Works of Nonnus

Home > Other > Works of Nonnus > Page 132
Works of Nonnus Page 132

by Nonnus


  ἀλλὰ ποθοβλήτοιο τεοῦ χροὸς ἕλκος ἀφάσσων

  ποίην καλλιβότοιο διαστείχων ῥάχιν ὕλης

  60 ἕλκεος ὑμετέροιο βοηθόον εἰς σὲ καλέσσω

  γηραλέον Χείρωνα φεπίσβιον; ἢ πόθεν εὕρω

  φάρμακα, λυσιπόνου Παιήονος ὄργια τέχνης;

  ἤθελον, ἣν κολέουσιν, ἔχειν Κενταυρίδα ποίην,

  ὄφρα τεοῖς μελέεσσιν ἀνώδυνον ἄνθος ἑλίξας

  65 ἐξ Ἄιδος ζώουσαν ἀνοστήτοιο σαώσω.

  ποῖον ἔχω μάγον ὕμνον ἢ ἀστερόεσσαν ἀοιδήν,

  ὄφρα θεοκλήτῳ προχέων μέλος εὐάδι φωνῇ

  οὐταμένου τεὸν αἷμα κατευνήσω κενεῶνος;

  ἤθελον ἐγγὺς ἔχειν φυσίζοον ἐνθάδε πηγήν,

  70 ὄφρα τεοῖς μελέεσσι βαλὼν ὀδυνήφατον ὕδωρ

  πρηΰνω τεὸν ἕλκος ἐπήρατον, ὄφρα καὶ αὐτὴν

  ψυχὴν ὑμετέρην παλινάγρετον εἰς σὲ κομίσσω.

  Γλαῦκε πολυσπερέων ἐτέων στροφάλιγγα κυλίνδων,

  εἰ θέμις, ἀτρυγέτοιο λιπῶν κευθμῶνα θαλάσσης

  75 δεἰξον ἐμοὶ βοτάνην ζωαρκέα, δεῖξον ἐκείνην,

  ἧς ποτε σοῖς στομάτεσσιν ἐγεύσαο, καὶ βίον ἕλκεις

  ἄμβροτον, ἀενάοιο χρόνου κυκλούμενος ὁλκῷ.’

  ὣς εἰπῶν παράμειβε, νέκυν πόθον ἐν φρεσὶ κεύθων.

  καὶ πόσιος κταμένου τιμήορος ἄνθορε νύμφη

  80 Πρωτονόη, στενάχουσα καὶ εἰσέτι νεκρὸν Ὀρόντην:

  θηλυτέρην δὲ φάλαγγα διέστιχεν: ἦν δὲ νοῆσαι

  ἄλλην ἀντιάνειραν Ἐρυθραίην Ἀταλάντην.

  Χειροβίη δὲ λαβοῦσα σάκος καὶ Μορρέος αἰχμὴν

  ἔχραε Βασσαρίδεσσι, καὶ εἴκελος ἔπλετο Γόργῃ,

  85 ἣ πάρος εὐπύργοιο τινασσομένης Καλυδῶνος

  Τοξέος αἰθύσσονσα κασιγνήτοιο βοείην,

  μάρνατο θῆλυς ἐοῦσα χολωομένου Μελεάγρου.

  Ὀρσιβόη δὲ φανεῖσα σὺν ἐγρεμόθῳ παρακοίτῃ

  θάρσος Ἐνυαλίης μιμήσατο Δηιανείρης,

  90 ὁππότε Παρνησσοῖο κακοξείνῳ παρὰ πέτρῃ

  θωρήχθη Δρυόπεσσι καὶ ἔπλετο θῆλυς Ἀμαζών.

  πολλαὶ δ᾽ εὐρυχόροισι περικλείοντο μελάθροις,

  καὶ στόνος ἄπλετος ἦεν ὑπωροφίοιο κυδοιμοῦ:

  ἄλλη δ᾽ εἰνοδίην ὑπεδύσατο δηιοτῆτα,

  95 παρθένος ἐγρεκύδοιμος, ὑπὲρ τεγέων δὲ καὶ ἄλλαι

  λαϊνέοις βελέεσσιν ἐθωρήσσοντο γυναῖκες:

  ἐνδόμυχοι δὲ φάλαγγες ἐπεσμαράγησαν Ἐνυώ.

