by Nonnus
ἀκαμάτῳ Πηλῆι καὶ εὐρυβίῃ Τελαμῶνι,
590 ἀγκὰς ἔχων, οὐ νῶτον ἢ ὄρθιον αὐχένα κάμπτων,
πήχεσιν ἀμφοτέροισι μεσαίτατον ἄνδρα κομίζων,
ἶσον ἀμειβόντεσσιν ἔχων τύπον, οὕς κάμε τέκτων
πρηΰνων ἀνέμοιο θυελλήεσσαν ἀνάγκην.
καὶ πελάσας ὅλον ἄνδρα περιστρωθέντα κονίῃ
595 Αἰακὸς ἀντιπάλοιο μέσων ἐπεβήσατο νώτων
καὶ πόδα πεπταμένης διὰ γαστέρος ἐκταδὰ πέμπων,
καμπύλον ἀκροτάτῳ περὶ γούνατι δέσμα συνάπτων,
ταρσῷ ταρσὸν ἔρειδε παρὰ σφυρὸν ἄκρον ἑλίξας:
καὶ ταχὺς ἀντιβίου τετανυσμένος ὑψόθι νώτων,
αὐχένι δεσμὸν ἔβαλλε βραχίονι, δάκτυλα κάμψας:
μυδαλέῳ δ᾽ ἱδρῶτι χυτὴν ἔρραινε κονίην,
αὐχμηρῇ ψαμάθῳ διερὴν ῥαθάμιγγα καθαίρων,
570 μὴ διολισθήσειε περίπλοκος ἅμματι χειρῶν
θερμὴν τριβομένοιο κατ᾽ αὐχένος ἰκμάδα πέμπων.
τοῦ δὲ πιεζομένοιο συνέρρεον ὀξέι παλμῷ
κεκριμένοι κήρυκες, ὀπιπευτῆρες ἀγῶνος,
μή μιν ἀποκτείνειεν ὁμόζυγι πήχεος ὁλκῷ.
605 οὐ γὰρ ἔην τότε θεσμὸς ὁμοίιος, ὃν πάρος αὐτοὶ
ὀψίγονοι φράσσαντο, τιταινομένων ὅτε δεσμῶν
αὐχενίων πνικτῆρι πόνῳ βεβαρημένος ἀνὴρ
νίκην ἀντιπάλου μνηστεύεται ἔμφρονι σιγῇ,
ἀνέρα νικήσαντα κατηφέι χειρὶ πατάξας.
610 καὶ τρίπον εἰκοσίμετρον ἐπηχύναντο λαβόντες
Μυρμιδόνες, θεράποντες ἀεθλοφόρου βασιλῆος:
Ἀκταίων δὲ λέβητα ταχίονι κούφισε ῥιπῇ,
δεύτερα πατρὸς ἄεθλα κατηφέι χειρὶ κομίζων.
καὶ τότε Βάκχος ἔθηκε ποδῶν ταχυτῆτος ἀγῶνα:
615 πρώτῳ ἀεθλητῆρι τιθεὶς κειμήλια νίκης
ἀργύρεον κρητῆρα δορικτήτην τε γυναῖκα,
δευτέρῳ αἰολόδειρον ἐθήκατο Θεσσαλὸν ἵππον,
καὶ πυμάτῳ ξίφος ὀξὺ σὺν εὐτμήτῳ τελαμῶνι.
ὀρθωθεὶς δ᾽ ἀγόρευε, ποδώκεας ἄνδρας ἐπείγων:
620 ‘Ἀνδράσιν ὠκυπόροισιν ἀέθλια ταῦτα γενέσθω.’
ὣς φαμένου
Δικταῖος ἐθήμονα γούνατα πάλλων...
τῷ δ᾽ ἐπὶ ποικιλόμητις ἀνέδραμεν ὠκὺς Ἐρεχθεύς,
Παλλάδι Νικαίῃ μεμελημένος, αὐτὰρ ἐπ᾽ αὐτῷ
625 Πρίασος ὠκυπόδης, Κυβεληίδος ἀστὸς ἀρούρης.
