοιο φεραυγέα δαλόν ἀνάψας,
125 μάρναμαι ἀμφοτέροισι, καὶ Ἡφαίστῳ καὶ Ἀθήνῃ:
εἰ δέ μιν ἰοχέαιρα λαγωβόλος εἰς χόλον ἕλκει,
ἔμπυρον Ὠρίωνος Ὀλύμπιον ἆορ ἐρύσσας
Ἄρτεμιν οἰστρήσαιμι, καὶ αἰθέρος ἐκτὸς ἐλάσσω ...
κουφίζων πτερύγεσσιν ὁμόστολον υἱέα Μαίης,
130 οὐτιδανὴν καλέοντα μάτην ἐπαρηγόνα Πειθώ:
καλλείψας δὲ βέλεμνα καὶ ἔμπυρον ἄμμα φαρέτρης
δαφναίοις πετάλοισι θελήμονα Φοῖβον ἱμάσσω,
δέσμιον αὐδήεντι περισφίγξας ὑακίνθῳ:
οὐ μὲν Ἐνυαλίου τρομέω σθένος, οὐδὲ μογήσω
135 Ἄρεα μαστίζων πεπεδημένον ἡδέι κεστῷ:
καὶ διδύμους φωστῆρας ὑποδρήσσοντας ἐρύσσω
εἰς Πάφον οὐρανόθεν, καὶ ὀπάονα μητρὶ κομίσσω
σὺν Κλυμένῃ Φαέθοντα, σὺν Ἐνδυμίωνι Σελήνην,
πάντες ἴνα γνώωσιν, ὅτι ξύμπαντα δαμάζω.’
140 εἶπε, καἰ ἰθυκέλευθον ἐν ἠέρι ταρσὸν ἑλίσσων
ἔφθασεν Ἀγλαΐην πτερύγων διδυμάονι ῥοίζῳ,
ἄχρι δόμων ἐπέβαινεν ἐπειγομένης Ἀφροδίτης.
καὶ μέσον ἀγκὰς ἑλοῦσα γαληνιόωντι προσώπῳ
πεπταμένῳ πήχυνε γεγηθότι κοῦρον ἀγοστῷ,
145 γούνασι κουφίζουσα φίλον βάρος: ἑζομένου δὲ
καὶ στόμα παιδὸς ἔκυσσε καὶ ὄμματα: θελξινόου δὲ
ἁπτομένη τόξοιο καὶ ἀμφαφόωσα φαρέτρην,
οἶα χόλου πνείουσα, δολόφρονα ῥήξατο φωνήν:
‘τέκνον ἐμόν, Φαέθοντος ἐλήσαο καὶ Κυθερείης:
150 οὐκέτι Πασιφάη μυκώμενα λέκτρα διώκει:
ἠέλιος γελάᾳ με, καὶ Ἀστρίδος αἷμα κορύσσει
παιδὸς ἑῆς υἱῆα μαχήμονα Δηριαδῆα,
Βασσαρίδων ὀλετῆρα γυναιμανέος Διονύσου,
καὶ Σατύρων Βρομίοιο ποθοβλήτων ἐλατῆρα.
155 τοῦτό με μᾶλλον ὄρινεν, ὅτι βροτοειδέι μορφῇ
Ἄρης ἐγρεκύδοιμος ἔχων συνάεθλον Ἐνυώ,
ἀρχαίης φιλότητος ἀφειδήσας Ἀφροδίτης,
νεύμασιν Ἡραίοισιν ἐθωρήχθη Διονύσῳ,
Ἰνδῴῳ βασιλῆι συνέμπορος. ἀλλ᾽ ἐνὶ χάρμῃ
160 Ἄρης Δηριάδαο, σὺ δὲ προμάχιζε Λυαίου:
ἔγχος ἔχει, σὺ δὲ τόξον ὑπέρτερον, ᾧ γόνυ κάμπτει
Ζεὺς ὕπατος καὶ θοῦρος Ἄρης καὶ θέσμιος Ἑρμῆς:
δειμαίνει σέο τόξα καὶ ὁ κλυτότοξος Ἀπόλλων.
εἰ δὲ τεῇ, φίλε κοῦρε, χαρίζεαι ἀφρογενείῃ,
165 Βασσαρίδων προμάχιζε καὶ ἡμετέρου Διονύσου.