  ὄφρα μὲν ἐγρεμόθοιο δι᾽ ἄστεος ἔβρεμεν Ἄρης,

  Λύδια Βασσαρίδων ὀρεσίδρομα φῦλα δάΐζων,

  100 τόφρα δὲ Χαλκομέδεια πρὸ τείχεος ἵστατο μούνη

  νόστιμον ἐκ πολέμοιο μεταστρέψασα πορείην,

  οἰστρομανῆ Μορρῆα δεδεγμένη, εἴ ποξεν ἔλθῃ:

  καὶ τότε πουλυέλικτον ἐρωμανὲς ὄμμα τιταίνων,

  παρθένον ὡς ἐνόησε, ποδήνεμος ἵκετο Μορρεύς,

  105 εἰς δρόμον ἱμερόεντα θοώτερα γούνατα πάλλων.

  τῆς δὲ διωκομένης ἀνεκούφισε πέπλον ἀήτης:

  θέλγετο δ᾽ εἰσέτι μᾶλλον ἀνείμονι κάλλεϊ μορφῆς.

  παπταίνων προθέουσαν ἀνάμπυκα λευκάδα νύμφην.

  ἡ δέ μιν ἠπερόπευε, καὶ αἰδομένῃ φάτο φωνῇ,

  110 ὼκυτέρην Μορρῆος ὑποπτήσσουας πορείην:

  ‘εἰ ἐτεὸν μεθέπεις ἐμὰ δέμνια, νυμφίε Μορρεῦ,

  κάτθεο σὸν θώρηκα σιδήρεον, οἷα χορεύει

  εἰς γάμον ἁβροχίτων, ὅτε Κύπριδι μίσγεται, Ἄρης,

  εἵματι χιονέῳ πεπυκασμένος, ὥς περ Ἀπόλλων,

  115 ὄφρα Πόθος καὶ Κύπρις ἑνὶ ζεύξειαν ὀχῆι

  ἡμέας ἀμφοτέρους γαμίης ἐπιβήτορας εὐνῆς,

  Μορρέα θοῦρος: ἔρως καὶ Χαλκομέδην Ἀφροδίτη.

  οὐ δέχομαι χάλκειον ἐγὼ πόσιν ύψόθι λέκτρων,

  αἵματι φοινίσσοντα καὶ αὐχμώοντα κονίῃ:

  120 ἀλλὰ ῥόῳ φαίδρυνε τεὸν δέμας, ὄφρα φανείης

  ὡς Φαέθων προχοῇσι λελουμένος Ὠκεανοῖο:

  ῥῖψον Ἐνυαλίην σέθεν ἀσπίδα, ῥῖψον ἀκωκήν,

  μή ποτέ με πλήξειε τεὴ θανατηφόρος αἰχμή:

  κάτθεό μοι δασπλῆτα τεῶν πήληκα κομάων,

  125 ὅττι λόφος κλονέει με τινασσομένης τρυφαλείης:

  μὴ νόθον εἶδος ἴδοιμι σιδηρείοιο προσώπου:

  τίς πόθος εὐφραίνει με καλυπτομένης σέο μορφῆς;

  ούκέτι Μαιονίης ἐπιβήσομαι: οὐδ᾽ ἐνὶ παστῷ

  δέξομαι, ἢν ἐθέλῃς, μετὰ Μορρέα Βάκχον ἀκοίτην:

  130 ἔσσομαι Ἰνδῴη καὶ ἐγώ, φίλος: ἀντὶ δὲ Λυδῆς

  κυδαίνω θυέεσσιν Ἐρυθραίην Ἀφροδίτην

  κρυπταδίη Μορρῆος ὁμευνέτις: ἐν δὲ κυδοιμοῖς

  Ἰνδὸς ἀνὴρ ἐχέτω με συναιχμάζων Ἀφροδίτῃ:

  εἰς δὲ γὰρ ἶσα βέλεμνα καὶ εἰς ἐμὲ διπλόα πέμπων

  135 ἵμερος ἀμφοτέροισι μίαν ξύνωσεν ἀνίην,

  εἰς κραδίην Μορρῆι καὶ εἰς φρένα Χαλκομεδείῃ.

  κάμνον ἐγὼ κρύπτουσα τεὸν πόθον: οὐ γὰρ ἀκοίτην

  παρθένος αἰδομένη προκαλίζεται εἰς Ἀφροδίτην.’