625 τοῖσι μὲν ἐκ βαλβῖδος ἔην δρόμος: Ὠκύθοος δὲ
πρῶτος ἀελλήεντι ποδῶν κουφίζετο παλμῷ,
ἰθυτενῆ προκέλευθον ἔχων δρόμον: ἐσσύμενος δὲ
δεύτερος ἀγχικέλευθος, ὀπίστερος ἦεν Ἐρεχθεύς,
γείτονος Ὠκυθόοιο μετάφρενον ἄσθματι βάλλων,
630 καὶ κεφαλὴν θέρμαινε: φιληλακάτοιο δὲ κούρης
οἷα κανὼν στέρνοιο πέλει μέσος, ὅν τινι μέτρῳ
παρθένος ἱστοπόνος τεχνήμονι χειρὶ τανύσσῃ,
Ὠκυθόου πέλε τόσσον ὀπίστερος: ἀμφὶ δὲ γαίῃ
ἴχνια τύπτε πόδεσσι, πάρος κόνιν ἀμφιχυθῆναι.
635 καί νύ κεν ἀμφήριστος ἔην δρόμος: ἀλλὰ πορείην
μιμηλὴν ἰσόμετρον ἰδὼν ἐτιταίνετο ταρσῷ
κουφοτέρῳ, καὶ φῶτα παρέδραμε μείζονι μέτρῳ,
ὁππόσον ἀνέρος ἴχνος: ὅθεν τρομέων περὶ νίκης
τοῖον ἔπος βοόων Βορέην ἱκέτευεν Ἐρεχθεύς:
640 ‘Γαμβρέ, τεῷ χραίσμησον Ἐρεχθέι καὶ σέο νύμφῃ,
εἰ μεθέπεις γλυκὺν οἶστρον ἐμῆς ἔτι παιδὸς Ἐρώτων:
δός μοι σῶν πτερύγων βάλιον δρόμον εἰς μίαν ὤρην,
Ὠκύθοον ταχύγουνον ἴνα προθέοντα παρέλθω.’
ὣς φαμένου Βορέης ἱκετήσιον ἔκλυε φωνήν,
645 καί μιν ἐυτροχάλοιο ταχίονα θῆκεν ἀέλλης.
τρεῖς μὲν ἐπερρώοντο ποδῶν ἀνεμώδεϊ παλμῷ,
ἀλλ᾽ οὐκ ἶσα τάλαντα: καὶ ὁππόσον ὠκέι ταρσῷ
Ὠκυθόου προθέοντος ὀπίστερος ἦεν Ἐρεχθεύς,
τόσσον ἀελλήεντος Ἐρεχθέος ἔπλετο γείτων
650 Πρίασος αὐχήεις, Φρύγιον γένος. ἐσσυμένων δὲ
ὁππότε λοίσθιος ἦεν ἔτι δρόμος ἅλματι ταρσῶν,
Ὠκύθοος ταχύγουνος ἐπωλίσθησε κονίῃ,
ἧχι βοῶν πέλεν ὄνθος ἀθέσφατος, οὓς παπά τύμβῳ
Μυγδονίῃ Διόνυσος ἀπηλοίησε μαχαίρῃ:
655 ἀλλὰ παλιννόστοιο ποδὸς ταχυσδινέι παλμῷ
Ὠκύθοος πεφόρητο μετάλμενος: ἐσσυμένως δὲ
ἀντιπάλου προθέοντος ἐπήλυδα ταρσὸν ἀμείβων,
εἰ τότε βαιὸς ἔην ἔτκ που δρόμος, ᾗ τάχα βαίνων
ἢ πέλεν ἀμφήριστος ἢ ἔφθασεν ἀστὸν Ἀθἠνης.
660 καὶ κτέρας αἰολόνωτον ἐκούφισεν ὠκὺς Ἐροχθεύς,
Σιδόνιον κρητῆρα τετυγμένον: Ὠκύθοος δὲ
εἴρυοε Θεσσαλὸν ἵππον: ὁ δὲ τρίτος ἠρέμα βαίνων
Πρίασος ἆορ ἔδεκτο σὺν ἀρυγρέῳ τελαμῶνι.
καὶ Σατύρων ἐγέλασσε χορὸς φιλοπαίγμονι θυμῷ,
665 παπταίνων Κορύβαντα χυτῇ ῥυπόωντα κονίῃ,
ὄνθον ἀποπτύοντα κατάρρυτον ἀνθερεῶνος.