ἀλλὰ μολὼν ἀκίχητος Ἑώιον εἰς κλίμα γαίης
Ἰνδῴην παρὰ πέζαν, ὅπῃ θεράπαινα Λυαίου
ἔστί τις ἐν Βάκχῃσιν, ὑπέρτερος ἥλικος ἤβης,
οὔνομα Χαλκομέδη φιλοπάρθενος — εἰ δέ κεν ἄμφω
170 Χαλκομέδην καὶ Κύπριν ἔσω Λιβάνοιο νοήσῃς,
οὐ δύνασαι, φίλε κοῦρε, διακρίνειν Ἀφροδίτην — .
καῖθι μολὼν χραίσμησον ἐρημονόμῳ Διονύσῳ,
Μορρέα τοξεύσας ἐπὶ κάλλεϊ Χαλκομεδείης:
σεῖο δὲ τοξοσύνης γέρας ἄξιον ἐγγυαλίξω
175 Λήμνιον εὐποίητον ἐγὼ στέφος, εἴκελον αἴγλαις
ἠελίου φλογεροῖο: σὺ δὲ γλυκὺν ἰὸν ἰάλλων
δὸς χάριν ἀμφοτέροις, καὶ Κύπριδι καὶ Διονύσῳ:
σὸν καὶ ἐμὸν κύδαινε γαμοστόλον ὄρνιν Ἐρώτων,
εὐφροσύνης κήρυκα βιοζυγέων ὑμεναίων.’
180 εἶπε θεά: καὶ μάργος Ἔρως ἀνεπάλλετο κόλπου
μητρὸς ἑῆς, καὶ τόξον ἐκούφισεν, ἀμφὶ δὲ βαιῷ
ὤμῳ πανδαμάτειρον ἐπῃώρησε φαρέτρην:
καὶ πτερόεις πεπότητο δι᾽ αἰθέρος: ἀμφὶ δὲ Κέρνῃ
κυκλώ�
�ας πτερὰ κοῦφα βολαῖς ἀντώπιος Ἠοῦς
185 ἵπτατο μειδιόων, ὅτι τηλίκον ἡνιοχῆα
δίφρων οὐρανίων ὀλίγοις ἔφλεξε βελέμνοις,
καὶ σέλας Ἠελίοιο σέλας νίκησεν Ἐρώτων.
καὶ ταχὺς Ἰνδῴοιο μολὼν κατὰ μέσσον ὁμίλου
τόξον ἑὸν στήριζεν ἐπ᾽ αὐχένι Χαλκομεδείης:
190 καὶ βέλος ἰθύνων ῥοδέης περὶ κύκλα παρειῆς
Μορρέος εἰς φρένα πέμψεν, ἐρετμώσας δὲ πορείην
νηχομένων πτερύγων ἑτερόζυγι σύνδρομος ὁλκῷ
πατρῴους ἀνέβαινεν ἐς ἀστερόεντας ὀχῆας,
καλλείψας πυρόεντι πεπαρμένον Ἰνδὸν ὀιστῷ.
195 αἰεὶ δ᾽ ἔνθα καὶ ἔνθα πόθου δεδονημένος ἰῷ,
παρθένος ἧχι βέβηκε, δυσίμερος ἤιε Μορρεύς,
μείλιχον ἆορ ἔχων, πεφιδημένον ἔγχος ἀείρων,
καὶ θρασὺν Ἱμερόεντι νόον μαστίζετο κεστῷ:
ἀμφὶ δέ μιν περίκυκλον ἐρωμανὲς ὄμμα τιταίνων
200 νεύμασι Κυπριδίοισιν ἀθελγέας εἷλκεν ὀπωπάς.
ἡ δὲ δολοφρονέουσα παρήπαφεν ὄρχαμον Ἰνδῶν,
οἷά περ ἱμείρουσα, πόθου δ᾽ ἀπεμάξατο κούρη
ψευδαλέον μίμημα: καὶ αἰθέρος ἥπτετο Μορρεύς,
ἐλπίδι μαψιδίῃ πεφορημένος: ἐν κραδίῃ γὰρ
205 παρθενικὴν ἐδόκησεν ἔχειν βέλος ἶσον Ἐρώτων,
κοῦφος ἀνήρ, ὅτι παῖδα σαόφρονα δίζετο θέλγειν
κυανέοις μελέεσσι, καὶ οὐκ ἐμνήσατο μορφῆς.
καί οἱ ἐπεγγελόωσα δόλῳ φιλοπαίγμονι κούρη
ἀγχιφανὴς ἐρέθιζε δυσίμερον, ἀντιβίῳ δὲ
210 εἶπεν ἀνυμφεύτοιο ποδήνεμα γούνατα νύμφης,