  ὣς φαμένη παρέπεισε γυνὴ δυσέρωτα μαχητὴν

  140 ψευσαμένη: γελάσας δὲ δυσίμερος ἔννεπε Μορρεύς:

  ‘οὐ νέμεσις, Μορρῆα τὸν εὐπήληκα μαχητὴν

  χάλκεον ἔγχος ἔχειν ἐνὶ παστάδι Χαλκομεδείης,

  ὄφρα περιπτύξω σε, φερώνυμε, χαλκὸν ἀείρων:

  ἔμπης φοίνιον ἔγχος ἀναίνομαι, οὐδὲ βοείης


  145 ἅπτομαι: ὡς ἐθέλεις δέ, λελουμένος εἰς σὲ χορεύω

  χερσὶν ἀναιμάκτοισι, καὶ ἔσσομαι ἄλλος ἀκοίτης,

  γυμνὸς Ἄρης μετὰ δῆριν ἔχων γυμνὴν Ἀφροδίτην.

  καύρην Δηριαδῆος ἀναίνομαι: αὐτὸς ἐλάσσω

  ἐκ μεγάρων ἀέκουσαν ἐμὴν ζηλήμονα νύμφην:

  150 οὐκέτι Βασσαρίδεσσι κορύσσομαι, εἴ με κελεύεις,

  ἀλλὰ φίλοις ναέτῃσι μαχέσσομαι: Ἰνδὸν ὀλέσσω

  οἴνοπα θύρσον ἔχων, οὐ χάλκεον ἔγχος ἀείρων:

  ῥίψω δ̓ἔντεα πάντα καὶ ἄνθεα λεπτὰ τινάξω,

  ὑμετέρῳ βασιλῆι συναιχμάζων Δινύσῳ.’

  155 ὣς εἰπὼν παλάμης μελίην ἀπεσείσατο Μορρεύς,

  καὶ λίφον ἰδρώοντος ἀπεσφήκωσε καρήνου,

  μυδαλέης δ᾽ ἔρρεψεν ἑῆς τελαμῶνα βοείης

  εὐκαμάτῳ ῥαθάμιγγι λελουμένον ὴθάδος ὤμου:

  λύσατο καὶ χάλκειον ἀπὸ στέρνοιο χιτῶνα,

  160 αἱμαλέον θώρηκα. καὶ ἔντεα κείμενα γαίῃ

  Μορρέος ἱμείροντος ἐδείκνυεν Ἄρεϊ Κύπρις

  μορφῇ ἀθωρήκτῳ νικώμενα Χαλκομεδείης:

  καί τινα μῦθον ἔειπεν, ἑὸν δ᾽ ἐρέθιζεν ἀκοίτην:

  ‘Ἆρες, ἐσυλήθης: πολέμους ἠρνήσατο Μορρεύς,

  165 οὐ φορέων θώρηκα καὶ οὐ ξίφος: ἀλλὰ γυναῖκα

  ἱμερτὴν ποθέων ἀπεσείσατο τεύχεα χειρῶν.

  καὶ σὺ τεὸν δόρυ θοῦρον ἀναίνεο, καὶ σὺ θαλάσσῃ

  λούεο σῶν σακέων γυμνούμενος: ἀπτόλεμος γὰρ

  Κύπρις ἀριστεύει πλέον Ἄρεος, οὐδὲ χατίζει

  170 ἀσπίδος, οὐ μελίης ποτὲ δεύεται: ἀμφότερον γὰρ

  ἔγχος ἐμὸν πέλε κάλλος ἐμὸν ξίφος ἔπλετο μορφή,

  καὶ βλεφάρων ἀκτῖνες ἐμοὶ γεγάασιν ὀιστοί:

  μαζὸς ἀκοντίζει πλέον ἔγχεος: ἱμερόεις γὰρ

  ἀντὶ δοριθρασέος θαλαμηπόλος ἔπλετο Μορρεύς.

  175 μὴ Σπάρτης ἐπίβηθι, μαχήμονες ἧχι πολῖται

  χάλκεον εἶδος ἔχουσι κορυσσομένης Ἀφροδίτης,

  μή σε δόρυ κρατέουσα τεῷ πλήξειε σιδήρῳ.