καὶ σόλον αὐτοχόωνον ἄγων ἐπέθηκεν ἀγῶνι
δισκοβόλους Διόνυσος ἀκοντιστῆρας ἐπείγων:
πρώτῳ μὲν δύο δοῦρα σὺν ἱπποκόμῳ τρυφαλείῃ
670 θῆκεν ἄγων, ἑτέρῳ δὲ διαυγέα κυκλάδα μίτρην,
καὶ τριτάτῳ φιάλην, καὶ νεβρίδα θῆκε τ�
�τάρτῳ,
ἣν χρυσέῃ κληῖδι Διὸς περονήσατα χαλκεύς.
ὀρθωθεὶς δ᾽ ἀνὰ μέσσον ἐγερσινόῳ φάτο φωιῇ:
‘Οὗτος ἀγὼν ἐπὶ δίσκον ἀεθλητῆρας ἐπείγει.’
675 ὣς φαμένου Βρομίοιο σακέσπαλος ὦρτο Μεγισσεύς,
τῷ δ᾽ ἐπὶ δεύτερος ἦλθεν ἀερσιπόδης Ἁλιμήδης,
καὶ τρίτος Εὐρυμέδων καὶ τέτρατος ἤλυθρν Ἄκμων:
καὶ πίσυρες στοκχησὸν ἐφέστοασαν ἄλλος ἐπ᾽ ἄλλῳ.
καὶ σόλον εὐδίωητον ἑλὼν ἔρριψε Μελισσεύς:
680 Σειληνοὶ δ᾽ ἐγέλασσαν ὀλίζονα φωτὸς ἐρωήν.
δεύτερος Εὐρυμέσων παλάμην ἐπερείσατο δίσκῳ...
καὶ σόλον εὐδίνητον ἑλὼν νωμήτορι καρπῷ
βριθὺ βέλος προέηκε περίτροχον εὔλοφος Ἄκμων:
καὶ βέλος ἠερόφοιτον ἐπέτρεχε σύνσρομον αὔραις,
685 καὶ σκοπὸν Εὐρυμέδοντος ὑπέρβαλε μείζονι μέτρῳ
ὀξείῃ στρογάιγγι: καὶ ὑψιπόδης Ἁλιμήδης
εἰς σκοπὸν ἠκόντιξεν ἐν ἠερι δίσκον ἀλήτην:
καὶ σόλος ἠερίῃσιν ἐπερροίζησεν ἀέλλαις
ἐκ βριαρῆς παλάμης πεφορημένος, ὡς ἀπὸ τόξου
690 ἵπταται ἀσταθέεσσι βέλος δεδονημένον αὔραις
ὄρθιον: ἠερόθεν δὲ πεσὼν ἐκυκίνσετο γαίῃ
ἅλματι τηλεπόρῳ, πεφορημένος εἰσέτι παλμῷ
χειρὸς ἐυστρέτοιο, φέρων αὐτόσσυτον ὁρμήν,
εἰσόκε σήματα πάντα παρέσπαμεν: ἀγρόμενοι δὲ
695 πάντες ἐπεσμαράγησαν ὀπιπευτῆρες ἀγῶνος,
ἁλλομένου δίσκοιο τεθηπότες ἄστατον ὁρμήν.
καὶ δονέων δύο δοῦρα σὺν ὑψιλόφῳ τρυχαλείῃ
διπλόα δῶρα κόμιζεν ἀγηνορέων Ἀλιμήδης:
ἄκμων δ᾽ εἰλιπόδης χρυσαυγέα κούφισε μίτρην:
700 καὶ τρίτος Εὐρυμέδων φιάλην ἀπύρωτον ἀείρας
ἀμφίθετον κτέρας εἷλε: κατηφιόων δὲ προσώτπῳ
νεβρίδα ποικλόνωτον ἀνηέρταζε Μελισσεύς.
καὶ προμάχοις Διόνυσος ἀέθλια θήκατο τόξου,
εὐστοχίης ἀνάθημα: καὶ ἑπταέτηρον ἐρύσσας
705 ἡμίονον ταλαεργὸν ἐνεστήριξεν ἀγῶνι,
καὶ δέπας εὐποίητον ἀέθλιον ἵστατο νίκης
ἀνδρὶ χερειοτέρῳ πεφυλαγμένον. Εὐρύαλος δὲ
νήιον ὀρθώσας περιμήκετον ἱστὸν ἀρούρῃ
στῆσεν ὑπέρ δαπέδου ψαμαθώδεος, ὑψιφανῆ δὲ
710 δέσμιον ᾐώρησε πελειάδα σύμπλοκον ἱστῷ,
λεπραλέον δισσοῖσι μίτον περὶ ποσσὶν ἑλίξας.
καὶ θεὸς ἀγρομένοις ἐναγώνιον ἴαχε φωνήν,
εἰς σκοπὸν ἠερόφοιτον ὀιστευτῆρας ἐπείγων:
‘ὃς μὲν ὀιστεύσειε πελειάδος ἄκρα τορήσας,
715 ἡμίονον φερέτω πολυαλφέα, μάρτυρα νίκης:
ὃς δὲ παραπλάζοιτο πελειάδος εἰς σκοπὸν ἕλκων,
ὄρνιν ἐυγλώχινι λιπὼν ἀχάρακτον ὀιστῷ,
ἄκρα δὲ μηρίνθοιο βαλών πτερόεντι βελέμνῳ,
ἥσσονα τοξεύσειε καὶ ἥσσονα δῶρα δεχέσθω:
720 ἀντὶ γὰρ ἡμιόνου δέπας οἴσετοι, ὄφρά κε Φοίβῳ
τοξοφόρῳ σπείσειε καὶ οἰνοχύτῳ Διονύσῳ.’
τοῖον ἔπος βοόωντος ἐχεκτεάνοιο Λυαίου
εὐχαίτης Ὑμέναιος ἑκηβόλος εἰς μέσον ἔστη...
εἰς σκοπὸν ἰθυκέλευθον ἄγων ἀντώπιον ἱστοῦ,
725 Κνώσσια τόξα φέρων τετανυαμένα κυκλάδι νευρῇ,
Ἀστέριος προέηκε βέλος κλήροιο τυχήσας,
καὶ τύχε μηρίνθοιο: δαϊζομένης δὲ βελέμνῳ
ἠερίη πεφόρητο μεφόρητο μετάρσιος ὄρνις ἀλήμων:
καὶ μίτος εἰς χθόνα πῖπτε. δι᾽ ὑψιπόρου δὲ κελεύθου
730 ὄμμα φέρων ἑλικηδόν, ὑπἐρ νεφέων δὲ δοκεύων
τοξευτὴρ Ὑμέναιος έτοιμοτάτης ἀπὸ νευρῆς
εἰς σκοπὸν ἠερόφοιτον ὑπηνέμιον βέλος ἕλκων
ὀξύτερον προέηκε, πελειάδος ἄντα τιταίνων:
καὶ πτερόεις πεπότητο δι᾽ ἠέρος ἰὸς ἀλήτης
735 ἀκροφανής, μέσα νῶτα παραξύων νεφελάων,
συρίζων ἀνέμοιοι: βέλος δ᾽ ἴθυνεν Ἀπόλλων
πιστὰ φέρων δυαέρωτι κασιγνήτῳ Διονύσῳ:
ἱπταμένης δ᾽ ἐτύχησε πελειάδος, ἐσσυμένης δὲ
στήθεος ἄκρον ἔτυψε: βαρυνομένου δὲ καρήνου
740 ὄρνις ἀελλήεσσα δι᾽ ἠέρος ἔμπεσε γαίῃ:
ἡμιθανὴς δὲ πέλεια περὶ πτερὰ πάλλε κονὶῃ,
ποσσὶ περισκοίρουσα χοροπλεκέος Διονύσου.
καὶ θεὸς ἡβητῆρος ἀναθρῴσκων ἐπὶ νίκῃ
χεῖρας ἐπεπλατάγησεν ἐπικλάγξας Ὑμεναίῳ:
745 ξυνοὶ δ᾽ εἰν ἑνὶ πάντες, ὅσοι παρέμιμνον ἀγῶνι,
ἀγχινεφῆ θάμβησαν ἑκηβολίην Ὑμεναίου.