  οὐ τόσον αἰχμάζεις, ὅσον ὀφρύες: οὐ τόσον αἰχμαὶ

  ἀνέρας οὐτάζουσιν, ὅσον βάλλουσιν ὀπωπαί:

  180 δέρκεο σοὺς θεράποντας, ὑποδρηστῆρας Ἐρώτων,

  καὶ θρασὺν αὐχένα κάμψον ἀνικήτῳ Κυθερείῃ.

  Ἆρες, ἐνικήθης, ὅτι χάλκεον ἔγχος ἐάσας

  νεβρίδα Χαλκομέδης γαμίην ὑπεδύσατο Μορρεύς.’

  εἶπε μόθους γελόωσα φιλομμειδὴς Ἀφροδίτη,

  185 Ἄρεα κερτομέουσα γαμοστόλον, ἄγχι δὲ πόντου

  καλλείψας ἀκόμιστον ἐπ᾽ αἰγιαλοῖο χιτῶνα

  θαλπόμενος γλυκερῇσι μεληδόσι λούσατο Μορρεύς,

  γυμνὸς ἐών: ψυχρῇ δὲ δέμας φαίδρυνε θαλάσσῃ,

  θερμὸν ἔχων Παφίης ὀλίγον βέλος: ἐν δὲ ῥεέθροις

  190 Ἰνδῴην ἱκέτευεν Ἐρυθραίην Ἀφροδίτην,

  εἰσαΐων, ὅτι Κύπρις ἀπόσπορός ἐστι θαλάσσης:

  λουσάμενος δ᾽ ἀνέβαινε μέλας πάλιν: εἶχε δὲ μορφήν,

  ὡς φύσις ἐβλάστησε, καὶ ἀνέρος οὐ δέμας ἅλμη,

  οὐ χροιὴν μετάμειψεν, ἐρευθαλέη περ ἐοῦσα.

  195 καὶ κενεῇ χρόα λοῦσεν ἐπ᾽ ἐλπίδι: χιόνεος γὰρ

  ἱμερόεις μενέαινε φανήμεναι ἄζυγι κούρῃ:

  καὶ λινέῳ κόσμησε δέμας χιονώδεϊ πέπλῳ,

  οἷον ἔσω θώρηκος ἀεὶ φορέουσι μαχηταί.

  ἱσταμένη δ᾽ ἄφθογγος ἐπ᾽ ᾐόνος εἶχε σιωπὴν

  200 Χαλκομέδη δολόεσσα: μεταστρεφθεῖσα δὲ κούρη

  Μορρέος ἀχλαίνοιο σαόφρονας εἷλκεν ὀπωπάς,

  ἀσκεπὲς αἰδομένη δέμας ἀνέρος: εἰσιδέειν γὰρ

  ἅζετο θῆλυς ἐοῦσα λελουμένον ἄρσενα κούρη.

  ἀλλ᾽ ὅτε χῶρον ἔρημον ἐσέδρακεν ἅρμενον εὐναῖς,

  205 τολμηρὴν παλάμην ὀρέγων αἰδήμονι νύμφῃ

  εἵματος ἀψαύστοιο σαόφρονος ἥψατο κούρης:

  καί νύ κεν ἀμφίζωστον ἑλὼν εὐήνορι δεσμῷ

  νυμφιδίῳ σπινθῆρι βιήσατο θυιάδα κούρην:

  ἀλλά τις ἀχράντοιο δράκων ἀνεπήλατο κόλπου,

  210 παρθενικῆς ἀγάμοιο βοηθόος, ἀμφὶ δὲ μίτρην

  ἀμφιλαφὴς κυκλοῦτο φυλάκτορι γαστέρος ὁλκῷ:

  ὀξὺ δὲ συρίζοντος ἀσιγήτων ἀπὸ λαιμῶν

  πέτραι ἐμυκήσαντο: φόβῳ δ᾽ ἐλελίζετο Μορρεὺς

  αὐχένιον μύκημα νόθης σάλπιγγος ἀκούων,

  215 παπταίνων ἀγάμοιο προασπιστῆρα κορείης:

  καὶ πρόμος ἀμφιέλικτος ἀνεπτοίησε μαχητήν,

  οὐρὴν ἀγκυλόκυκλον ἐπ᾽ αὐχένι φωτὸς ἑλίξας,

  ἔγχος ἔχων στόμα λάβρον: ἐτοξεύοντο δὲ πολλοὶ

  ἰὸν ἀκοντίζοντες ἐχιδνήεντες ὀιστοί:

  220 οἱ μὲν ἀμιτρώτοιο διαΐσσοντες ἐθείρης,

  οἱ δὲ δρακοντοκόμοιο δι᾽ ἰξύος, οἱ δ᾽ ἀπὸ κόλπου

  Ἄρεα συρίζοντες ἐβακχεύοντο μαχηταί.