καὶ γελόων Διόνυσος ἑαῖς παλάμῃσιν ἐρύσσας
ἡνίονον πόρε δῶρον ὀφειλομένην Ὑμεναίῳ:
καὶ γέρας Ἀστερίοιο δέπας κούφιζον ἑταῖροι.
750 καὶ φιλίην ἐπὶ δῆριν ἀκοντιοτῆρας ἐμεἰγων
Ἰνδικὰ Βάκχος ἄεθλα φέρων παρέθηκεν ἀγῶνι,
διχθαδίην κνημῖδα καὶ Ἰνσῴης λίθον ἅλμης.
ὀρθωθεὶς δ᾽ ἀγόρευε, δύω δ᾽ ἐκέλευσε μαχηταῖς,
ὄφρα μόθῳ παίζοντι καὶ οὐ κτείνοντι σιδήρῳ
755 μιμηλήν τελέσωσιν ἀναίμονος εἰκόνα χάρμης:
‘Οὗτος ἀγὼν δύο φῶτας ἀκοντιστῆρας ἐγείρων
μείλιχον οἶδεν Ἄρηα καὶ κὐδιόωσαν Ἐνυώ.’
ὣς φαμένου Βρομίοιο
σιδήρεα τεύχεα πάλλων
Ἀστέριος κεκόρθςτο, καὶ Αἰακὸς εὶς μέσον ἔστη
760 χάλκεον ἔγχος ἔχων, πολυδαίδαλον ἀσπίδα πάλλων,
οἷα λέων ἄγραυλος ἐπαΐσσων τινὶ ταύρῳ
ἢ συΐ λαχνήεντι: σιδηρείῳ δέ χιτῶνι
εἰς μέσον ἐρρώοντο καλυψάμενοι δέμας ἄμφω
Ἄρεος αἰχμητῆρες: ὁ μὲν δόρθ θοῦρον ἰάλλων
765 Ἀστέριος, Μίνωος ἔχων πατρώιον ἀλκήν,
οὔτασε δεξιτεροῖο βραχίονος ἄκρον ἀμύξας:
ὃς δὲ κατ᾽ ἀσοαράγοιο σιδήρεον ἔγχος ἀείρων
Αἰακός, ὑψιμέδοντος ἑοῦ Διὸς ἄξια ῥέξων,
νύξαι μὲν μενέαινε μεσαίτατον ἀνθερεῶνα:
770 ἀλλά ἑ Βάκχος ἔρυκε καὶ ἥρπασε φοίνιον αἰχμήν,
αὐχένα μὴ πλήξειεν ἀκοντιστῆρι σιδήρῳ:
ἀμφοτέρους δ᾽ ἀνέκοψε καὶ ἴαχε θυιάδι φωνῇ:
‘Ῥίψατε τεύχεα ταῦτα φίλην στήσαντς Ἐνυώ:
ἄρθμιος οὗτος Ἄπης, καὶ ἀνούτατοί εἰσιν ἀγῶνες.’
775 ἔννεπεν: ἐγρεμόθου δὲ λαβὼν πρεσβήια νίκης
Αἰακὸς αὐχήεις χρυσέας κνημῖδας ἀείρων
δῶκεν ἑῷ θεράποντι: καὶ ὕστερα δῶρα κομίζων
Ἀστέριος κούφιζε δορικτήτην λίθον Ἰνδῶν.
BOOK 38
ἧχι τριηκοστὸν πέλεν ὄγδοον, αἴθοπι δαλῷ
δειλαίου Φαέθοντος ἔχεις μόρον ἡνιοχῆος.
λῦτο δ᾽ ἀγών: λαοὶ δὲ μετήιον ἔνδια λόχμης,
καὶ σφετέραις κλισίῃσιν ὁμίλεον: ἀγρονόμοι δὲ
Πᾶνες ἐναυλίζοντο χαραδραίοισι μελάθροις,
αὐτοπαγῆ ναίοντες ἐρημάδος ἄντρα λεαίνης
5 ἑσπέριοι: Σάτυροι δὲ δεδυκότες εἰς σπέος ἄρκτου