  ὄφρα μὲν ὑψιλόφοιο πρὸ ἄστεος ἵστατο Μορρεύς,

  Χαλκομέδην δολόεσσαν ἀνήνυτον εἰς γάμον ἕλκων,

  225 τόφρα δὲ Βασσαρίδος στρατιῆς εὔοπλος Ἐνυὼ

  ἔγχος ἀτειρήεντος ἀλεύατο Δηριαδῆος.

  καὶ γὰρ ἀπ᾽ Οὐλύμποιο θορὼν ὠκύπτερος Ἑρμῆς,

  ἀντίτυπον Βρομίοιο φέρων ἴνδαλμα προσώπου,

  Βακχείην ἐκάλεσσεν ὅλην στίχα μύστιδι φωνῇ:

  230 δαιμονίην δὲ γυναῖκες ὅτ᾽ ἔκλυον Εὔιον ἠχώ,

  εἰς ἕνα χῶρον ἵκανον
: ἀπὸ τριόδων δὲ κομίζων

  Μαιναλίδων ὅλον ἔθνος ἐς ἀγκύλα κύκλα κελεύθου

  ἤγαγεν ὠκυπέδιλος, ἕως σχεδὸν ἤιε πύργων:

  καὶ φυλάκων στοιχηδὸν ἀκοιμήτοισιν ὀπωπαῖς

  235 νήδυμον ὕπνον ἔχευεν ἑῇ πανθελγέι ῥάβδῳ

  φώριος Ἑρμείας, πρόμος ἔννυχος: ἐξαπίνης δὲ

  Ἰνδοῖς μὲν ζόφος ἦεν, ἀθηήτοισι δὲ Βάκχαις

  φέγγος ἔην ἀδόκητον: ἀδουπήτων δὲ γυναικῶν

  λάθριος ἡγεμόνευε δι᾽ ἄστεος ἄπτερος Ἑρμῆς:

  240 χειρὶ δὲ θεσπεσίῃ βριαρὴν κληῖδα πυλάων

  ἠλιβάτων ὤιξε, καὶ ἠέλιος πέλε Βάκχαις.

  Ἠματίην δ᾽ ὅτε νύκτα φαεσφόρος ἤλασεν Ἑρμῆς,

  Δηριάδης ὑπέροπλος ἔχων ἀτέλεστον ἀπειλὴν

  Βασσαρίδων μάστευε λιπόπτολιν ἑσμὸν ὁδίτην.

  245 ὡς δ᾽ ὅτε τις κατὰ νύκτα βαθυπλούτοις ἐν ὀνείροις

  τέρπεται ἀπρήκτοισιν ἐπ᾽ ἐλπωρῇσιν, ἀείρων

  ἀφνειαῖς παλάμῃσι μινυνθαδίου χύσιν ὄλβου,

  ὑπναλέων κτεάνων ἀπατήλιον ἐλπίδα βόσκων:

  ἀλλ᾽ ὅτε φαινομένης ῥοδοειδέος ἠριγενείης

  250 χάζεται εὐκτεάνοιο παλίλλυτος ὄψις ὀνείρου,

  σὺν κενεαῖς παλάμῃσιν ἐγείρεται, οὐδὲν ἀείρων,

  ῥίψας κλεψινόων σκιοειδέα τέρψιν ὀνείρων:

  ὣς τότε Δηριάδης, ὅτε μὲν ζόφος εἶχεν ἀγυιάς,

  τέρπετο Βασσαρίδων δοκέων αὐτόσσυτον ἄγρην

  255 ἀμφιέπειν ἔντοσθεν ἐεργομένων πυλεώνων,

  ψευδομένην ἀνόνητον ἔχων σκιοειδέα νίκην:

  ἀλλ᾽ ὅτε φέγγος ἔλαμψε, καὶ οὐκέτι δέρκετο Βάκχας,

 

‹ Prev